Genesis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπῆρεν Ἀβρὰμ ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.

Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς· καὶ κατέβη Ἀβρὰμ παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

ἐγένετο δὲ ἡνίκα ἤγγισεν Ἀβρὰμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἀβρὰμ Σάρα γυναικὶ αὐτοῦ Γινώσκω ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ· ¶

ἔσται οὖν ὡς [*](¶ D) ἄν ἴδωσίν σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι Γυνὴ αὐτοῦ ἐστὶν αὐτή· καὶ ἀποκτενοῦσίν με, σὲ δὲ περιποιήσονται.

εἰπὸν οὖν ὅτι Ἀδελφὴ αὐτοῦ εἰμί, ὅπως ἄν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου [*](31 πορευθηναd πορεύεσθαι D (....υεσθαι D) | εἰς τὴν γῆν] om τὴν E 32 Θάρρα (1°) D | ἔτη διακόσια πέντε D πέντε καὶ διακ. ἔτη Ε XII 1 τὴν γῆν] pr καὶ δεῦρο Ε (om AD) | ἀν’] ἔαν Ε 3 ἐνευλογηθήσονται D sil (και εν...D) E 4 μετ’ αυτου Λωτ] μέτα του Λ. D | πεντε και εβδ. ετων Ε 5 Σαραν DE | εξηλθοσαν] ἐξῆλθεν DE | om κα. ἦλθ’. εἰς γ. Χαν. | E | ηλθον] ἦλθεν D 6 βραμ] + τὴν γην D sil E | om εἰς τὸ μῆκος ἀυτὴ D 7 post ἀυτῶ 2° ras I lit Α 8 κάτα ανατ. D sil E bis | ἐν Βαιθηλ] om ἐν D | ἔπι ὀνόματι] τὸ ὄνομα Ε | post κυρίου ras 15 litt Α 11 om αὐτοῦ D * (adscr ‘quasi custodem’ D a) 12 εἰδῶσιν Ε | om ἐστιν Ε | ἀποκτείνουσιν Ε)

20
[*](Α) ἕνεκεν σοῦ.

ἐγένετο δὲ ἡνίκα εἰσῆλθεν Ἀβράμ εἰς Μrπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ ὅτι καλὴ ἦν σφόδρα,

καὶ ἴδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αm̓ὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν πρὸς Φαραώ.

καὶ τῷ Ἁβρὰμ εὑ ἐχρήσαντο δι' αm̓ήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι, παῖδες κα παδσκαι, ἡμίονοι καὶ κάμηλοι.

καὶ ἤτασεν ὁ θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σόρας τῆς γυναικὸς

καλέσας δὲ Φαραὼ τὸν Ἀβρὰμ εἶπεν Τί τοῦτο ἐποίησάς μοι, ὄτι οὐκ ἀπήηειλός μοι ὅτι γυνή σού ἐστιν;

ἵνα τί εἴπας ὅτι μού ἐστιν,. καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ εἰς γυναῖκα. κα νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε.

καὶ ἐνετείλατο Φαραὼ ἀωδράσιν περὶ Ἀβράμ, συνπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ’ αὐτοῦ.

Άνέβη δέ Ἁβρὰμ ἐξ Αἰγύπτου αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ’ αὐτοῦ εἰς τὴν ἔρημον.

Ἀβρὰμ δὲ ἢν πλούσιος σφόδρα κτήνεσιν καὶ ἀργυρίῳ κοὶ χρυσίῳ.

καὶ ἐπορεύθη ὄθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθήλ καὶ ἀνὰ μέσον Ἀγγαί,

εἰς τὸν τόπον τοῦ οὗ ἐποίησεν ἐκεῖ τὴν σκηνήν· καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου.

καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ Ἀβαὰμ ἢν πρόβατα καὶ βόες καὶ κτήνη.

καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν κεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά καὶ οὐκ ἐδύναντο κατοικεῖν ὁμὰ.

καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἀβρὰμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν [*](D) Λώτ. § οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τήν γῆν.

εἶπεν δὲ Ἁβρὰμ τῷ Λὼτ Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμένων σοῦ καὶ ἀνὰ μέσον τῶν πομενων μου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμέν.