Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν, καθότι ἡμεῖς σε οὐκ έβδελυεάεθα, καὶ ὃν τρόπον ἐχρήμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης. καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου.

καὶ ἐποίησεν αὐτοῖς δοχήν· καὶ ἔφαγον καὶ ἔπιον.

καὶ ἀναστάντες τὸ πρωί, ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ, καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας.

ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ.

καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ορκος· διὰ τοῦτο ἐκάλεσεν τὸ Ὄνομα τῇ πόλει Φρέαρ Φρέαρ ἕως τῆς σήμερον ἡμέρας.

Ἦν δὲ ’Hσαὺ ἐτῶν τεσσεράκοντα καὶ ἔλαβεν γυναῖκα Ἰουδίν, θυγατέρα εὴρ τοῦ Χετταίου, καὶ τὴν Μασεμμάθ, θυγατέρα Αἰλὼμ τοῦ Εἀαίου·

καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῆ Ῥεβέκκα.

Έγένετο δὲ μετὰ τὸ γηρᾶσαι Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· καὶ ἐκάλεσεν Ἠσαὺ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ Υἱἐ μου. καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγώ. ἐγώ.

καὶ εἶπεν Ἴδου γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελεmῆς μου·

νῦν οὖν λάβε τὸ σκεῦος, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν·

καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκόν μοι ἵνα φάγω· ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὸ τοῦ ἀποθανεῖν με.

Ῥεβέκκα δὲ ἤκουσεν λαλοῦντος Ἰσαὰκ πρὸς ’Hσαὺ τὸν υἱὸν αὐτοῦ· ἐπορεύθη δὲ Ἠσαὺ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ.

'Ρεβέκκα δὲ εἶπεν πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω Ιδε ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἠσαὺ τὸν ἀδελφόν σου λέγοντος

Ἔνευκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα· ἵνα φαγὼν [*](¶ D) εὐλογήσω σε ἐναντίον Κυρίου ¶ πρὸ τοῦ ἀποθανεῖν με.