Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

εἰσῆλθεν δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεία εἰς συνάναὐτῷ καὶ εἶπεν Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου· καὶ ἐκοιμήθη μετ’ αὐτῆς τὴν νύκτα ἐκείνην.

καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱὸν πέμπτον.

καὶ εἶπεν Λεία Δέδωκέν μοι ὁ θεὸς τὸν μισθόν μου ἀνθ’ ὧν ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκά- λεσεν τὸ ὄνομα αὐτοῦ Ἰσσαχάρ, ὅ ἐστιν Μισθός.

καὶ συνέλαβεν ἔτι [*](DE 3 ἴνα τεκνοποιησωμαι] κα τεκνοποιήσομαι D sil E | καγω] καὶ ἐγὼ D 4 κα ἐσῆλθεν] εἰσῆλθεν ’δε E ἑο θεὸς] κݲςݲ E | δία του E 8 om E | συνεβάλετο] συνεαλετο A* (συνεβ. Α 1) συνελάβετο DE | 10 om εἰσῆλθεν ’δε πρὸς ἀυτὴν Ιακωβ DE | καὶ συνέλαβεν] συνέλαβεν ’δε E 12 om ἔτι 1° DE | om ἔτι 2° Ε 13 καὶ ἐκάλεσεν] ἐκάλεσεν ’δε E + πλοῦτος E 14 Ρουβιμ Ε 15 μη] ἄλλα E | μανδραγορους AD 16 πρὸς με D Ι καὶ ἐκοιμήθη] ἐκοιμήθη ’δε E 17 ἀύτης θεςο] θεὸς Λειας D sil θ’ τῆς Αἴας E 18 δέδωκεν] ἔδωκεν DE | om μοι DE | 1°] μοι E | ἀνθ’ ου DE)

55
Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.

καὶ εἶπεν Λεία Δεδώρηται ὁ [*](Α) θεός μοι δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλών.

καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δεινά. καὶ ἔστη τοῦ τίκτειν.

ἐμνήσθη δὲ ὁ θεὸς Ῥαχήλ· καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν·

καὶ συλλαβοῦσα ἔτεκεν Ἰακὼβ υἱόν. εἶπεν δὲ Ραχήλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος·

καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ρον.

Ἐγένετο δὲ ὡς ἔτεκεν Ῥαχὴλ τὸν ἸωσήΦ, εἶπεν Ἰακὼβ Λαβάν Ἁπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.

ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, περὶ ὧν σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλίαν ἣν δεδούλευκά σοι.