Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐγένετο δὲ ἡ ζωὴ Σάρρας ἔτη ἑκατὸν εἴκοσι ἑπτά.

καὶ ἀπέθανεν Σάρρα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι· αὕτη Χεβρὼν ἐν γῇ Xανάαν. ἦλθεν δὲ Ἀβραὰμ κόψασθαι Σάρραν καὶ πενθῆσαι.

καὶ ἀνέστη Ἀβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ· καὶ εἶπεν Ἀβραὰμ τοῖς υἱοῖς Xὲτ λέγων

Πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε οὖν μοι κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.

ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Xὲτ πρὸς Ἀβραὰμ λέγοντες

Μή, κύριε· ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν τὸ μνημεῖον αὐτοῦ κωλύσει ἀπὸ σοῦ, τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.

ἀναστὰς δὲ Ἀβραὰμ προσεκύνησεν τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς Xέτ.

καὶ ἐλάλησεν πρὸς αὐτοὺς Ἀβραὰμ λέγων Εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σάαρ·

καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μερίδι τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότε μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.

Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Xετταῖος πρὸς Ἀβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Xὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν, λέγων

Παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου. τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου.

καὶ προσεκύνησεν Ἀβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς·

καὶ εἶπεν τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον παντὸς τοῦ λαοῦ τῆς γῆς Ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψον τὸν νεκρόν μου ἐκεῖ.

[*](D 22 Xασαδ D (Χασ.. D) | Φαλδας] Φαλδαλ D*vi (Φαλδας D1?) | om και τον Ιελδαφ D 24 Ρεηρα] Ρεημα D | τον Τααμ και [τον] Ταβεκ D XXIII 1 Σαρρας· D | επτα] + ετη ζωης Σαρρας· D 3 om Αβρααμ 2° D | Χετ] pr [το]υ D 4 εκει] απ εμου D 5 Χετ] pr του D 6 ει συ D Ι τὸ μν. αὐτοῦ κωλύσει] μὴ κωλύση τὸ μν. αὐτοῦ D Ι του θάψαι] θαφον D 7 Χετ] pr του D 9 μεριδει Α μερει D sil (μερϊ D vid) | δοτε] δοτω D | μνημνημείου] pr του D 13 om εναντιον D | θαψον] θαψω D sil)
37

ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἀβραὰμ λέγων

Οὐχί, κύριε, ἀκήκοα γάρ· [*](Α) τετρακοσίων διδράχμων ἀργυρίου· ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ τί ἄν τοῦτο; σὺ δὲ τὸν νεκρόν σου θάψον.

καὶ ἤκουσεν Ἀβραὰμ τῷ Ἐφρών· καὶ ἀπεκατέστησεν Ἀβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐντόροις.

καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστιν κατὰ πρόσωπον Μαθβρή, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν αὐτῷ, καὶ πᾶν δένδρον ὃ ἦν ἐν τῷ ἀγρῷ, ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,

τῷ Ἀβραὰμ εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χέτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.

μετὰ ταῦτα Ἔθαψεν Ἀβραὰμ Σάρραν τὴν γτωαῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρή· § αὕτη ἐστὶν Χεβρὼν ἐν τῇ γῇ Χανάαν.

καὶ ἐκυρώθη § ὁ ἀγρὸς καὶ τὸ σπήλαιον ὃ ἦν αὐτῷ τῷ Ἀβραὰμ εἰς κτῆσιν τάφου πα ἁ τῶν υἱῶν Χέτ.