Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.

εἶπεν δ πρὸς Ἰσαάκ Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου

καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι καὶ κατῴκησεν ἐκεῖ.

καὶ πάλιν Ἰσαὰκ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· καὶ ἐπω- νόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ὠνόμασεν Ἀβραὰμ ὁ πατὴρ αὐτοῦ.

ὤρυξαν δὲ οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεραρῶν, καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντός.

καὶ ἐμαχέσαντο Γεραρῶν μετὰ τῶν ποιμένων Ἰσαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ καὶ ἐκάλεσεν τό ὄνομα τοῦ φρέατος ἐκείνου Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.

ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου, καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Ἐχθρία.

ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων Διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.

ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.

καὶ ὤφθη αὐτῷ κύριος ἐν τῆ νυκτὶ ἐκείνῃ, καὶ εἶπεν Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου.

καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ.

καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεραρῶν, καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.

καὶ εἶπεν αὐτοῖς Ἰσαάκ Ἵνα τί ἤλθατε πρὸς με καὶ ἀπεστείλατέ με ἀφ’ ὑμῶν.

καὶ εἶπαν [*](12 ηυλογησεν DE 13 ὑψώθη] ηυξηθη Ε | μειζον ἐγένετο E | μέγας εγεo DE D sil E 14 αυτω] ἀυτὴ Α 15 om του πατρὸς 1° DE 17 Ισαακ D | κατελυσεν] κατῴκησεν E | om καὶ κατῴκησεν ἔκει E 18 om καὶ ενεφραξαν...πατερα αὐτοῦ D | om κάτα τὰ ονοματα D I ὠνόμασεν] ἐπωνόμασεν DE | om Ἀβρααμ 3° E 19 ὤρυξαν ’δε] καὶ ὤρυξαν D ( καὶ w...) E | εὗρεν D εὗραν E 20 Ισαακ] pr του E | om ἐκείνου Dsil E 21—22 om ἐκρίνοντο ...ετερον E 22 ἐμαχήσαντο E 24 ενλογησω] ηὐλόγηκα DE | δι Αβρ. E 25 θυσιαστ.] + τὼ κݲωݲ E | επεκαλεσατο] + ἔκει E | σαακ] + ἐν τῆ φάραγγι Γε. E 26 Οχοζακ D | Φιχολ E 27 ἐξαπεστείλατε)

46
[*](Α) Ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ, καὶ εἴπαμεν Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην