Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ καθʼ ὅλου συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ πολλὰ κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν ἀνθρώπων κατὰ τὸ ἴδιον τῆς φύσεως ἀποτελομένων, ὧν τὸ προγνωστικὸν μέρος γενεθλιαλογικὸν καλοῦμεν δύναμιν μὲν μίαν καὶ τὴν αὐτὴν ἀμφοτέρων τῶν εἰδῶν ἡγεῖσθαι προσήκει καὶ περὶ τὸ ποιητικὸν καὶ περὶ τὸ θεωρητικόν, ἐπειδήπερ καὶ τῶν καθʼ ὅλου καὶ τῶν καθʼ ἕνα ἕκαστον συμπτωμάτων αἰτία μὲν ἡ τῶν πλανωμένων ἀστέρων ἡλίου τε καὶ σελήνης κίνησις, προγνωστικὴ δὲ ἡ τῆς τῶν ὑποκειμένων αὐτῆς φύσεων τροπῆς κατὰ τὰς ὁμοιοσχήμονας τῶν οὐρανίων παρόδους διὰ τοῦ περιέχοντος ἐπιστημονικὴ παρατήρησις, πλὴν ἐφʼ ὅσον ἡ μὲν καθολικὴ περίστασις μείζων τε καὶ αὐτοτελής, ἡ δʼ ἐπὶ μέρους οὐχ ὁμοίως. ἀρχὰς δʼ οὐκέτι τὰς αὐτὰς ἀμφοτέρων νομιστέον εἶναι, ἀφʼ ὧν τὴν τῶν οὐρανίων διάθεσιν ὑποτιθέμενοι τὰ διὰ τῶν τότε σχηματισμῶν σημαινόμενα πειρώμεθα προγινώσκειν, ἀλλὰ τῶν μὲν καθολικῶν πολλάς, ἐπειδὴ μίαν τοῦ παντὸς οὐκ ἔχομεν· καὶ ταύτας οὐκ ἀπ̓

αὐτῶν τῶν ὑποκειμένων πάντοτε λαμβανομένας, ἀλλὰ καὶ ἀπὸ τῶν περιεχόντων καὶ τὰς αἰτίας ἐπιφερόντων· σχεδὸν γὰρ πάσας ἀπό τε τῶν τελειοτέρων ἐκλείψεων καὶ τῶν ἐπισήμως παροδευόντων ἀστέρων ἐπισκεπτόμεθα· τῶν δὲ καθ̓ ἕνα ἕκαστον τῶν ἀνθρώπων καὶ μίαν καὶ πολλάς· μίαν μὲν τὴν αὐτοῦ τοῦ συγκρίματος ἀρχήν· καὶ ταύτην γὰρ ἔχομεν· πολλὰς δὲ τὰς κατὰ τὸ ἑξῆς τῶν περιεχόντων πρὸς τὴν πρώτην ἀρχὴν ἐπισημασίας συμβαινούσας, προηγουμένης μέντοι τῆς μιᾶς ἐνθάδε εἰκότως, ἐπειδήπερ αὐτὴ καὶ τὰς ἄλλας ἀποτελεῖ. τούτων δʼ οὕτως ἐχόντων ἀπὸ μὲν τῆς πρώτης ἀρχῆς θεωρεῖται τὰ καθʼ ὅλου τῆς συγκρίσεως ἰδιώματα, διὰ δὲ τῶν ἄλλων τὰ κατὰ καιροὺς παρὰ τὸ μᾶλλον καὶ ἧττον συμβησόμενα κατὰ τὰς λεγομένας τῶν ἐφεξῆς χρόνων διαιρέσεις. Ἀρχῆς δὲ χρονικῆς ὑπαρχούσης τῶν ἀνθρωπίνων τέξεων φύσει μὲν τῆς κατʼ αὐτὴν τὴν σποράν, δυνάμει δὲ καὶ κατὰ τὸ συμβεβηκὸς τῆς κατὰ τὴν ἀποκύησιν ἐκτροπῆς, ἐπὶ μὲν τῶν ἐγνωκότων τὸν τῆς σπορᾶς καιρὸν ἤτοι συμπτωματικῶς ἢ καὶ παρατηρητικῶς ἐκείνῳ μᾶλλον προσήκει πρός τε
τὰ τοῦ σώματος καὶ τὰ τῆς ψυχῆς ἰδιώματα κατακολουθεῖν, τὸ ποιητικὸν τοῦ κατʼ αὐτὸν τῶν ἀστέρων σχηματισμοῦ διασκεπτομένους. ἅπαξ γὰρ ἐν ἀρχῇ τὸ σπέρμα ποιόν πως γενόμενον ἐκ τῆς τοῦ περιέχοντος διαδόσεως, κἂν διάφορον τοῦτο γίνηται κατὰ τοὺς ἐφεξῆς τῆς σωματοποιήσεως χρόνους, αὐτὸ τὴν οἰκείαν μόνην ὕλην φυσικῶς προσεπισυγκρίνον ἑαυτῷ κατὰ τὴν αὔξησιν ἔτι μᾶλλον ἐξομοιοῦται τῇ τῆς πρώτης ποιότητος ἰδιοτροπίᾳ. Ἐπὶ δὲ τῶν μὴ γινωσκόντων, ὅπερ ὡς ἐπὶ πᾶν συμβαίνει, τῇ κατὰ τὴν ἐκτροπὴν ἀρχῇ καὶ ταύτῃ προσανέχειν ἀναγκαῖον, ὡς μεγίστῃ καὶ αὐτῇ καὶ μόνῳ τούτῳ τῆς πρώτης λειπομένῃ, τῷ δἰ ἐκείνης καὶ τὰ πρὸ τῆς ἐκτέξεως δύνασθαι προγινώσκεσθαι· καὶ γὰρ εἰ τὴν μὲν ἀρχὴν ἄν τις εἴποι, τὴν δʼ ὥσπερ καταρχήν, τὸ μέγεθος αὐτῆς τῷ μὲν χρόνῳ γίνεται δεύτερον, ἴσον δὲ καὶ μᾶλλον τελειότερον τῇ δυνάμει, σχεδόν τε δικαίως ἐκείνη μὲν ἂν ὀνομάζοιτο σπέρματος ἀνθρωπίνου γένεσις, αὕτη δὲ ἀνθρώπου. πλεῖστά τε γὰρ τότε προσλαμβάνει τὸ βρέφος ἃ μὴ πρότερον, ὅτε κατὰ γαστρὸς ἦν, προσῆν αὐτῷ, καὶ αὐτὰ τὰ ἴδια μόνης τῆς ἀνθρωπίνης φύσεως, ὅ τε σωματώδης σχηματισμός· κἂν μηδὲν αὐτῷ δοκῇ τὸ κατὰ τὴν ἔκτεξιν περιέχον εἰς τὸ τοιῷδε εἶναι συμβάλλεσθαι, αὐτὸ γοῦν τὸ κατὰ τὸν οἰκεῖον τοῦ
περιέχοντος σχηματισμὸν εἰς φῶς ἐλθεῖν συμβάλλεται, τῆς φύσεως μετὰ τὴν τελείωσιν πρὸς τὸ ὁμοιότυπον κατάστημα τῷ κατʼ ἀρχὰς διαμορφώσαντι μερικῶς τῆν ὁρμὴν τῆς ἐξόδου ποιουμένης· ὥστʼ εὐλόγως καὶ τῶν τοιούτων ἡγεῖσθαι δηλωτικὸν εἶναι τὸν κατὰ τὴν ἐκτροπὴν τῶν ἀστέρων σχηματισμόν, οὐχ ὡς ποιητικὸν μέντοι πάντως, ἀλλ̓ ὡς ἐξ ἀνάγκης ἔχοντα καὶ κατὰ φύσιν ὁμοιότατον τῇ δυνάμει τὸ ποιητικόν. Προθέσεως δὲ κατὰ τὸ παρὸν ἡμῖν οὔσης καὶ τοῦτο τὸ μέρος ἐφοδικῶς ἀναπληρῶσαι κατὰ τὸν ἐν ἀρχῇ τῆσδε τῆς συντάξεως ὑφηγημένον ἐπιλογισμὸν περὶ τοῦ δυνατοῦ τῆς τοιαύτης προγνώσεως, τὸν μὲν ἀρχαῖον τῶν προρρήσεων τρόπον τὸν κατὰ τὸ συγκρατικὸν εἶδος τῶν ἀστέρων πάντων ἢ τῶν πλείστων, πολύχουν τε ὄντα καὶ σχεδὸν ἄπειρον, εἴ τις αὐτὸν ἀκριβοῦν ἐθέλοι κατὰ τὴν διέξοδον, καὶ μᾶλλον ἐν ταῖς κατὰ μέρος ἐπιβολαῖς τῶν φυσικῶς ἐπισκεπτομένων ἢ ἐν ταῖς παραδόσεσι ἀναθεωρεῖσθαι δυναμένων, παραιτησόμεθα διά τε τὸ δύσχρηστον καὶ τὸ δυσδιέξοδον. τὰς δὲ πραγματείας αὐτὰς δἰ ὧν ἕκαστα τῶν εἰδῶν κατὰ τὸν ἐπιβληματικὸν τρόπον συνορᾶται καὶ τὰς κατὰ τὸ ἰδιότροπον καὶ ὁλοσχερέστερον τῶν ἀστέρων πρὸς ἕκαστα ποιητικὰς δυνάμεις ὡς ἔνι μάλιστα παρακολουθητικῶς τε ἅμα καὶ ἐπιτετμημένως
κατὰ τὸν φυσικὸν στοχασμὸν ἐκθησόμεθα· τοὺς μὲν τοῦ περιέχοντος τόπους πρὸς οὓς ἕκαστα θεωρεῖται τῶν ἀνθρωπίνων συμπτωμάτων, καθάπερ σκοπὸν οὗ δεῖ καταστοχάζεσθαι, προυποτιθέμενοι, τὰς δὲ τῶν τοῖς τόποις κατʼ ἐπικράτησιν τῶν συνοικειουμένων σωμάτων ποιητικὰς δυνάμεις, ὥσπερ ἀφέσεις βελῶν, κατὰ τὸ ὁλοσχερέστερον ἐφαρμόζοντες, τὸ δὲ ἐκ τῆς συγκράσεως τῆς ἐκ πλειόνων φύσεων περὶ τὸ ὑποκείμενον εἶδος συναγόμενον ἀποτέλεσμα καταλιπόντες, ὥσπερ εὐστόχῳ τοξότῃ, τῷ τοῦ διασκεπτομένου λογισμῷ. πρῶτον δὲ περὶ τῶν καθʼ ὅλου διὰ τῆς κατὰ τὴν ἐκτροπὴν ἀρχῆς θεωρουμένων ποιησόμεθα τὸν λόγον κατὰ τὴν προσήκουσαν τῆς τάξεως ἀκολουθίαν· πάντων μέν, ὡς ἔφαμεν, τῶν φύσιν ἐχόντων διὰ ταύτης λαμβάνεσθαι δυναμένων, συνεργησόντων δὲ εἴ τις ἔτι περιεργάζεσθαι θέλοι πρὸς μόνα τὰ κατ̓ αὐτὴν τὴν σύγκρισιν ἰδιώματα καὶ τῶν κατὰ τὸν τῆς σπορᾶς χρόνον διὰ τῆς αὐτῆς θεωρίας ὑποπιπτόντων ἰδιωμάτων.

Περὶ μοίρας ὡροσκοπούσης Ἐπειδὴ περὶ τοῦ πρώτου καὶ κυριωτάτου, τουτέστι τοῦ μορίου τῆς κατὰ τὴν ἐκτροπὴν ὥρας, ἀπορία γίνεται πολλάκις, μόνης μὲν ὡς ἐπὶ πᾶν τῆς δἰ ἀστρολάβων ὡροσκοπίων κατʼ αὐτὴν τὴν ἔκτεξιν

διοπτεύσεως τοῖς ἐπιστημονικῶς παρατηροῦσι τὸ λεπτὸν τῆς ὥρας ὑποβάλλειν δυναμένης, τῶν δ̓ ἄλλων σχεδὸν ἁπάντων ὡροσκοπίων, οἷς οἱ πλεῖστοι τῶν ἐπιμελεστέρων προσέχουσι, πολλαχῆ διαψεύδεσθαι τῆς ἀληθείας δυναμένων, τῶν μὲν ἡλιακῶν παρὰ τὰς τῶν θέσεων καὶ τῶν γνωμόνων ἐπισυμπιπτούσας διαστροφάς, τῶν δὲ δἰ ὑδρολογίων παρὰ τὰς τῆς ῥύσεως τοῦ ὕδατος ὑπὸ διαφόρων αἰτιῶν καὶ διὰ τὸ τυχὸν ἐποχάς τε καὶ ἀνωμαλίας, ἀναγκαῖον ἂν εἴη προπαραδοθῆναι τίνα ἄν τις τρόπον εὑρίσκοι τὴν ὀφείλουσαν ἀνατέλλειν μοῖραν τοῦ ζωδιακοῦ κατὰ τὸν φυσικὸν καὶ ἀκόλουθον λόγον, προυποτεθείσης τῆς κατὰ τὴν διδομένην σύνεγγυς ὥραν διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρισκομένης. δεῖ δὴ λαμβάνειν τὴν τῆς ἐκτροπῆς προγενομένην ἔγγιστα συζυγίαν, ἐάν τε σύνοδος ᾖ ἐάν τε πανσέληνος, καὶ τὴν μοῖραν ἀκριβῶς διασκεψαμένους, συνόδου μὲν οὔσης τὴν ἀμφοτέρων τῶν φωτῶν, πανσελήνου δὲ τὴν τοῦ ὑπὲρ γῆν αὐτῶν
ὄντος, κατά τε τὸν χρόνον τῆς ἐκτροπῆς ἰδεῖν τοὺς πρὸς αὐτὴν οἰκοδεσποτικὸν ἔχοντας λόγον τῶν ἀστέρων, τοῦ τρόπου καθʼ ὅλου τοῦ κατὰ τὴν οἰκοδεσποτίαν ἐν πέντε τούτοις θεωρουμένου, τριγώνῳ τε καὶ οἴκῳ καὶ ὑψώματι καὶ ὁρίῳ καὶ φάσει ἢ συσχηματισμῷ, τουτέστιν ὅταν ἕν τι ἢ πλείονα τούτων ἢ καὶ πάντα ὁ ζητούμενος ἔχει τόπος πρὸς τὸν μέλλοντα οἰκοδεσποτήσειν. ἐὰν μὲν οὖν ἕνα πρὸς ταῦτα πάντα ἢ τὰ πλεῖστα οἰκείως διακείμενον εὑρίσκωμεν, ἣν ἂν ἐπέχῃ μοῖραν οὗτος ἀκριβῶς καθʼ ὃ παροδεύει δωδεκατημόριον, ἐν τῷ τῆς ἐκτροπῆς χρόνῳ τὴν ἰσάριθμον αὐτῇ κρινοῦμεν ἀνατέλλειν ἐν τῷ διὰ τῆς τῶν ἀναφορῶν πραγματείας εὑρημένῳ ἐγγυτέρῳ δωδεκατημορίῳ. ἐὰν δὲ δύο ἢ καὶ πλείους συνοικοδεσποτοῦντας, οὗ ἂν αὐτῶν ἡ κατὰ τὴν ἐκτροπὴν μοιρικὴ πάροδος ἐγγύτερον ἔχῃ τὸν ἀριθμὸν τῇ κατὰ τὰς ἀναφορὰς ἀνατελλούσῃ, τούτου τῇ ποσότητι τῶν μοιρῶν καταχρησόμεθα. εἰ δὲ δύο ἢ καὶ πλείους ἐγγὺς εἶεν τῷ ἀριθμῷ, τῷ μᾶλλον ἔχοντι λόγον πρός τε τὰ κέντρα καὶ τὴν αἵρεσιν κατακολουθήσομεν· ἐὰν μέντοι πλείων ᾖ ἡ διάστασις τῶν τῆς οἰκοδεσποτίας μοιρῶν πρὸς τὴν κατὰ τὸ ὁλοσχερὲς ὡροσκόπιον ἤπερ πρὸς τὴν κατὰ τὸ
ὅμοιον μεσουράνημα, τῷ αὐτῷ ἀριθμῷ πρὸς τὴν μεσουρανοῦσαν μοῖραν καταχρησάμενοι, διὰ ταύτης καὶ τὰ λοιπὰ τῶν κέντρων διαστησόμεθα.

Διαίρεσις γενεθλιαλογίας Τούτων δὴ προεκτεθειμένων, εἴ τις αὐτῆς τῆς τάξεως ἕνεκα διαιροίη τὸ καθʼ ὅλου τῆς γενεθλιαλογικῆς θεωρίας, εὕροι ἂν τῶν κατὰ φύσιν καὶ δυνατῶν καταλήψεων τὴν μὲν τῶν πρὸ τῆς γενέσεως οὖσαν συμπτωμάτων μόνον, ὡς τὴν τοῦ περὶ γονέων λόγου, τὴν δὲ τῶν καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν, ὡς τὴν τοῦ περὶ ἀδελφῶν λόγου, τὴν δὲ τῶν κατʼ αὐτὴν τὴν γένεσιν, οὐκέθʼ οὕτω μίαν οὖσαν καὶ ἁπλῆν· τελευταίαν δὲ τὴν τῶν μετὰ τὴν γένεσιν, πολυμερεστέραν καὶ ταύτην θεωρουμένην. ἔστι δὲ τῶν μὲν κατʼ αὐτὴν τὴν γένεσιν ἐπιζητουμένων ὅ τε περὶ ἀρρενικῶν καὶ θηλυκῶν λόγος καὶ ὁ περὶ διδυμογόνων ἢ πλειστογόνων καὶ ὁ περὶ τεράτων καὶ ὁ περὶ ἀτρόφων· τῶν δὲ μετὰ τὴν γένεσιν ὅ τε περὶ χρόνων ζωῆς, ἐπειδήπερ οὐ συνῆπται τῷ περὶ ἀτρόφων, ἔπειτα ὁ περὶ μορφῆς σώματος καὶ ὁ περὶ παθῶν ἢ σινῶν σωματικῶν· ἑξῆς δὲ ὁ περὶ ψυχῆς ποιότητος καὶ ὁ περὶ παθῶν

ψυχικῶν· ἔπειθʼ ὁ περὶ τύχης κτητικῆς καὶ ὁ περὶ τύχης ἀξιωματικῆς, μετὰ δὲ ταῦτα ὁ περὶ πράξεως ποιότητος· εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων· ἑξῆς δʼ ὁ περὶ ξενιτείας καὶ τελευταῖος ὁ περὶ τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δʼ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος· ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας ἀποπεμπόμενοι· τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν, οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δἰ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι· καθʼ ὅλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα μὴ καθʼ ἕκαστον εἶδος ταυτολογῶμεν. Πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζωδιακοῦ τῷ ζητουμένῳ τῆς γενέσεως κατʼ εἶδος κεφαλαίῳ, καθάπερ λόγου ἕνεκεν τῷ περὶ πράξεων τὸν τοῦ μεσουρανήματος, ἢ τῷ περὶ πατρὸς τὸν ἡλιακόν· ἔπειτα θεωρεῖν τοὺς λόγον ἔχοντας πρὸς τὸν ὑποκείμενον τόπον τῶν ἀστέρων οἰκοδεσποτίας καθʼ οὓς ἐπάνω προείπομεν πέντε
τρόπους. κἂν μὲν εἷς ᾖ ὁ κατὰ πάντας κύριος, τούτῳ διδόναι τὴν ἐκείνης τῆς προτελέσεως οἰκοδεσποτίαν· ἐὰν δὲ δύο ἢ τρεῖς, τοῖς τὰς πλείους ἔχουσι ψήφους· μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποιὸν τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι· πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον· δραστικώτατοι μὲν γάρ εἰσιν ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις· καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς· κατὰ γένεσιν δὲ ὅταν ἐπὶ τῶν κέντρων ἢ τῶν ἐπαναφορῶν παροδεύωσι καὶ μάλιστα τῶν πρώτων, λέγω δὴ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δὲ ὅταν κοσμικῶς μὲν ἐν τοῖς ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις ὦσι· κατὰ γένεσιν δὲ ὅταν ἀποκλίνωσι τῶν κέντρων· πρὸς δὲ τὸν καθ̓
ὅλου χρόνον τοῦ ἀποτελέσματος πότερον ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια· καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν ἢ τῶν ἐπαναφορῶν· ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατʼ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.

Περὶ γονέων Ὁ μὲν οὖν προηγούμενος τύπος τῆς κατʼ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον. ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ· καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν. τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ τῆς κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ τῆς δορυφορίας τῶν φωτῶν, ἐπειδήπερ περιεχόμενοι μὲν ὑπὸ τῶν ἀγαθοποιεῖν δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως, ἤτοι ἐν τοῖς αὐτοῖς ζῳδίοις ἢ καὶ ἐν τοῖς ἑξῆς, ἐπιφανῆ καὶ λαμπρὰ τὰ περὶ τοὺς γονέας διασημαίνουσι, καὶ μάλισθʼ ὅταν τὸν μὲν ἥλιον ἑῷοι δορυφορῶσιν

ἀστέρες, τὴν δὲ σελήνην ἑσπέριοι, καλῶς καὶ αὐτοὶ διακείμενοι καθʼ ὃν εἰρήκαμεν τρόπον. ἐὰν δὲ καὶ ὁ τοῦ Κρόνου καὶ ὁ τῆς Ἀφροδίτης καὶ αὐτοὶ τυγχάνωσιν ἀνατολικοί τε καὶ ἰδιοπροσωποῦντες ἢ καὶ ἐπίκεντροι, εὐδαιμονίαν πρόδηλον ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου τῶν γονέων· τὸ δὲ ἐναντίον, ἐὰν κενοδρομοῦντα ᾖ τὰ φῶτα καὶ ἀδορυφόρητα τυγχάνοντα, ταπεινότητος καὶ ἀδοξίας τῶν γονέων ἐστὶ δηλωτικὰ καὶ μάλισθʼ ὅταν ὁ τῆς Ἀφροδίτης ἢ καὶ ὁ τοῦ Κρόνου μὴ καλῶς φαίνωνται διακείμενοι. ἐὰν δὲ δορυφόρηται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως, ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ σελήνῃ, ἢ μὴ ὑπὸ καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν ὑπονοητέον. κἂν μὲν σύμφωνος ᾖ ὁ διασημανθησόμενος τῆς τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς τὸν ἥλιον ἢ τὴν σελήνην ἐπὶ καλῷ δορυφορήσασι, παραλήψονται σῶα τὰ τῶν γονέων· ἐὰν δὲ ἀσύμφωνος ᾖ ἢ ἐναντίος, μηδενὸς ἢ τῶν κακοποιῶν εἰληφότων τὴν δορυφορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων ἔσται κτῆσις. Περὶ δὲ πολυχρονιότητος ἢ ὀλιγοχρονιότητος αὐτῶν σκεπτέον ἀπὸ τῶν ἄλλων συσχηματισμῶν. ἐπὶ μὲν γὰρ τοῦ πατρός, ἐὰν ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχηματισθῶσιν ὁπωσδήποτε
τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Κρόνου, ἢ καὶ αὐτὸς ὁ τοῦ Κρόνου σύμφωνον ἔχῃ σχηματισμὸν πρὸς τὸν ἥλιον ἤτοι συνὼν ἢ ἑξαγωνίζων ἢ τριγωνίζων, ἐν δυνάμει μὲν ὄντων αὐτῶν, πολυχρονιότητα τοῦ πατρὸς καταστοχαστέον· ἀδυναμούντων δὲ οὐχ ὁμοίως, οὐ μέντοιγε οὐδὲ ὀλιγοχρονιότητα· ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ, ὁ δὲ τοῦ Ἄρεως καθυπερτερήσῃ τὸν ἥλιον ἢ τὸν τοῦ Κρόνου, ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ αὐτὸς πάλιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον ἀλλʼ ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονίους ἢ ἐπισινεῖς· ὀλιχοχρονίους μὲν ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις, τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι, καὶ ταῖς τούτων ἐπαναφοραῖς· ἐπισινεῖς δὲ ἢ ἐπινόσους ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι, τῷ τε δύνοντι καὶ τῷ ὑπογείῳ, ἢ ταῖς τούτων ἐπαναφοραῖς· ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν ἥλιον βλέψας καθʼ ὃν εἰρήκαμεν τρόπον αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ τὰς ὄψεις ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις ἢ ῥιγοπυρέτοις ἢ σίνεσι διὰ τομῶν καὶ καύσεων περικυλίει. ὁ δὲ τοῦ Κρόνου καὶ αὐτὸς κακῶς σχηματισθεὶς πρὸς τὸν ἥλιον καὶ τοὺς θανάτους τοὺς πατρικοὺς ἐπινόσους κατασκευάζει καὶ πάθη τὰ διὰ τῆς τῶν ὑγρῶν ὀχλήσεως.
Ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ τῇ τε σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε ἢ καὶ αὐτὸς ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην, ἑξάγωνος ὢν ἢ τρίγωνος ἢ συνὼν αὐτῇ ἐν δυνάμει ὄντες, πολυχρόνιον δεικνύουσι τὴν μητέρα. ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν σελήνην ἢ τὸν τῆς Ἀφροδίτης ἐπανενεχθεὶς ἢ τετραγωνίσας ἢ διαμετρήσας, ἢ ὁ τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες, πάλιν ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις περικυλίουσι· προσθετικοὶ δὲ ἢ ἐπίκεντροι, ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν. Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον, ἀνατολικὴν μὲν οὖσαν, τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων· τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους πυρεκτικοὺς ἀπεργαζέται καὶ πάθη τὰ δἰ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρομῶν αἰφνιδίων. ὁ δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκρουστικῆς δὲ διὰ νομῶν ὑστερικῶν καὶ ἀναβρώσεων. Προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ καὶ παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων ἐν οἷς εἰσιν οἱ τὸ αἴτιον ἐμποιοῦντες ἰδιοτροπίας, ὑπὲρ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ αὐτῆς
τῆς γενέσεως ἐπεξεργασόμεθα. καὶ ἔτι παρατηρητέον ἡμέρας μὲν μάλιστα τόν τε ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν σελήνην. Λοιπὸν δὲ ἐπὶ τῶν κατʼ εἶδος ἐξεργασιῶν ἁρμόζον καὶ ἀκόλουθον ἂν εἴη τὸν τῆς αἱρέσεως πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον ὑποστησαμένους τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων ἐπισκοπεῖν κατὰ τὰς ἐφεξῆς ὑποδειχθησομένας τῶν ὁλοσχερεστέρων εἰδῶν πρακτικῶν τε καὶ συμβατικῶν ἐφόδους· τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει, καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβηκότων πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτελεσθησομένων, ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον ποιώμεθα τὴν ἐπίσκεψιν, ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν, ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ τῆς κράσεως τῶν διαφόρων
φύσεων συναγόμενον εὐστόχως ἐπιλογιζώμεθα· ὅταν δὲ διεστηκότες ἀνὰ μέρος ἑκάστοις κατὰ τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπομερίζωμεν, προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις δὲ τοῖς ἑσπερίοις. ἀπʼ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος οὐδὲν οἷόν τε καθʼ ὅλου διαθεῖναι μέγα τὸν μηδʼ ὅλως τῆς ἀρχῆς κοινωνήσαντα, τοῦ μέντοι χρόνου τῆς κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτίας αἴτιον, ἀλλʼ ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.

Περι ἀδελφῶν Ὁ μὲν οὖν περὶ γονέων τόπος σχεδὸν καὶ ἀπὸ τούτων ἂν ἡμῖν γένοιτο καταφανής· ὁ δὲ περὶ ἀδελφῶν, εἴ τις κἀνταῦθα τὸ καθʼ ὅλου μόνον ἐξετάζοι καὶ μὴ πέρα τοῦ δυνατοῦ τόν τε ἀριθμὸν ἀκριβῶς καὶ κατὰ μέρος ἐπιζητοίη, λαμβάνοιτʼ ἂν φυσικώτερον ὅ τε περὶ ὁμομητρίων μόνον καὶ ἀπὸ τοῦ μεσουρανοῦντος δωδεκατημορίου τοῦ μητρικοῦ τόπου, τουτέστι τοῦ περιέχοντος ἡμέρας μὲν τὸν τῆς Ἀφροδίτης, νυκτὸς δὲ τὴν σελήνην,ἐπειδήπερ

τοῦτο τὸ ζῴδιον καὶ τὸ ἐπαναφερόμενον αὐτῷ γίνεται τῆς μητρὸς ὁ περὶ τέκνων τόπος, ὁ αὐτὸς ὀφείλων εἶναι τῷ τοῦ γεννωμένου περὶ ἀδελφῶν. ἐὰν μὲν οὖν ἀγαθοποιοὶ τῷ τόπῳ συσχηματίζωνται, δαψίλειαν ἀδελφῶν ἐροῦμεν, πρός τε τὸ πλῆθος αὐτῶν τῶν ἀστέρων τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι τυγχάνουσι ζῳδίοις ἢ ἐν δισώμοις· ἐὰν δʼ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτῶν ἢ καὶ ἐναντιωθῶσι κατὰ διάμετρον, σπαναδελφίας εἰσὶ δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσιν· εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἡ ἐναντίωσις γένοιτο καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου καὶ πρωτοτόκοι ἢ πρωτοτρόφοι γίνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν. ἔτι μέντοι τῶν διδόντων ἀστέρων ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους ἡγητέον τοῦς διδομένους ἀδελφούς· ἐὰν δὲ ἐναντίως, ταπεινοὺς καὶ ἀνεπιφάντους· ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἢ ἐπενεχθῶσιν αὐτοῖς οἱ κακοποιοί, καὶ ὀλιγοχρονίους· δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι, τοὺς δὲ ὑστέρους οἱ λιβυκώτεροι. πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς
συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς· ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ κοινοβίους· ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν ἢ κατὰ τὴν ἐναντίαν στάσιν, φιλέχθρους καὶ φθονερούς, καὶ ὡς ἐπὶ πᾶν ἐπιβουλευτικούς. λοιπὸν δὲ καὶ τὰ καθʼ ἕκαστον αὐτῶν εἴ τις ἐπιπολυπραγμονοίη, συνεικάζοιτʼ ἂν καὶ ἐνταῦθα πάλιν, τοῦ διδόντος ἀστέρος ὑποτιθεμένου κατὰ τὸν ὡροσκοπικὸν λόγον καὶ τῶν λοιπῶν ὡς ἐπὶ γενέσεως συνθεωρουμένων.

Περὶ ἀρρενικῶν καὶ θηλυκῶν Ὑπʼ ὄψιν ἤδη καὶ τοῦ περὶ ἀδελφῶν λόγου κατὰ τὸν ἀρμόζοντα καὶ φυσικὸν τρόπον ἡμῖν γεγονότος, ἑξῆς ἂν εἴη τῶν κατʼ αὐτὴν τὴν γένεσιν ἄρξασθαι, καὶ πρῶτον ἐπιδραμεῖν τὸν περὶ ἀρρενικῶν τε καὶ θηλυκῶν ἐπιλογισμόν. θεωρεῖται δʼ οὗτος οὐ μονοειδῶς οὐδʼ ἀφʼ ἑνός τινος ἀλλʼ ἀπό τε τῶν φωτῶν ἀμφοτέρων καὶ τοῦ ὡροσκόπου τῶν τε λόγον ἐχόντων πρὸς αὐτοὺς ἀστέρων, μάλιστα μὲν κατὰ τὴν τῆς σπορᾶς διάθεσιν, ὁλοσχερέστερον δὲ καὶ κατὰ τὴν τῆς ἐκτροπῆς. τὸ δʼ ὅλον παρατηρητέον, πότερον οἱ προειρημένοι τρεῖς τόποι καὶ οἱ τούτων οἰκοδεσποτοῦντες ἀστέρες ἢ πάντες ἢ οἱ πλεῖστοι τυγχάνουσιν ἠρρενωμένοι πρὸς ἀρρενογονίαν

ἢ τεθηλυσμένοι πρὸς θηλυγονίαν, καὶ οὕτως ἀποφαντέον. διακριτέον μέντοι τούς τε ἠρρενωμένους καὶ τοὺς τεθηλυσμένους καθʼ ὃν ὑπεθέμεθα τρόπον ἐν ταῖς πινακικαῖς ἐκθέσεσι ἐν ἀρχῇ τῆς συντάξεως ἀπό τε τῆς τῶν δωδεκατημορίων ἐν οἷς εἰσι φύσεως, καὶ ἀπὸ τῆς αὐτῶν τῶν ἀστέρων, καὶ ἔτι ἀπὸ τῆς πρὸς τὸν κόσμον σχέσεως, ἐπειδήπερ ἀπηλιωτικοὶ μὲν ὄντες ἀρρενοῦνται, λιβυκοὶ δὲ θηλύνονται πρὸς δὲ τούτοις ἀπὸ τῆς πρὸς τὸν ἥλιον, ἑῷοι μὲν γὰρ πάλιν ὄντες ἀρρενοῦνται, θηλύνονται δὲ ἑσπέριοι· δἰ ὧν πάντων τὴν κατὰ τὸ πλεῖστον ἐπικράτησιν τοῦ γένους προσήκει καταστοχάζεσθαι.

Περὶ διδυμογόνων Καὶ περὶ τῶν γεννωμένων δὲ ὁμοίως ἀνὰ δύο ἢ καὶ πλειόνων τοὺς αὐτοὺς δύο τόπους παρατηρεῖν προσήκει, τουτέστι τά τε δύο φῶτα καὶ τὸν ὡροσκόπον. παρακολουθεῖν δὲ εἴωθε τοῦτο τὸ σύμπτωμα παρὰ τὰς συγκράσεις, ὅταν οἱ δύο ἢ καὶ οἱ τρεῖς τόποι δίσωμα περιέχωσι ζῴδια, καὶ μάλιστα ὅταν καὶ οἱ οἰκοδεσπόζοντες αὐτῶν ἀστέρες τὸ αὐτὸ πάθωσιν ἤ τινες μὲν ἐν δισώμοις, τινὲς δὲ ἀνὰ δύο κείμενοι τυγχάνωσιν ἢ καὶ πλείους. ἐπὰν δὲ καὶ ἐν δισώμοις ὦσιν οἱ κύριοι τόποι καὶ κατὰ τὸ αὐτὸ

πλείονες τῶν ἀστέρων συνεσχηματισμένοι, τότε καὶ πλείονα τῶν δύο κυΐσκεσθαι συμπίπτει, τοῦ μὲν πλήθους ἀπὸ τοῦ τὸ ἰδίωμα ποιοῦντος ἀστέρος τοῦ ἀριθμοῦ συνεικαζομένου, τοῦ δὲ γένους ἀπὸ τῶν συνεσχηματισμένων ἀστέρων τῷ τε ἡλίῳ καὶ τῇ σελήνῃ καὶ τῷ ὡροσκόπῳ πρὸς ἀρρενογονίαν ἢ θηλυγονίαν κατὰ τοὺς ἐν τοῖς ἔμπροσθεν εἰρημένους τρόπους. ὅταν δὲ ἡ τοιαύτη διάθεσις μὴ συμπεριλαμβάνῃ τοῖς φωσὶ τὸ τοῦ ὡροσκόπου κέντρον, ἀλλὰ τὸ τοῦ μεσουρανήματος, αἱ τοιαῦται τῶν μητέρων δίδυμα ὡς ἐπὶ πᾶν ἢ καὶ πλείονα κυΐσκουσιν. ἰδίως δὲ τρεῖς μὲν ἄρρενας πληροφοροῦσιν ὑπὸ τὴν τῶν Ἀνακτόρων γένεσιν ἅμα τοῖς προκειμένοις τόποις ἐν δισώμοις συσχηματισθέντες Κρόνος, Ζεύς, Ἄρης· τρεῖς δὲ θηλείας ὑπὸ τὴν τῶν Χαρίτων Ἀφροδίτη, σελήνη μεθʼ Ἑρμοῦ τεθηλυσμένου· δύο δʼ ἄρρενας καὶ μίαν θήλειαν ὑπὸ τὴν τῶν Διοσκούρων Κρόνος, Ζεύς, Ἀφροδίτη· δύο δὲ θηλείας καὶ ἄρρενα ἕνα ὑπὸ τὴν Δήμητρος καὶ Κόρης Ἀφροδίτη, σελήνη, Ἄρης· ἐφʼ ὧν ὡς ἐπὶ τὸ πολὺ συμβαίνειν εἴωθε τό τε μὴ τελεσφορεῖσθαι τὰ γινόμενα καὶ τὸ μετὰ παρασήμων
τινῶν σωματικῶν ἀποκυΐσκεσθαι καὶ ἔτι τὸ γίνεσθαί τινα τοῖς τόποις ἐξαίρετα καὶ ἀπροσδόκητα διὰ τῆς τῶν τοιούτων συμπτωμάτων ὥσπερ ἐπιφανείας.

Περὶ τεράτων Οὐκ ἀλλότριος δὲ τῆς προκειμένης σκέψεως οὐδ̓ ὁ περὶ τῶν τεράτων λόγος. πρῶτον μὲν γὰρ ἐπὶ τῶν τοιούτων τὰ μὲν φῶτα ἀποκεκλικότα ἢ ἀσύνδετα τῷ ὡροσκόπῳ κατὰ τὸ πλεῖστον εὑρίσκεται, τὰ δὲ κέντρα διειλημμένα ὑπὸ τῶν κακοποιῶν. ὅταν οὖν τοιαύτη τις ὑπʼ ὄψιν πέσῃ διάθεσις, ἐπειδὴ γίνεται πολλάκις καὶ περὶ τὰς ταπεινὰς καὶ κακοδαίμονας γενέσεις, κἂν μὴ τερατώδεις ὦσιν, εὐθὺς ἐπισκοπεῖν προσήκει τὴν προγενομένην συζυγίαν συνοδικὴν ἢ πανσεληνιακὴν καὶ τὸν οἰκοδεσποτήσαντα ταύτης τε καὶ τῶν τῆς ἐκτροπῆς φωτῶν. ἐὰν γὰρ οἱ τῆς ἐκτροπῆς αὐτῶν τόποι καὶ ὁ τῆς σελήνης καὶ ὁ τοῦ ὡροσκόπου πάντες ἢ οἱ πλείονες ἀσύνδετοι τυγχάνωσιν ὄντες τῷ τῆς προγενομένης συζυγίας τόπῳ, τὸ γεννώμενον αἰνιγματῶδες ὑπονοητέον. ἐὰν μὲν οὖν τούτων οὕτως ἐχόντων τά τε φῶτα ἐν τετράποσιν ἢ θηριώδεσιν εὑρίσκηται ζῳδίοις καὶ οἱ δύο κεκεντρωμένοι τῶν κακοποιῶν, οὐδʼ ἐξ ἀνθρώπων ἔσται τὸ γεννώμενον, ἀλλὰ μηδενὸς μὲν μαρτυροῦντος

τοῖς φωσὶ ἀγαθοποιοῦ, τῶν δὲ κακοποιῶν, τέλεον ἀνήμερον καὶ τῶν ἀγρίαν καὶ κακωτικὴν ἐχόντων φύσιν· μαρτυρούντων δὲ Διὸς ἢ Ἀφροδίτης, τῶν ἐκθειαζομένων, οἷον κυνῶν ἢ αἰλούρων ἢ τῶν τοιούτων· Ἑρμοῦ δέ, τῶν εἰς χρείαν ἀνθρωπίνην, οἷον ὀρνίθων ἢ συῶν ἢ βοῶν ἢ αἰγῶν καὶ τῶν τοιούτων. ἐὰν δὲ ἐν ἀνθρωποείδεσι τὰ φῶτα καταλαμβάνηται, τῶν ἄλλων ὡσαύτως ἐχόντων, ὑπʼ ἀνθρώπων μὲν ἢ παρʼ ἀνθρώποις ἔσται τὰ γεγενημένα, τέρατα δὲ καὶ αἰνιγματώδη τῆς κατὰ τὸ ποιὸν ἰδιότητος, καὶ ἐνταῦθα συνορωμένης ἐκ τῆς τῶν ζῳδίων μορφώσεως, ἐν οἷς οἱ διειληφότες τὰ φῶτα ἢ τα κέντρα κακοποιοὶ τυγχάνουσιν. ἐὰν μὲν οὖν κἀνταῦθα μηδὲ εἷς τῶν ἀγαθοποιῶν ἀστέρων προσμαρτυρῇ μηδενὶ τῶν προειρημένων τόπων, ἄλογα καὶ ὡς ἀληθῶς αἰνιγματώδη γίνεται τέλεον· ἐὰν δὲ ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης μαρτυρήσῃ, τιμώμενον καὶ εὔσχημον ἔσται τὸ τοῦ τέρατος ἴδιον· ὁποῖον περὶ τοὺς ἑρμαφροδίτους ἢ τοὺς καλουμένους ἁρποκρατιακοὺς καὶ τοὺς τοιούτους εἴωθε συμβαίνειν. εἰ δὲ καὶ ὁ τοῦ Ἑρμοῦ μαρτυρήσειε μετὰ τούτων μὲν καὶ ἀποφθεγγομένους καὶ διὰ τῶν τοιούτων ποριστικούς· μόνος δὲ ὁ τοῦ Ἑρμοῦ νωδοὺς καὶ
κωφούς, εὐφυεῖς μέντοι καὶ πανούργους ἄλλως ἀπεργάζεται.

Περὶ ἀτρόφων Λοιποῦ δʼ ὄντος εἰς τὰ κατʼ αὐτὴν τὴν γένεσιν τοῦ περὶ ἀτρόφων λόγου, προσήκει διαλαβεῖν ὅτι πῂ μὲν ὁ τρόπος οὗτος ἔχεται τοῦ περὶ χρόνων ζωῆς λόγου, ἐπειδὴ τὸ ζητούμενον εἶδος οὐκ ἀλλότριον ἑκατέρου, πῂ δὲ κεχώρισται παρὰ τὸ κατʼ αὐτὴν τὴν τῆς ἐπισκέψεως δύναμιν διαφέρειν πως. ὁ μὲν γὰρ περὶ χρόνων ζωῆς ἐπὶ τῶν ὅλως ἐχόντων χρόνους αἰσθητοὺς θεωρεῖται, τουτέστι μὴ ἐλάττονας ἡλιακῆς περιόδου μιᾶς· χρόνος γὰρ ἰδίως ὁ τοιοῦτος ἐνιαυτὸς καταλαμβάνεται· δυνάμει δὲ καὶ ὁ ἐλάττων τούτου, μῆνές εἰσι καὶ ἡμέραι καὶ ὧραι. ὁ δὲ περὶ ἀτρόφων ἐπὶ τῶν μηδʼ ὅλως φθανόντων ἐπὶ τὸν προκείμενον χρόνον, ἀλλʼ ἐν τοῖς ἐλάττοσιν ἀριθμοῖς δἰ ὑπερβολὴν τῆς κακώσεως φθειρομένων. ἔνθεν κἀκεῖνος μὲν πολυμερεστέραν ἔχει τὴν ἐπίσκεψιν, οὗτος δὲ τὴν ὁλοσχερεστέραν. ἁπλῶς γὰρ ἐάν τε κεκεντρωμένον ᾖ τὸ ἕτερον τῶν φωτῶν καὶ τῶν κακοποιῶν ὁ ἕτερος συνῇ ἢ καὶ

διαμηκίζῃ, ταῦτα δὲ μοιρικῶς καὶ κατʼ ἰσοσκελείαν, μηδενὸς μὲν ἀγαθοποιοῦ συσχηματιζομένου, τοῦ δʼ οἰκοδεσπότου τῶν φωτῶν ἐν τοῖς τῶν κακοποιῶν τόποις κατειλημμένου, τὸ γεννώμενον οὐ τραφήσεται, παρʼ αὐτὰ δὲ ἕξει τὸ τέλος τῆς ζωῆς. ἐὰν δὲ μὴ κατʼ ἰσοσκελείαν μὲν τοῦτο συμβαίνῃ ἀλλʼ ἐγγὺς ἐπαναφέρωνται τοῖς τῶν φωτῶν τόποις αἱ τῶν κακοποιῶν βολαί, δύο δʼ ὦσιν οἱ κακοποιοί, καὶ ἤτοι τὸ ἕτερον τῶν φωτῶν ἢ καὶ ἀμφότερα βλάπτοντες ἢ κατʼ ἐπαναφορὰν ἢ κατὰ διάμετρον ἢ ἐν μέρει τὸ ἕτερον ὁ ἕτερος ἢ ὁ μὲν ἕτερος διαμετρῶν ὁ δὲ ἕτερος ἐπαναφερόμενος, καὶ οὕτως ἄχρονα γίνεται, τοῦ πλήθους τῶν κακώσεων ἀφανίζοντος τὸ ἐκ τοῦ διαστήματος τῆς ἐπαναφορᾶς εἰς ἐπιμονὴν τῆς ζωῆς φιλάνθρωπον. βλάπτει δὲ ἐξαιρέτως κατὰ μὲν τὰς ἐπαναφορὰς ἥλιον μὲν ὁ τοῦ Ἄρεως, σελήνην δὲ ὁ τοῦ Κρόνου, κατὰ δὲ τὰς διαμετρήσεις ἢ καθυπερτερήσεις ἀνάπαλιν ἥλιον μὲν ὁ τοῦ Κρόνου, σελήνην δὲ ὁ τοῦ Ἄρεως, καὶ μάλιστα ἐὰν κατάσχωσι τοπικῶς ἤτοι τὰ φῶτα
ἢ τὸν ὡροσκόπον οἰκοδεσποτήσαντες. ἐὰν δὲ δύο τυγχάνωσι διαμετρήσεις ἐπὶ κέντρων ὄντων τῶν φωτῶν καὶ τῶν κακοποιῶν κατʼ ἰσοσκελείαν, τότε καὶ νεκρὰ ἢ ἡμιθανῆ τίκτεται τὰ βρέφη. τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν ἀπόρροιαν ἀπό τινος τῶν ἀγαθοποιῶν ἔχοντα τὰ φῶτα τυγχάνῃ ἢ καὶ ἄλλως αὐτοῖς ᾖ συνεσχηματισμένα, ἐν τοῖς προηγουμένοις αὐτῶν μέρεσι μέντοιγε τὰς ἀκτῖνας αὐτῶν ἐπιφερόντων, ἐπιζήσεται τὸ τεχθὲν ἄχρι τοῦ μεταξὺ τῆς τε ἀφέσεως καὶ τῶν ἐγγυτέρων τῶν κακοποιῶν ἀκτίνων ἀριθμοῦ, τῶν μοιρῶν τοὺς ἴσους μῆνας ἢ ἡμέρας ἢ καὶ ὥρας πρὸς τὸ μέγεθος τῆς κακώσεως καὶ τὴν δύναμιν τῶν τὸ αἴτιον ποιούντων. ἐὰν δὲ αἱ τῶν κακοποιῶν ἀκτῖνες εἰς τὰ προηγούμενα φέρωνται τῶν φωτῶν, αἱ δὲ τῶν ἀγαθοποιῶν εἰς τὰ ἑπόμενα, τὸ γεννώμενον ἐκτεθὲν ἀναληφθήσεται καὶ ζήσεται. καὶ πάλιν ἐὰν μὲν οἱ συσχηματισθέντες ἀγαθοποιοὶ καθυπερτερηθῶσιν ὑπὸ τῶν κακοποιῶν εἰς κάκωσιν καὶ ὑποταγήν, ἐὰν δὲ καὶ καθυπερτερήσωσιν εἰς ὑποβολὴν αλλων γονέων. εἰ δὲ καὶ τῶν ἀγαθοποιῶν τις ἀνατολὴν ἢ τὴν συναφὴν ποιοῖτο τῇ σελήνῃ, τῶν δὲ κακοποιῶν ὑπὸ δύσιν τις εἴη, ὑπʼ αὐτῶν τῶν γονέων ἀναληφθήσεται. κατὰ τὸν αὐτὸν δὲ τὸν τρόπον καὶ ἐπὶ τῶν πλειστογονούντων.
ἐὰν μὲν ὑπὸ δύσιν τις ᾖ τῶν κατὰ δύο ἢ καὶ πλείους συνεσχηματισμένων ἀστέρων, ἡμιθανές τι ἢ σάρκωμα καὶ ἀτελὲς τὸ γεννώμενον ἀποτεχθήσεται. ἐὰν δὲ ὑπὸ κακοποιῶν καθυπερτερῆται, ἄτροφον ἢ ἄχρονον ἔσται τὸ ὑπὸ τῆς κατ̓ αὐτὸν αἰτίας συγγεγενημένον.

Περὶ χρόνων ζωῆς Τῶν δὲ μετὰ τὴν γένεσιν συμπτωμάτων ἡγεῖται μὲν ὁ περὶ χρόνων ζωῆς λόγος, ἐπειδήπερ κατὰ τὸν ἀρχαῖον γέλοιόν ἐστι τὰ καθʼ ἕκαστα τῶν ἀποτελουμένων ἐφαρμόζειν τῷ μηδʼ ὅλως ἐκ τῆς τῶν βιωσίμων ἐτῶν ὑποστάσεως ἐπὶ τοὺς ἀποτελεστικοὺς αὐτῶν χρόνους ἥξοντι. θεωρεῖται δὲ οὗτος οὐχ ἁπλῶς οὐδʼ ἀπολελυμένως, ἀλλʼ ἀπὸ τῆς τῶν κυριωτάτων τόπων ἐπικρατήσεως πολυμερῶς λαμβανόμενος. ἔστι δʼ ὁ μάλιστά τε συμφωνῶν ἡμῖν καὶ ἄλλως ἐχόμενος φύσεως τρόπος τοιοῦτος. ἤρτηται μὲν γὰρ τὸ πᾶν ἔκ τε τῆς τῶν ἀφετικῶν τόπων διαλήψεως καὶ ἐξ αὐτῶν τῶν τῆς ἀφέσεως ἐπικρατούντων καὶ ἔτι ἐκ τῆς τῶν ἀναιρετικῶν τόπων ἢ ἀστέρων. διακρίνεται δὲ τούτων ἕκαστον οὕτως.

Τόπους μὲν πρῶτον ἡγητέον ἀφετικοὺς ἐν οἷς εἶναι δεῖ πάντως τὸν μέλλοντα τὴν κυρίαν τῆς ἀφέσεως λαμβάνειν, τό τε περὶ τὸν ὡροσκόπον δωδεκατημόριον ἀπὸ πέντε μοιρῶν τῶν προαναφερομένων αὐτοῦ τοῦ ὁρίζοντος μέχρι τῶν λοιπῶν καὶ ἐπαναφερομένων εἴκοσι πέντε μοιρῶν, καὶ τὰς ταύταις ταῖς λ μοίραις δεξιὰς ἑξαγώνους τε τοῦ ἀγαθοῦ δαίμονος, καὶ τετραγώνους τοῦ ὑπὲρ γῆν μεσουρανήματος, καὶ τριγώνους τοῦ καλουμένου θεοῦ, καὶ διαμέτρους τοῦ δύνοντος· προκρινομένων καὶ ἐν τούτοις εἰς δύναμιν ἐπικρατήσεως πρῶτον μὲν τῶν κατὰ τὸ ὑπὲρ γῆν μεσουράνημα ἑστώτων, εἶτα τῶν κατὰ τὴν ἀνατολήν, εἶτα τῶν κατὰ τὴν ἐπαναφορὰν τοῦ μεσουρανήματος, εἶτα τῶν κατὰ τὸ δύνον, εἶτα τῶν κατὰ τὸ προηγούμενον τοῦ μεσουρανήματος. τό τε γὰρ ὑπὸ γῆν πᾶν εἰκότως ἀθετητέον πρὸς τὴν τηλικαύτην κυρίαν, πλὴν μόνον τῶν παρʼ αὐτὴν τὴν ἀναφορὰν εἰς φῶς ἐρχομένων, τοῦ τε ὑπὲρ γῆν οὔτε τὸ ἀσύνδετον τῷ ἀνατέλλοντι δωδεκατημόριον ἁρμόζει παραλαμβάνειν
οὔτε τὸ προανατεῖλαν, ὃ καὶ καλεῖται κακοῦ δαίμονος, ἐπειδήπερ κακοῖ τὴν ἐπὶ τὴν γῆν ἀπόρροιαν τῶν ἐν αὐτῷ ἀστέρων μετὰ τοῦ καὶ ἀποκεκλικέναι· θολοῖ τε καὶ ὥσπερ ἀφανίζει τὸ ἀναθυμιώμενον ἐκ τῶν τῆς γῆς ὑγρῶν παχὺ καὶ ἀχλυῶδες παρʼ ὃ καὶ τοῖς χρώμασι καὶ τοῖς μεγέθεσιν οὐ κατὰ φύσιν ἔχοντες φαίνονται. Μετὰ δὲ ταῦτα πάλιν ἀφέτας παραληπτέον τούς τε κυριωτάτους δ τόπους ἥλιον, σελήνην, ὡροσκόπον, κλῆρον τύχης καὶ τοὺς τούτων οἰκοδεσποτήσαντας. Κλῆρον μέντοι τύχης τὸν συναγόμενον ἀπὸ τοῦ ἀριθμοῦ πάντοτε καὶ νυκτὸς καὶ ἡμέρας τοῦ τε ἀπὸ ἡλίου ἐπὶ σελήνην, καὶ τὰ ἴσα φέροντος ἀπὸ τοῦ ὡροσκόπου κατὰ τὰ ἑπόμενα τῶν ζῳδίων, ἵνα ὃν ἔχει λόγον καὶ σχηματισμὸν ὁ ἥλιος πρὸς τὸν
ὡροσκόπον τοῦτον ἔχῃ καὶ ἡ σελήνη πρὸς τὸν κλῆρον τῆς τύχης καὶ ᾖ ὥσπερ σεληνιακὸς ὡροσκόπος. Προκριτέον δὲ καὶ ἐκ τούτων ἡμέρας μὲν πρῶτον τὸν ἥλιον. ἐάνπερ ᾖ ἐν τοῖς ἀφετικοῖς τόποις· εἰ δὲ μή, (??)ν σελήνην· εἰ δὲ μή, τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὸν ἥλιον καὶ τὴν προγενομένην σύνοδον καὶ πρὸς τὸν ὡροσκόπον, τουτέστιν ὅταν τῶν οἰκοδεσποτικῶν τρόπων ε ὄντων τρεῖς ἔχῃ πρὸς ἕνα ἢ καὶ πλείους τῶν εἰρημένων· εἰ δὲ μή, τελευταῖον τὸν ὡροσκόπον. νυκτὸς δὲ πρῶτον τὴν σελήνην, εἶτα τὸν
ἥλιον, εἶτα τὸν πλείονας ἔχοντα λόγους οἰκοδεσποτίας πρός τε τὴν σελήνην καὶ πρὸς τὴν προγενομένην πανσέληνον καὶ τὸν κλῆρον τῆς τύχης· εἰ δὲ μή, τελευταῖον, συνοδικῆς μὲν οὔσης τῆς προγενομένης συζυγίας, τὸν ὡροσκόπον, πανσεληνιακῆς δὲ τὸν κλῆρον τῆς τύχης. εἰ δὲ καὶ ἀμφότερα τὰ φῶτα ἢ καὶ ὁ τῆς οἰκείας αἱρέσεως οἰκοδεσπότης ἐν τοῖς ἀφετικοῖς εἶεν τόποις, τὸν ἐν τῷ κυριωτέρῳ τόπῳ τῶν φωτῶν παραληπτέον· τότε δὲ μόνον τὸν οἰκοδεσπότην ἀμφοτέρων προκριτέον, ὅταν καὶ κυριώτερον ἐπέχῃ τόπον καὶ πρὸς ἀμφοτέρας τὰς αἱρέσεις οἰκοδεσποτίας λόγον ἔχῃ. Τοῦ δὲ ἀφέτου διακριθέντος, ἔτι καὶ τῶν ἀφέσεων δύο τρόπους παραληπτέον, τόν τε εἰς τὰ ἑπόμενα τῶν ζῳδίων μόνον ὑπὸ τὴν καλουμένην ἀκτινοβολίαν,
ὅταν ἐν τοῖς ἀπηλιωτικοῖς τόποις, τουτέστι τοῖς ἀπὸ τοῦ μεσουρανήματος ἐπὶ τὸν ὡροσκόπον, ᾖ ὁ ἀφέτης· καὶ τὸν οὐ μόνον εἰς τὰ ἑπόμενα ἀλλὰ καὶ τὸν εἰς τὰ προηγούμενα κατὰ τὴν λεγομένην ὡριμαίαν, ὅταν ἐν τοῖς ἀποκεκλικόσι τοῦ μεσουρανήματος τόποις ᾖ ὁ ἀφέτης. Τούτων δὲ οὕτως ἐχόντων ἀναιρετικαὶ γίνονται μοῖραι κατὰ μὲν τὴν εἰς τὰ προηγούμενα τῶν ζῳδίων ἄφεσιν ἡ τοῦ δυτικοῦ ὁρίζοντος μόνη διὰ τὸ ἀφανίζειν τὸν κύριον τῆς ζωῆς· αἱ δὲ τῶν οὕτως ὑπαντώντων ἢ μαρτυρούντων ἀστέρων ἀφαιροῦσι μόνον καὶ προστιθέασιν ἔτη τοῖς μέχρι τῆς καταδύσεως τοῦ ἀφέτου συναγομένοις καὶ οὐκ ἀναιροῦσι διὰ τὸ μὴ αὐτοὺς ἐπιφέρεσθαι τῷ ἀφετικῷ τόπῳ ἀλλʼ ἐκεῖνον τοῖς αὐτῶν· καὶ προστιθέασι μὲν οἱ ἀγαθοποιοί, ἀφαιροῦσι δὲ οἱ κακοποιοί, τοῦ Ἑρμοῦ πάλιν ὁποτέροις ἂν αὐτῶν συσχηματισθῇ προστιθεμένου. ὁ δὲ ἀριθμὸς τῆς προσθέσεως ἢ ἀφαιρέσεως θεωρεῖται διὰ τῆς καθ̓ ἕκαστον μοιροθεσίας· ὅσοι γὰρ ἂν ὦσιν ὡριαῖοι χρόνοι τῆς ἑκάστου μοίρας, ἡμέρας μὲν οὔσης οἱ
τῆς ἡμέρας, νυκτὸς δὲ οἱ τῆς νυκτός, τοσοῦτον πλῆθος ἐτῶν ἔσται τὸ τέλειον, ὅπερ ἐπὶ τῆς ἀνατολῆς αὐτῶν ὄντων λογιστέον, εἶτα κατὰ τὸ ἀνάλογον τῆς ἀποχωρήσεως ὑφαιρετέον, ἕως ἂν πρὸς τὰς δυσμὰς εἰς τὸ μηδὲν καταντήσῃ. Κατὰ δὲ τὴν εἰς τὰ ἑπόμενα τῶν ζῳδίων ἄφεσιν ἀναιροῦσιν οἵ τε τῶν κακοποιῶν τόποι, Κρόνου καὶ Ἄρεως. ἤτοι σωματικῶς ὑπαντώντων ἢ ἀκτῖνα ἐπιφερόντων ὁθενδήποτε τετράγωνον ἢ διάμετρον, ἐνίοτε δὲ καὶ ἐπὶ τῶν ἀκουόντων ἢ βλεπόντων κατʼ ἰσοδυναμίαν ἑξαγώνων, καὶ αὐτὸς δὲ ὁ τῷ ἀφετικῷ τόπῳ τετράγωνος ἀπὸ τῶν ἑπομένων· ἐνίοτε δὲ καὶ ἐπὶ τῶν πολυχρονιούντων δωδεκατημορίων κακωθεὶς ὁ ἑξάγωνος, ἐπὶ δὲ τῶν ὀλιγοχρονίων ὁ τρίγωνος· σελήνης δὲ ἀφιείσης καὶ ὁ τοῦ ἡλίου τόπος. ἰσχύουσι γὰρ αἱ κατὰ τὴν τοιαύτην ἄφεσιν ἀπαντήσεις καὶ ἀναιρεῖν καὶ σῴζειν, ἐπειδὴ αὗται τῷ τοῦ ἀφέτου τόπῳ ἐπιφέρονται. οὐ πάντοτε μέντοι τούτους τοὺς τόπους
πάντως ἀναιρεῖν ἡγητέον, ἀλλὰ μόνον ὅταν ὦσι κεκακωμένοι. παραποδίζονται γὰρ ἐάν τε εἰς ἀγαθοποιοῦ ὅριον ἐμπέσωσιν, ἐάν τέ τις τῶν ἀγαθοποιῶν ἀκτῖνα συνεπιφέρῃ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον ἤτοι πρὸς αὐτὴν τὴν ἀναιρετικὴν μοῖραν ἢ εἰς τὰ ἑπόμενα αὐτῆς, ἐπὶ μὲν Διὸς μὴ ὑπὲρ τὰς ιβ μοίρας, ἐπὶ δὲ Ἀφροδίτης μὴ ὑπὲρ τὰς η· ἐάν τε σωμάτων ὄντων ἀμφοτέρων τοῦ τε ἀφιέντος καὶ τοῦ ὑπαντῶντος, μὴ ταὐτὸ πλάτος ᾖ ἀμφοτέρων. ὅταν οὖν δύο ἢ καὶ πλείονα ᾖ ἑκατέρωθεν τά τε βοηθοῦντα καὶ τὰ κατὰ τὸ ἐναντίον ἀναιροῦντα, σκεπτέον τὴν ἐπικράτησιν ὁποτέρου τῶν εἰδῶν, κατά τε τὸ πλῆθος τῶν συλλαμβανομένων αὐτοῖς καὶ κατὰ τὴν δύναμιν· κατὰ μὲν τὸ πλῆθος, ὅταν αἰσθητῶς πλείονα ᾖ τὰ ἕτερα τῶν ἑτέρων, κατὰ δύναμιν δέ, ὅταν τῶν βοηθούντων ἢ ἀναιρούντων ἀστέρων οἱ μὲν ἐν οἰκείοις ὦσι τόποις, οἱ δὲ μή· μάλιστα δʼ ὅταν οἱ μὲν ὦσιν ἀνατολικοί, οἱ δὲ δυτικοί. καθʼ ὅλου γὰρ τῶν ὑπὸ τὰς αὐγὰς ὄντων οὐδένα παραληπτέον οὔτε πρὸς ἀναίρεσιν οὔτε πρὸς βοήθειαν, πλὴν εἰ μὴ σελήνης ἀφετίδος οὔσης αὐτὸς ὁ τοῦ ἡλίου τόπος ἀνέλῃ, συντετραμμένος
μὲν ὑπὸ τοῦ συνόντος κακοποιοῦ, ὑπὸ μηδενὸς δὲ τῶν ἀγαθοποιῶν ἀναλελυμένος. Ὁ μέντοι τῶν ἐτῶν ἀριθμὸς ὃν ποιοῦσιν οἱ τῶν μεταξὺ διαστάσεων τοῦ τε ἀφετικοῦ τόπου καὶ τοῦ ἀναιροῦντος οὐχ ἁπλῶς οὐδʼ ὡς ἔτυχεν ὀφείλει λαμβάνεσθαι κατὰ τὰς τῶν πολλῶν παραδόσεις ἐκ τῶν ἀναφορικῶν πάντοτε χρόνων ἑκάστης μοίρας, εἰ μὴ μόνον ὅταν ἤτοι αὐτὸς ὁ ἀνατολικὸς ὁρίζων τὴν ἄφεσιν ᾖ εἰληφὼς ἤ τις τῶν κατʼ αὐτὸν ποιουμένων ἀνατολήν. ἑνὸς γὰρ ἐκ παντὸς τρόπου τῷ φυσικῶς τοῦτο τὸ μέρος ἐπισκεπτομένῳ προκειμένου,
σκοπεῖν μετὰ πόσους ἰσημερινοὺς χρόνους ὁ τοῦ ἑπομένου σώματος ἢ σχήματος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου κατʼ αὐτὴν τὴν γένεσιν παραγίνεται, διὰ τὸ τοὺς ἰσημερινοὺς χρόνους ὁμαλῶς διέρχεσθαι καὶ τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν, πρὸς οὓς ἀμφοτέρους αἱ τῶν τοπικῶν ἀποστάσεων ὁμοιότητες λαμβάνονται, καὶ ἰσχύειν δὲ ἕκαστον τῶν χρόνων ἐνιαυτὸν ἕνα ἡλιακὸν εἰκότως· ὅταν μὲν ἐπʼ αὐτοῦ τοῦ ἀνατολικοῦ ὁρίζοντος ᾖ ὁ ἀφετικὸς καὶ προηγούμενος τόπος, τοὺς ἀναφορικοὺς χρόνους τῶν μέχρι τῆς ὑπαντήσεως μοιρῶν προσήκει λαμβάνειν· μετὰ τοσούτους γὰρ ἰσημερινοὺς χρόνους ὁ ἀναιρέτης ἐπὶ τὸν τοῦ ἀφέτου τόπον, τουτέστιν ἐπὶ τὸν ἀνατολικὸν ὁρίζοντα, παραγίνεται· ὅταν δὲ ἐπʼ αὐτοῦ τοῦ μεσημβρινοῦ, τὰς ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφοράς, ἐν ὅσαις ἕκαστον τμῆμα διέρχεται τὸν μεσημβρινον· ὅταν
δὲ ἐπʼ αὐτοῦ τοῦ δυτικοῦ ὁρίζοντος, ἐν ὅσαις ἑκάστη τῶν τῆς διαστάσεως μοιρῶν καταφέρεται, τουτέστιν ἐν ὅσαις αἱ διαμετροῦσαι ταύτας ἀναφέρονται· τοῦ δὲ προηγουμένου τόπου μηκέτʼ ὄντος ἐν τοῖς τρισὶ τούτοις ὅροις ἀλλʼ ἐν ταῖς μεταξὺ διαστάσεσιν, οὐκ ἔτι τῶν προκειμένων ἀναφορῶν ἢ καταφορῶν ἢ μεσουρανήσεων οἱ χρόνοι τοὺς ἑπομένους τόπους οἴσουσιν ἐπὶ τοὺς αὐτοὺς τοῖς προηγουμένοις, ἀλλὰ διάφοροι. ὅμοιος μὲν γὰρ καὶ ὁ αὐτὸς τόπος ἐστὶν ὁ τὴν ὁμοίαν καὶ ἐπὶ τὰ αὐτὰ μέρη θέσιν ἔχων ἅμα πρός τε τὸν ὁρίζοντα καὶ τὸν μεσημβρινόν. τοῦτο δὲ ἔγγιστα συμβέβηκε τοῖς ἐφʼ ἑνὸς κειμένοις ἡμικυκλίου τῶν γραφομένων διὰ τῶν τομῶν τοῦ τε μεσημβρινοῦ καὶ τοῦ ὁρίζοντος, ὧν ἕκαστον κατὰ τὴν αὐτὴν θέσιν τὴν ἴσην ἔγγιστα καιρικὴν ὥραν ποιεῖ. ὥσπερ δ̓, ἂν περιάγηται περὶ τὰς εἰρημένας τομάς, ἔρχεται μὲν ἐπὶ τὴν αὐτὴν θέσιν καὶ τῷ ὁρίζοντι καὶ τῷ μεσημβρινῷ, τοὺς δὲ τῆς διελεύσεως τοῦ ζωδιακοῦ χρόνους ἀνίσους ἐφʼ ἑκάτερον ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ κατὰ τὰς τῶν ἄλλων ἀποστάσεων
θέσεις δἰ ἀνίσων ἐκείνοις χρόνων τὰς παρόδους ἀπεργάζεται. μία δέ τις ἡμῖν ἔφοδος ἔστω τοιαύτη, δἰ ἧς, ἐάν τε ἀνατολικὴν ἐάν τε μεσημβρινὴν ἢ δυτικήν, ἐάν τε ἄλλην τινὰ ἔχῃ θέσιν ὁ προηγούμενος τόπος, τὸ ἀνάλογον τῶν ἐπʼ αὐτὸν φερόντων χρόνων τὸν ἑπόμενον τόπον ληφθήσεται. προδιαλαβόντες γὰρ τὴν μεσουρανοῦσαν τοῦ ζωδιακοῦ μοῖραν καὶ ἔτι τήν τε προηγουμένην καὶ τὴν ἐπερχομένην, πρῶτον σκεψόμεθα τὴν τῆς προηγουμένης θέσιν, πόσας καιρικὰς ὥρας ἀπέχει τοῦ μεσημβρινοῦ, ἀριθμήσαντες τὰς μεταξὺ αὐτῆς καὶ τῆς μεσουρανούσης οἰκείως ἤτοι ὑπὲρ γῆν ἢ ὑπὸ γῆν μοίρας ἐπʼ ὀρθῆς τῆς σφαίρας ἀναφορὰς καὶ μερίσαντες εἰς τὸ πλῆθος τῶν αὐτῆς τῆς προηγουμένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν ὑπὲρ
γῆν εἴη τῶν ἡμερησίων, εἰ δὲ ὑπὸ γῆν τῶν τῆς νυκτός. ἐπεὶ δὲ τὰ τὰς αὐτὰς καιρικὰς ὥρας ἀπέχοντα τοῦ μεσημβρινοῦ τμήματα τοῦ ζωδιακοῦ καθʼ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῶν προειρημένων ἡμικυκλίων, καὶ δεήσει λαβεῖν μετὰ πόσους ἰσημερινοὺς χρόνους καὶ τὸ ἑπόμενον τμῆμα τὰς ἴσας καιρικὰς ὥρας ἀφέξει τοῦ αὐτοῦ μεσημβρινοῦ τῇ προηγουμένῃ. ταύτας δὲ διειληφότες ἐπισκεψόμεθα πόσους τε κατὰ τὴν ἐξ ἀρχῆς θέσιν ἀπεῖχεν ἰσημερινοὺς χρόνους καὶ ἡ ἑπομένη μοῖρα τῆς κατὰ τὸ αὐτὸ μεσουράνημα διὰ τῶν ἐπʼ ὀρθῆς πάλιν τῆς σφαίρας ἀναφορῶν, καὶ πόσους ὅτε τὰς ἴσας καιρικὰς ὥρας ἐποίει τῇ προηγουμένῃ· πολυπλασιάσαντές τε καὶ ταύτας ἐπὶ τὸ πλῆθος τῶν τῆς ἑπομένης μοίρας ὡριαίων χρόνων, εἰ μὲν πρὸς τὸ ὑπὲρ γῆν εἴη μεσουράνημα πάλιν ἡ σύγκρισις τῶν καιρικῶν ὡρῶν, τὸ τῶν ἡμερησίων, εἰ δὲ πρὸς τὸ ὑπὸ γῆν τὸ τῶν τῆς νυκτός, καὶ τοὺς γινομένους ἐκ τῆς ὑπεροχῆς ἀμφοτέρων τῶν διαστάσεων λαβόντες ἕξομεν τὸ τῶν ζητουμένων ἐτῶν πλῆθος. Ἵνα δὲ φανερώτερον γένηται τὸ λεγόμενον, ὑποκείσθω προηγούμενος μὲν τόπος ἡ ἀρχὴ τοῦ Κριοῦ λόγου ἕνεκεν, ἑπόμενος δὲ ὁ τῆς ἀρχῆς τῶν Διδύμων, κλίμα δὲ ὅπου ἡ μὲν μεγίστη ἡμέρα ὡρῶν ἐστι ιδ, τὸ δʼ ὡριαῖον μέγεθος τῆς ἀρχῆς
τῶν Διδύμων ἒγγιστα χρόνων ἰσημερινῶν ιζ, καὶ ἀνατελλέτω πρῶτον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ ἡ ἀρχὴ τοῦ Αἰγοκέρωτος, καὶ ἀπεχέτω τοῦ ὑπὲρ γῆν μεσουρανήματος ἡ ἀρχὴ τῶν Διδύμων χρόνους ἰσημερινοὺς ρμη. ἐπεὶ οὖν ἡ τοῦ Κριοῦ ἀρχὴ ἀπέχει τοῦ μεσημβρινοῦ μεσουρανήματος καιρικὰς ὥρας ἕξ, ταύτας πολλαπλασιάσαντες ἐπὶ τοὺς ιζ χρόνους, οἵπερ εἰσὶ τοῦ ὡριαίου μεγέθους τῆς ἀρχῆς τῶν Διδύμων, ἐπειδήπερ πρὸς τὸ ὑπὲρ γῆν μεσουράνημά ἐστιν ἡ τῶν ρμη χρόνων ἀποχή, ἕξομεν καὶ ταύτης τῆς διαστάσεως χρόνους ρβ. μετὰ τοὺς τῆς ὑπεροχῆς ἄρα χρόνους μς ὁ ἑπόμενος τόπος ἐπὶ τὸν τοῦ προηγουμένου μεταβήσεται. τοσοῦτοι δ̓ εἰσὶν ἔγγιστα χρόνοι καὶ τῆς ἀναφορᾶς τοῦ τε Κριοῦ καὶ τοῦ Ταύρου, ἐπειδὴ ὁ ἀφετικὸς τόπος ὑποκεῖται ὡροσκοπῶν. Μεσουρανείτω δὲ ὁμοίως ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα ἀπέχῃ κατὰ τὴν πρώτην θέσιν ἡ ἀρχὴ τῶν Διδύμων τοῦ ὑπὲρ γῆν μεσουρανήματος χρόνους ἰσημερινοὺς νή. ἐπειδὴ οὖν κατὰ τὴν δευτέραν θέσιν ὀφείλει μεσουρανεῖν ἡ ἀρχὴ τῶν Διδύμων, ἕξομεν τὴν τῶν διαστάσεων ὑπεροχὴν αὐτῶν τῶν νη χρόνων, ἐν
ὅσοις πάλιν διὰ τὸ μεσουρανεῖν τὸν ἀφετικὸν τόπον διέρχεται τὸν μεσημβρινὸν ὅ τε Κριὸς καὶ ὁ Ταῦρος. Δυνέτω δὲ τὸν αὐτὸν τρόπον ἡ ἀρχὴ τοῦ Κριοῦ, ἵνα μεσουρανῇ μὲν ἡ ἀρχὴ τοῦ Καρκίνου, ἀπέχῃ δὲ τοῦ ὑπερ γῆν μεσουρανήματος ἡ ἀρχὴ τῶν Διδύμων εἰς τὰ προηγούμενα χρόνους ἰσημερινοὺς λβ. ἐπεὶ οὖν πάλιν ἓξ ὥρας καιρικὰς ἀπέχει τοῦ μεσημβρινοῦ ἡ ἀρχὴ τοῦ Κριοῦ πρὸς δυσμάς, ἐὰν ἑπτακαιδεκάκις ταύτας ποιήσωμεν, ἕξομεν ρβ χρόνους, οὓς ἀφέξει τοῦ μεσημβρινοῦ καὶ ἡ ἀρχὴ τῶν Διδύμων ὅταν δύνῃ. ἀπεῖχε δὲ καὶ κατὰ τὴν πρώτην θέσιν ἐπὶ τὰ αὐτὰ χρόνους λβ· ἐν τοῖς τῆς ὑπεροχῆς ἄρα χρόνοις ἑβδομήκοντα ἐπὶ τὸ δύνον ἠνέχθη, ἐν οἷς καὶ καταφέρεται μὲν ὁ τε Κριὸς καὶ ὁ Ταῦρος, ἀναφέρεται δὲ τὰ διαμετροῦντα δωδεκατημόρια τό τε τῶν Χηλῶν καὶ τὸ τοῦ Σκορπίου. Ὑποκείσθω τοίνυν ἐπὶ μηδενὸς μὲν οὖσα τῶν κέντρων ἡ ἀρχὴ τοῦ Κριοῦ, ἀπέχουσα δὲ λόγου ἕνεκεν εἰς τὰ προηγούμενα τῆς μεσημβρίας καιρικὰς ὥρας τρεῖς, ἵνα μεσουρανῇ μὲν ἡ τοῦ Ταύρου μοῖρα ὀκτωκαιδεκάτη, ἀπέχῃ δὲ κατὰ τὴν πρώτην θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τοῦ ὑπὲρ γῆν μεσουρανήματος εἰς τὰ ἑπόμενα χρόνους ἰσημερινοὺς δεκατρεῖς. ἐὰν
οὖν πάλιν τοὺς ιζ χρόνους ἐπὶ τὰς γ ὥρας πολλαπλασιάσωμεν, ἀφέξει μὲν καὶ κατὰ τὴν δευτέραν θέσιν ἡ τῶν Διδύμων ἀρχὴ τῆς μεσημβρίας εἰς τὰ προηγούμενα χρόνους να, τοὺς δὲ πάντας ποιήσει χρόνους ξδ. ἐποίει δὲ διὰ τῆς αὐτῆς ἀγωγῆς, ὅτε μὲν ἀνέτελλεν ὁ ἀφετικὸς τόπος, χρόνους μς, ὅτε δὲ ἐμεσουράνει χρόνους νη. ὅτε δὲ ἔδυνε χρόνους ο· διήνεγκε μὲν ἄρα καὶ ὁ κατὰ τὴν μεταξὺ θέσιν τῆς τε μεσουρανήσεως καὶ τῆς δύσεως τῶν χρόνων ἀριθμὸς ἑκάστου τῶν ἄλλων. γέγονε γὰρ χρόνων ξδ, διήνεγκε δὲ κατὰ τὸ ἀνάλογον τῆς τῶν γ ὡρῶν ὑπεροχῆς, ἐπειδήπερ αὕτη ἐπὶ μὲν τῶν ἄλλων κατὰ τὰ κέντρα τεταρτημορίων ιβ χρόνων ἦν, ἐπὶ δὲ τῆς τῶν τριῶν ὡρῶν ἀποστάσεως ἓξ χρόνων. ἐπεὶ δὲ καὶ ἐπὶ πάντων ἡ αὐτὴ σχεδὸν ἀναλογία συντηρεῖται, δυνατὸν ἔσται καὶ κατὰ τοῦτον τὸν τρόπον ἁπλούστερον τῇ μεθόδῳ χρῆσθαι. πάλιν γὰρ ἀνατελλούσης μὲν τῆς προηγουμένης μοίρας ταῖς μέχρι τῆς ἑπομένης ἀναφοραῖς χρησόμεθα, μεσουρανούσης δὲ ταῖς ἐπʼ ὀρθῆς τῆς σφαίρας, δυνούσης δὲ ταῖς καταφοραῖς. ὅταν δὲ μεταξὺ τούτων ᾖ, οἷον λόγου ἕνεκεν ἐπὶ τῆς ἐκκειμένης διαστάσεως τοῦ Κριοῦ, ληψόμεθα πρῶτον τοὺς
ἐπιβάλλοντας χρόνους ἑκατέρῳ τῶν περιεχόντων κέντρων, εὑρήσομεν δέ, ἐπειδὴ μετὰ τὸ μεσουράνημα τὸ ὑπὲρ γῆν ὑπέκειτο ἡ ἀρχὴ τοῦ Κριοῦ μεταξὺ τοῦ τε μεσουρανοῦντος κέντρου καὶ τοῦ δύνοντος, τοὺς ἐπιβάλλοντας χρόνους μέχρι τῆς ἀρχῆς τῶν Διδύμων, τῶν μὲν συμμεσουρανήσεων νη, τῶν δὲ συγκαταδύσεων ο. ἔπειτα μαθόντες, ὡς προκεῖται, πόσας καιρικὰς ὥρας ἀπέχει τὸ προηγούμενον τμῆμα ὁποτέρου τῶν κέντρων, ὅσον ἂν ὦσι μέρος αὗται τῶν τοῦ τε τεταρτημορίου καιρικῶν ὡρῶν ἕξ, τοσοῦτον μέρος τῆς ἀμφοτέρων τῶν συναγωγῶν ὑπεροχῆς προσθήσομεν ἢ ἀφελοῦμεν τῶν συγκρινομένων κέντρων· οἷον ἐπεὶ τῶν προκειμένων ο καὶ νη ἡ ὑπεροχή ἐστι χρόνων ιβ, ὑπέκειτο δὲ τὰς ἴσας καιρικὰς ὥρας γ ὁ προηγούμενος τόπος ἑκατέρου τῶν κέντρων ἀπέχων, αἵ εἰσι τῶν ἓξ ὡρῶν ἥμισυ μέρος, λαβόντες καὶ τῶν ιβ τὸ ἥμισυ καὶ ἤτοι τοῖς νη προσθέντες ἢ τῶν ο ἀφελόντες, εὑρήσομεν τὴν ἐπιβολὴν χρόνων ξδ. εἰ δέ γε δύο καιρικὰς ὥρας ἀπεῖχεν ὁπότερον τῶν κέντρων, αἵ εἰσι τῶν ς ὡρῶν τρίτον μέρος, τὸ τρίτον πάλιν τῶν τῆς ὑπεροχῆς ιβ χρόνων, τουτέστι τοὺς δ, εἰ μὲν ἡ τῶν δύο ὡρῶν ἀποχὴ ἀπὸ τοῦ μεσουρανήματος
ὑπέκειτο, προσεθήκαμεν ἂν τοῖς νη χρόνοις· εἰ δ̓ ἀπὸ τοῦ δύνοντος, ἀφείλομεν ἂν ἀπὸ τῶν ο. Ὁ μὲν οὖν τρόπος τῆς τῶν χρονικῶν διαστάσεων ποσότητος οὕτως ἡμῖν κατὰ τὸ ἀκόλουθον ὀφείλει λαμβάνεσθαι. διακρινοῦμεν δὲ λοιπὸν ἐφʼ ἑκάστης τῶν προειρημένων ὑπαντήσεων ἢ καταδύσεων, κατὰ τὴν ἀπὸ τῶν ὀλιγοχρονιωτέρων τάξιν, τάς τε ἀναιρετικὰς καὶ τὰς κλιμακτηρικὰς καὶ τὰς ἄλλως παροδικάς, διά τε τοῦ ἢ κεκακῶσθαι τὴν ὑπάντησιν ἢ βοηθεῖσθαι κατὰ τὸν προειρημένον ἡμῖν τρόπον, καὶ διὰ τῶν καθʼ ἕκαστον τῶν διασημαινομένων ἐκ τῆς ὑπαντήσεως χρονικῶν ἐπεμβάσεων. κεκακωμένων τε γὰρ ἅμα τῶν τόπων καὶ τῆς πρὸς τὴν ἐπέμβασιν τῶν ἐτῶν παρόδου τῶν ἀστέρων κακοποιούσης τοὺς κυριωτάτους τόπους, ἄντικρυς θανάτους ὑπονοητέον· τοῦ δʼ ἑτέρου τούτων φιλανθρωποῦντος κλιμακτῆρας μεγάλους καὶ ἐπισφαλεῖς· ἀμφοτέρων δὲ νωθρίας μόνον ἢ βλαβὰς καὶ καθαιρέσεις παροδικάς, τῆς καὶ ἐν τούτοις ἰδιότητος λαμβανομένης ἀπὸ τῆς τῶν ὑπαντικῶν τόπων πρὸς τὰ τῆς γενέσεως πράγματα συνοικειώσεως. οὐδὲν δὲ ἐνίοτε κωλύει, δισταζομένων τῶν τὴν ἀναιρετικὴν κυρίαν λαμβάνειν ὀφειλόντων, τὰς καθʼ ἕκαστον αὐτῶν ὑπαντήσεις ἐπιλογιζομένους
ἤτοι ταῖς μάλιστα πρὸς τὰ ἐκβάντα ἤδη τῶν συμπτωμάτων συμφωνούσαις καὶ πρὸς τὰ μέλλοντα κατακολουθεῖν, ἢ πρὸς ἁπάσας ὡς κατʼ ἰσότητα τῆς δυνάμεως ἰσχυούσας παρατηρητικῶς ἔχειν, τὸ μᾶλλον καὶ ἧττον αὐτῶν κατὰ τὸν αὐτὸν τρόπον ἐπισκεπτομένους.

Περὶ μορφῆς καὶ κράσεως σωματικῆς Ἐφοδευομένης δὲ καὶ τῆς τοῦ περὶ χρόνων ζωῆς λόγου πραγματείας, λέγομεν ἀρχὴν τὴν κατὰ μέρος λαβόντες κατὰ τὴν οἰκείαν τάξιν περί τε τῆς μορφῆς καὶ τῆς σωματικῆς διατυπώσεως, ἐπειδὴ καὶ τὰ τοῦ σώματος τῶν τῆς ψυχῆς προτυποῦται κατὰ φύσιν, τοῦ μὲν σώματος διὰ τὸ ὑλικώτερον συγγεννωμένας ἔχοντος σχεδὸν τὰς τῶν ἰδιοσυγκράσεων φαντασίας, τῆς δὲ ψυχῆς μετὰ ταῦτα καὶ κατὰ μικρὸν τὰς ἀπὸ τῆς πρώτης αἰτίας ἐπιτηδειότητας ἀναδεικνυούσης, τῶν δʼ ἐκτὸς ἔτι μᾶλλον ὕστερον κατὰ τὸν ἐφεξῆς χρόνον ἐπισυμπιπτόντων. Παρατηρητέον οὖν καθʼ ὅλου μὲν τὸν ἀνατολικὸν ὁρίζοντα καὶ τοὺς ἐπόντας ἢ τοὺς τὴν οἰκοδεσποτίαν αὐτοῦ λαμβάνοντας τῶν πλανωμένων καθʼ ὃν εἰρήκαμεν τρόπον, ἐπὶ μέρους δὲ καὶ τὴν σελήνην ὡσαύτως. διὰ γὰρ τῆς τῶν τόπων τούτων ἀμφοτέρων καὶ τῆς τῶν οἰκοδεσποτησάντων διαμορφωτικῆς φύσεως καὶ τῆς καθʼ ἑκάτερον εἶδος συγκράσεως

καὶ ἔτι τῆς τῶν συνανατελλόντων αὐτοῖς ἀπλανῶν ἀστέρων σχηματογραφίας τὰ περὶ τὰς διατυπώσεις τῶν σωμάτων θεωρεῖται, πρωτευόντων μὲν τῇ δυνάμει τῶν τὴν οἰκοδεσποτίαν ἐχόντων ἀστέρων, ἐπισυνεργούσης δὲ καὶ τῆς τῶν τόπων αὐτῶν ἰδιοτροπίας. Τὸ μέντοι καθʼ ἕκαστον, καὶ ὡς ἄν τις ἁπλῶς οὕτως ἀποδοίη, τοῦτον ἔχει τὸν τρόπον. πρῶτον γὰρ ἐπὶ τῶν ἀστέρων ὁ μὲν τοῦ Κρόνου ἀνατολικὸς ὢν τὴν μὲν μορφὴν μελίχροας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ· δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ. Ὁ δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τόπους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὔχρουν καὶ μεσότριχας καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ὑγρῷ. δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως· τετανότριχάς τε ἢ καὶ ἀναφαλάκρους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς
μεγέθεσι, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ. Ὁ δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ. δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους καὶ ὑποψίλους καὶ ξανθότριχας καὶ τετανούς, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ. Ὁ δὲ τῆς Ἀφροδίτης τὰ παραπλήσια ποιεῖ τῷ τοῦ Διός, ἐπὶ μέντοι τὸ εὐμορφότερον καὶ ἐπιχαριτώτερον καὶ γυναικοπρεπωδέστερον καὶ θηλυμορφότερον καὶ εὐχυμότερον καὶ τρυφερώτερον. ἰδίως δὲ τοὺς ὀφθαλμοὺς ποιεῖ μετὰ τοῦ εὐπρεποῦς ὑποχαροπούς. Ὁ δὲ τοῦ Ἑρμοῦ ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ μελίχροας καὶ συμμέτρους τοῖς μεγέθεσι καὶ εὐρύθμους καὶ μικροφθάλμους καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ· δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως, τετανότριχας, μελανοχλώρους καὶ σπινοὺς καὶ ἰσχνοὺς καὶ λοξοφθάλμους τε καὶ αἰγοποὺς καὶ ὑπερύθρους, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ.
Συνεργοῦσι δʼ ἑκάστῳ τούτων σχηματισθέντες, ὁ μὲν ἥλιος ἐπὶ τὸ μεγαλοπρεπέστερον καὶ εὐεκτικώτερον, ἡ δὲ σελήνη, καὶ μάλισθʼ ὅταν τὴν ἀπόρροιαν αὐτῆς ἐπέχωσι, καθʼ ὅλου μὲν ἐπὶ τὸ συμμετρώτερον καὶ ἰσχνότερον καὶ τῇ κράσει ὑγρότερον, κατὰ μέρος δʼ ἀναλόγως τῇ τῶν φωτισμῶν ἰδιότητι κατὰ τὴν ἐν ἀρχῇ τῆς συντάξεως ἐκτεθειμένην κρᾶσιν. Πάλιν δὲ καθʼ ὅλου ἑῷοι μὲν ὄντες καὶ φάσεις ποιησάμενοι μεγαλοποιοῦσι τὰ σώματα, στηρίζοντες δὲ τὸ πρῶτον ἰσχυρὰ καὶ εὔτονα, προηγούμενοι δὲ ἀσύμμετρα, τὸ δὲ δεύτερον στηρίζοντες ἀσθενέστερα, δύνοντες δὲ ἄδοξα μὲν παντελῶς, οἰστικὰ δὲ κακουχιῶν καὶ συνοχῶν. Καὶ τῶν τόπων δὲ αὐτῶν πρὸς τοὺς σχηματισμοὺς μάλιστα τῶν διατυπώσεων καὶ τὰς κράσεις, ὡς ἔφαμεν, συνεργούντων, καθʼ ὅλου δὲ πάλιν τὸ μὲν ἀπὸ ἐαρινῆς ἰσημερίας ἐπὶ θερινὴν τροπὴν τεταρτημόριον ποιεῖ εὔχροας εὐμεγέθεις εὐέκτας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ
καὶ θερμῷ· τὸ δʼ ἀπὸ θερινῆς τροπῆς μέχρι μετοπωρινῆς ἰσημερίας μεσόχροας συμμέτρους τοῖς μεγέθεσιν εὐέκτας μεγαλοφθάλμους δασεῖς οὐλότριχας, τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ· τὸ δʼ ἀπὸ μετοπωρινῆς ἰσημερίας μέχρι χειμερινῆς τροπῆς μελίχροας ἰσχνοὺς σπινώδεις παθηνοὺς μεσότριχας εὐοφθάλμους, τὸ πλέον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ. τὸ δʼ ἀπὸ χειμερινῆς τροπῆς ἕως ἐαρινῆς ἰσημερίας μελανόχροας συμμέτρους τοῖς μεγέθεσι τετανότριχας ὑποψίλους ὑπορρύθμους, τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ. Κατὰ μέρος δὲ τὰ μὲν ἀνθρωποειδῆ τῶν ζῳδίων τῶν τε ἐν τῷ ζωδιακῷ καὶ τῶν ἐκτὸς εὔρυθμα καὶ σύμμετρα τοῖς σχήμασι τὰ σώματα κατασκευάζει. τὰ δʼ ἑτερόμορφα μετασχηματίζει πρὸς τὸ τῆς ἰδίας μορφώσεως οἰκεῖον τὰς τοῦ σώματος συμμετρίας καὶ κατά τινα λόγον ἀφομοιοῖ τὰ οἰκεῖα μέρη τοῖς ἑαυτῶν, ἤτοι ἐπὶ τὸ μεῖζον καὶ ἔλαττον ἢ ἐπὶ τὸ ἰσχυρότερον καὶ ἀσθενέστερον ἢ ἐπὶ τὸ εὐρυθμώτερον καὶ ἀρρυθμώτερον· ἐπὶ τὸ μεῖζον μὲν ὡς λόγου ἕνεκεν ὁ Λέων καὶ ἡ Παρθένος καὶ ὁ Τοξότης, ἐπὶ τὸ ἔλαττον δὲ ὡς οἱ Ἰχθῦς καὶ ὁ Καρκίνος καὶ ὁ Αἰγόκερως. καὶ πάλιν ὡς τοῦ Κριοῦ καὶ τοῦ Ταύρου καὶ τοῦ Λέοντος τὰ μὲν ἄνω καὶ ἐμπρόσθια ἐπὶ τὸ εὐεκτικώτερον, τὰ δὲ κάτω καὶ ὀπίσθια ἐπὶ τὸ ἀσθενέστερον· τὸ δʼ ἐναντίον ὡς τὸ
τοῦ Τοξότου καὶ τοῦ Σκορπίου καὶ τῶν Διδύμων τὰ μὲν ἐμπρόσθια ἐπὶ τὸ ἰσχνότερον, τὰ δὲ ὀπίσθια ἐπὶ τὸ εὐεκτικώτερον· ὁμοίως δὲ ὡς ἡ μὲν Παρθένος καὶ αἱ Χηλαὶ καὶ ὁ Τοξότης ἐπὶ τὸ σύμμετρον καὶ εὔρυθμον, ὁ δὲ Σκορπίος καὶ οἱ Ἰχθῦς καὶ ὁ Ταῦρος ἐπὶ τὸ ἄρρυθμον καὶ ἀσύμμετρον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἅπερ ἅπαντα συνεφορῶντας καὶ συνεπικίρναντας προσήκει τὴν ἐκ τῆς κράσεως συναγομένην ἰδιοτροπίαν περί τε τὰς μορφώσεις καὶ τὰς κράσεις τῶν σωμάτων καταστοχάζεσθαι.

Περὶ σινῶν καὶ παθῶν σωματικῶν Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου, συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως. καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθʼ ὅλου διάληψιν ἀποβλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι τὸ ἀνατέλλον καὶ τὸ δύνον, μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ὅ ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς τῶν ἀστέρων πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν. ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρημένων τόπων ὦσιν ἑστῶτες

ἤτοι σωματικῶς ἢ τετραγωνικῶς ἢ καὶ κατὰ διάμετρον, ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννωμένους ὑπονοητέον, μάλιστα δʼ ἂν καὶ τῶν φωτῶν ἤτοι τὸ ἕτερον ἢ καὶ ἀμφότερα κεκεντρωμένα καθʼ ὃν εἰρήκαμεν τρόπον τυγχάνῃ ἢ ἅμα ἢ κατὰ διάμετρον. τότε γὰρ οὐ μόνον ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ κἂν προαναφέρηται τῶν φωτῶν, αὐτὸς κεκεντρωμένος, ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων ὁποῖον ἂν οἵ τε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι σίνος ἢ πάθος, καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχηματιζομένων αὐτοῖς. τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει τὸ μέρος τοῦ σώματος περὶ ὃ ἔσται τὸ αἴτιον καὶ πότερον σίνος ἢ πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον μέρος ἐπιδέξασθαι δυνατόν, αἵ τε τῶν ἀστέρων φύσεις τὰ εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν, ἐπειδὴ τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου κύριός ἐστιν ἀκοῶν τε δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστῶν· ὁ δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύμονος καὶ ἀρτηριῶν καὶ σπέρματος· ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων· ὁ δὲ ἥλιος ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων· ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεώς τε καὶ ἥπατος καὶ
σαρκῶν ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας· ἡ δὲ σελήνη γεύσεώς τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ τῶν εὐωνύμων πάντων. Ἔστι δὲ τῶν καθʼ ὅλου καὶ τὰ σίνη μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν τὸ αἴτιον ποιούντων κακοποιῶν πάθη δὲ τοὐναντίον δυτικῶν αὐτῶν ὑπαρχόντων ἐπειδήπερ καὶ διώρισται τούτων ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι καὶ μὴ διατείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συνεχῶς ἢ ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν. Πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως ἔτυχεν ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα, διὰ τῶν ὡς ἐπὶ πᾶν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολουθούντων συμπτωμάτων. πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται κατὰ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν ὅταν τε ἡ σελήνη καθʼ αὑτὴν ἐπὶ τῶν προειρημένων οὖσα κέντρων ἢ συνοδεύουσα ἢ πανσεληνιάζουσα τύχῃ, καὶ ὅταν ἐφʼ ἑτέρου μὲν ᾖ πρὸς τὸν ἥλιον σχήματος τῶν λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζωδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ Πλειάδι τοῦ Ταύρου καὶ τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν Πλόκαμον μέρεσι τοῦ Λέοντος ἢ τῇ καλπίδι τοῦ Ὑδροχόου· καὶ
ὅταν ὁ τοῦ Ἄρεως ἢ καὶ ὁ τοῦ Κρόνου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται ἢ πάλιν τοῦ ἡλίου αὐτοὶ ἐπίκεντροι ὄντες προαναφέρωνται. ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον ἢ καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τῷ ἡλίῳ ὄντες, τῇ δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ αἴτιον ποιήσουσιν. ὁ μὲν γὰρ τοῦ Ἄρεως ἀπὸ πληγῆς ἢ κρούσματος ἢ σιδήρου ἢ κατακαύματος ποιεῖ τὰς πηρώσεις, μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς ἐν παλαίστραις καὶ γυμνασίοις ἢ κακουργῶν ἐφόδοις. ὁ δὲ τοῦ Κρόνου δἰ ὑποχύσεων ἢ ψύξεων ἢ ἀπογλαυκώσεων καὶ τῶν τοιούτων· πάλιν ἐὰν ὁ τῆς Ἀφροδίτης ἐπί τινος ᾖ τῶν προειρημένων κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος, τῷ μὲν τοῦ Κρόνου συνὼν ἢ καὶ συσχηματιζόμενος ἢ ἐνηλλαχὼς τοὺς τόπους, ὑπὸ δὲ τοῦ Ἄρεως καθυπερτερούμενος ἢ διαμετρούμενος, οἱ μὲν ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ἢ ὠμοτοκίαις ἢ καὶ ἐμβρυοτομίαις περικυλίονται, μάλιστα δὲ ἐν Καρκίνῳ καὶ Παρθένῳ καὶ Αἰγοκέρωτι. κἂν ἡ σελήνη ἀπ̓ ἀνατολῆς τῷ τοῦ Ἄρεως συνάπτῃ, ἐὰν δὲ καὶ τῷ τοῦ Ἑρμοῦ κατὰ τὸ αὐτὸ συσχηματισθῇ σὺν τῷ τοῦ Κρόνου, τοῦ τοῦ Ἄρεως πάλιν καθυπερτεροῦντος ἢ διαμετροῦντος, εὐνοῦχοι ἢ ἑρμαφρόδιτοι
ἢ ἄτρωγλοι καὶ ἄτρητοι γίνονται. τούτων δὲ οὕτως ἐχόντων, ἐπὰν καὶ ὁ ἥλιος συσχηματισθῇ, τῶν μὲν φωτῶν καὶ τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων, ἀποκρουστικῆς δὲ τῆς σελήνης οὔσης καὶ τῶν κακοποιῶν ἐν ταῖς ἐπαναφερομέναις μοίραις ἐπιφερομένων, οἱ μὲν ἄνδρες ἀπόκοποι ἢ τὰ μόρια σεσινωμένοι γίνονται καὶ μάλιστα ἐν Κριῷ καὶ Λέοντι καὶ Σκορπίῳ καὶ Αἰγόκερῳ καὶ Ὑδροχόῳ, αἱ δὲ γυναῖκες ἄτοκοι καὶ στεῖραι. ἐνίοτε δὲ οὐδ̓ ἀσινεῖς ταῖς ὄψεσιν οἱ τοιοῦτοι διαμένουσιν, ἐμποδίζονται δὲ τὴν γλῶτταν καὶ γίνονται τραυλοὶ ἢ μογιλάλοι ὅσοι τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ συνόντας ἐπὶ τῶν εἰρημένων κέντρων ἔχουσι τῷ ἡλίῳ, μάλιστα δʼ ἂν καὶ δυτικὸς ᾖ ὁ τοῦ Ἑρμοῦ καὶ συσχηματίζωνται ἀμφότεροι τῇ σελήνῃ· τούτοις δʼ ὁ τοῦ Ἄρεως παρατυχὼν λύειν εἴωθεν ὡς ἐπὶ τὸ πολὺ τὸ τῆς γλώττης ἐμπόδιον ἀφʼ οὗ ἂν ἡ σελήνη τὴν πρὸς αὐτὸν συνάντησιν ποιήσηται. πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα ἢ κατὰ διάμετρον, ἢ ἐὰν τοῖς φωσὶν οἱ κακοποιοί, καὶ μάλιστα τῆς σελήνης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων οὔσης ἢ ἐπὶ τῶν ἐπαιτίων ζῳδίων, οἷον Κριοῦ, Ταύρου, Καρκίνου, Σκορπίου, Αἰγόκερω, γίνονται λωβήσεις τοῦ σώματος κυρτώσεων ἢ κυλλώσεων ἢ χωλώσεων
ἢ παραλύσεων, ἐὰν μὲν σὺν τοῖς φωσὶν ὦσιν οἱ κακοποιοὶ ἀπὸ τῆς γενέσεως αὐτῆς, ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερτεροῦντες τὰ φῶτα ἢ διαμηκίζοντες ἀλλήλους ὦσιν ἀπὸ κινδύνων μεγάλων, ὡς τῶν ἀποκρημνισμῶν ἢ συμπτώσεων ἢ ληστηρίων ἢ τετραπόδων· Ἄρεως μὲν ἐπικρατοῦντος, τῶν διὰ πυρὸς ἢ τραυμάτων ἢ χολικῶν ἢ ληστηρίων· Κρόνου δὲ τῶν διὰ συμπτώσεων ἢ ναυαγίων ἢ σπασμῶν. Ὡς ἐπὶ τὸ πολὺ δὲ γίνεται σίνη καὶ περὶ τὰ τροπικὰ καὶ ἰσημερινὰ σημεῖα τῆς σελήνης οὔσης, μάλιστα δὲ περὶ μὲν τὸ ἐαρινὸν τὰ δἰ ἀλφῶν. περὶ δὲ τὸ θερινὸν τὰ διὰ λειχήνων· περὶ δὲ τὸ μετοπωρινὸν τὰ διὰ λεπρῶν· περὶ δὲ τὸ χειμερινὸν τὰ διὰ φακῶν καὶ τῶν ὁμοίων. πάθη δὲ συμβαίνειν εἴωθεν ὅταν ἐπὶ τῶν προκειμένων στάσεων οἱ κακοποιοὶ συσχηματισθῶσι, κατὰ τὸ ἐναντίον μέντοι, τουτέστιν ἑσπέριοι μὲν τῷ ἡλιῷ, τῇ δὲ σελήνῃ ἑῷοι. καθʼ ὅλου γὰρ ὁ μὲν τοὑ Κρόνου ψυχροκοιλίους ποιεῖ καὶ πολυφλεγμάτους καὶ ῥευματώδεις, κατίσχνους τε καὶ ἀσθενικοὺς καὶ ἰκτερικοὺς καὶ δυσεντερικοὺς καὶ βηχικοὺς καὶ ἀναφορικοὺς καὶ κωλικοὺς καὶ ἐλεφαντιῶντας· τὰς δὲ γυναῖκας ἔτι καὶ ὑστερικάς. ὁ δὲ τοῦ Ἄρεως αἱμαπτοϊκοὺς μελαγχολικοὺς πνευμονικοὺς ψωριῶντας· ἔτι δὲ τοὺς διὰ τομῶν ἢ καύσεων κρυπτῶν τόπων συνεχῶς ἐνοχλουμένους συρίγγων ἕνεκεν ἢ αἱμορροϊδῶν ἢ κονδυλωμάτων
ἢ καὶ τῶν πυρωδῶν ἑλκώσεων ἢ νομῶν· τὰς δὲ γυναῖκας ἔτι καὶ ἐκτρωσμοῖς ἢ ἐμβρυοτομίαις ἢ ἀναβρώσεσιν εἴωθε περικυλίειν. ἰδίως δὲ καὶ παρὰ τὰς προειρημένας τῶν συσχηματιζομένων ἀστέρων φύσεις πρὸς τὰ μέρη τοῦ σώματος τὰ ἰδιώματα ποιοῦσι τῶν παθῶν. Συνεργεῖ δʼ αὐτοῖς μάλιστα πρὸς τὰς ἐπιτάσεις τῶν φαύλων ὁ τοῦ Ἑρμοῦ ἀστήρ, τῷ μὲν τοῦ Κρόνου πρὸς τὸ ψυχρὸν συνοικειούμενος καὶ μᾶλλον ἐν κινήσει συνεχεῖ ποιῶν τοὺς ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐξαιρέτως δὲ τῶν περὶ θώρακα καὶ φάρυγγα καὶ στόμαχον· τῷ δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον συνεπισχύων, ὡς ἐπί τε τῶν ἑλκωδῶν πτιλώσεων καὶ ἐσχαρῶν καὶ ἀποστημάτων καὶ ἐρυσιπελάτων καὶ λειχήνων ἀγρίων καὶ μελαίνης χολῆς ἢ μανίας ἢ νόσου ἱερᾶς ἢ τῶν τοιούτων. Καὶ παρὰ τὰς τῶν ζῳδίων ἐναλλαγὰς τῶν τοὺς προειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς περιεχόντων γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ ὁ μὲν Καρκίνος καὶ ὁ Αἰγόκερως καὶ οἱ Ἰχθῦς καὶ ὅλως τὰ χερσαῖα καὶ τὰ ἰχθυϊκὰ ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων ἢ λεπίδων ἢ χοιράδων ἢ συρίγγων ἢ ἐλεφαντιάσεων καὶ τῶν τοιούτων. ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι
τὰ διὰ πτωματισμῶν ἢ ἐπιλήψεων· καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ ἀστέρες τῶν δωδεκατημορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη καὶ τὰ σίνη ποιοῦσι διὰ λωβήσεων ἢ ῥευματισμῶν, ἀφʼ ὧν καὶ ἐλεφαντιάσεις τε καὶ ὡς ἐπὶ πᾶν χειράγραι καὶ ποδάγραι συμβαίνουσι. τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν μηδεὶς τῶν ἀγαθοποιῶν συσχηματίζηται τοῖς τὰ αἴτια ποιοῦσι κακοποιοῖς ἢ τοῖς κεκεντρωμένοις φωσίν, ἀνίατα καὶ ἐπαχθῆ τά τε σίνη καὶ τὰ πάθη γενήσεται· ὡσαύτως δὲ κἂν συσχηματίζωνται μέν, καθυπερτερῶνται δὲ ὑπὸ τῶν κακοποιῶν ἐν δυνάμει ὄντων. ἐὰν δὲ καὶ αὐτοὶ κατὰ κυρίων ὄντες σχημάτων καθυπερτερῶσι τοὺς τὸ αἴτιον ἐμποιοῦντας κακοποιούς, τότε τὰ σίνη εὐσχήμονα καὶ οὐκ ἐπονείδιστα γίνεται καὶ τὰ πάθη μέτρια καὶ εὐπαρηγόρητα, ἔσθʼ ὅτε δὲ καὶ εὐαπάλλακτα, ἀνατολικῶν ὄντων τῶν ἀγαθοποιῶν. ὁ μὲν γὰρ τοῦ Διὸς βοηθείαις ἀνθρωπίναις διὰ πλούτων ἢ ἀξιωμάτων τά τε σίνη κρύπτειν εἴωθε καὶ τὰ πάθη παρηγορεῖν· σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρμακείαις ἢ ἰατρῶν ἀγαθῶν ἐπικουρίαις. ὁ δὲ τῆς Ἀφροδίτης διὰ προφάσεως θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχαρῆ κατασκευάζει, τὰ δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις εὐπαρηγόρητα· τοῦ μέντοι Κρόνου προσόντος μετὰ παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων·
τοῦ δὲ τοῦ Ἑρμοῦ μετʼ ἐπικουρίας καὶ πορισμοῦ τινος δἰ αὐτῶν τῶν σινῶν ἢ καὶ παθῶν τοῖς ἔχουσι περιγινομένου.

Περὶ ποιότητος ψυχῆς Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη. τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε περιστάσεως· αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φωτῶν, τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας ἢ καὶ τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων. πολυτροπωτάτου δʼ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδʼ ὡς ἔτυχε ποιοίμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην ἢ τοὺς τὴν ἐπικράτησιν αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχικῶν ἰδιώματα, καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχηματισμοὶ πρὸς ἥλιόν τε καὶ τὰ κέντρα, καὶ ἔτι τὸ

κατʼ αὐτὴν τὴν ἑκάστου τῶν ἀστέρων φύσιν πρὸς τὰς ψυχικὰς κινήσεις ἰδιότροπον. Τῶν μὲν οὖν ζῳδίων καθʼ ὅλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχὰς ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, ἔτι δὲ φιλοδόξους καὶ θεοπροσπλόκους εὐφυεῖς τε καὶ εὐκινήτους, ζητητικάς τε καὶ εὑρετικάς, εὐεικάστους καὶ ἀστρολογικὰς καὶ μαντικάς· τὰ δὲ δίσωμα ποικίλας, εὐμεταβόλους, δυσκαταλήπτους, κούφας, εὐμεταθέτους, διπλᾶς, ἐρωτικάς, πολυτρόπους, φιλομούσους, ῥαθύμους, εὐπορίστους, μεταμελητικάς· τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους, βεβαίας, συνετάς, ὑπομονητικάς, φιλοπόνους, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς, ἐριστικάς, φιλοτίμους, στασιώδεις, πλεονεκτικάς, ἀποκρότους, ἀμεταθέτους. Τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ καὶ ὡροσκοπίαι καὶ μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ αὐθάδεις καὶ ἰσχυρὰς καὶ εὐφυεῖς καὶ ὀξείας καὶ ἀπαρακαλύπτους τὰς ψυχὰς ἀπεργάζονται· οἱ δὲ ἑῷοι στηριγμοὶ καὶ αἱ μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονευτικάς, βεβαίας, συνετάς, μεγαλόφρονας, ἀποτελεστικὰς ὧν βούλονται, ἀτρέπτους, ῥωμαλέας, ὠμάς, ἀνεξαπατήτους, κριτικάς, ἐμπράκτους, κολαστικάς, ἐπιστημονικάς· αἱ δὲ προηγήσεις καὶ αἱ δύσεις εὐμεταθέτους,
ἀβεβαίους, ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς, ταπεινάς, δειλάς, ἀμφιβόλους, θρασυδείλους, ἀμβλείας, βλακώδεις, δυσκινήτους· οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρανήσεις, ἔτι δὲ καὶ ἐφ̓ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ ἑσπέριαι δύσεις, νυκτὸς δὲ αἱ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρενήρεις, οὐκ ἄγαν δὲ μνημονικὰς οὐδʼ ἐπιμόχθους καὶ φιλοπόνους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικὰς τῶν ἀθεωρήτων, οἷον μαγικάς, μυστηριακάς, μετεωρολογικάς, ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογικάς, φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικὰς καὶ τὰς ὁμοίας. Πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν ἢ καὶ οἰκείοις ὄντες τόποις καὶ αἱρήσεσιν οἱ τὴν κυρίαν ἔχοντες τῶν ψυχικῶν, καθʼ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, προφανῆ καὶ ἀπαραπόδιστα καὶ αὐθέκαστα καὶ ἐπιτευκτικὰ ποιοῦσι τὰ ἰδιώματα, καὶ μάλισθʼ ὅταν οἱ αὐτοὶ τῶν δύο τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ ὁπωσδήποτε τυγχάνωσι συνεσχηματισμένοι, τὴν δὲ τῆς σελήνης ἀπόρροιαν ἢ καὶ συναφὴν ἐπέχοντες· μὴ οὕτω δὲ διακείμενοι ἀλλ̓ ἐν ἀνοικείοις ὄντες τόποις, τὰ μὲν τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσι. τὰ δὲ τῆς τῶν ἐπικρατησάντων ἢ καθυπερτερησάντων
ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν ὑποκειμένων, ὡς ὅταν οἵ τε διὰ κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροί, κρατούντων μὲν αὐτῶν, εὐπροχώρητον ἢ καὶ ἀνεμποδίστον καὶ ἀκίνδυνον καὶ ἐπίδοξον ἔχουσι τὴν πρὸς τὸ κακῶς ἀλλήλους ποιεῖν ὁρμήν· κρατουμένων δὲ ὑπὸ τῆς ἐναντίας αἱρέσεως, κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ εὐτιμώρητοι γίνονται. οἱ δʼ αὖ πάλιν διὰ τὴν τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν ἀγαθοὶ καὶ δίκαιοι, ἀκαθυπερτερήτων μὲν ὄντων, αὐτοί τε χαίρουσι καὶ εὐφημοῦνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιΐαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλʼ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελοῦσι· κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν, δἰ αὐτὸ τὸ πρᾶον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν καὶ εὐκαταφρόνητοί τε καὶ ἐπίμεμπτοι ἢ καὶ ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνουσιν. Ὁ μὲν οὖν καθʼ ὅλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη· τὰς δὲ κατὰ μέρος ἀπʼ αὐτῆς τῆς τῶν ἀστέρων φύσεως κατὰ τὴν τοιαύτην κυρίαν ἀποτελουμένας ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμεθα μέχρι τῆς καθʼ ὁλοσχέρειαν θεωρουμένης συγκράσεως. Ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ
καὶ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς. ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλοθρήνους, ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμάτους. Τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τρόπον συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶτας, καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμονας, μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοικείους, πράους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόφους· ἐπὶ δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις, ψοφοδεεῖς, δεισιδαίμονας, ἱεροφοιτῶντας,
ἐξαγορευτάς, ὑπόπτους, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, ἀκρίτους, ἀπίστους, μωροκάκους, ἰώδεις, ὑποκριτικούς, ἀδρανεῖς, ἀφιλοτίμους, μεταμελητικούς, αὐστηρούς, δυσεντεύκτους, δυσπροσίτους, εὐλαβητικούς, εὐήθεις δʼ ὁμοίως καὶ ἀνεξικάκους. Τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἀδιαφόρους, ἐπιπόνους, παρρησιαστικούς, ὀχληρούς, θρασυδείλους, αὐστηροπράξους, ἀνελεήμονας, καταφρονητικούς, τραχεῖς, πολεμικούς, ῥιψοκινδύνους, φιλοθορύβους, δολίους, ἐνεδρευτάς, δυσμηνίτας, ἀδήκτους, ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, μισοπολίτας, φιλέριδας, μνησικάκους, βαθυπονήρους, δράστας, ἀνυποίστους, σοβαρούς, φορτικούς, καυχηματίας, κακωτάς, ἀδίκους ἀκαταφρονήτους, μισανθρώπους, ἀτρέπτους, ἀμεταθέτους, πολυπράγμονας, εὐαναστρόφους μέντοι καὶ πρακτικοὺς καὶ ἀκαταγωνίστους καὶ ὅλως ἐπιτευκτικούς. ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, ληστάς, νοθευτάς, κακοπαθεῖς, αἰσχροκερδεῖς, ἀθέους, ἀστόργους, ὑβριστάς, ἐπιβουλευτικούς, κλέπτας, ἐπιόρκους, μιαιφόνους, ἀθεμιτοφάγους, κακουργούς, ἀνδροφόνους, φαρμακευτάς, ἱεροσύλους, ἀσεβεῖς, τυμβορύχους καὶ ὅλως παγκάκους.
Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μισογυναίους, φιλαρχαίους, φιλερήμους, ἀηδεῖς πρὸς τὰς ἐντεύξεις, ἀφιλοτίμους, μισοκάλους, φθονερούς, αὐστηροὺς πρὸς συνουσίας, ἀσυμπεριφόρους, μονογνώμονας, φοιβαστικούς, θρησκευτάς, μυστηρίων καὶ τελετῶν ἐπιθυμητάς, ἱεροποιούς, ἐνθεαστικούς, θεοπροσπλόκους, σεμνοὺς δὲ καὶ εὐεντρέπτους, αἰδήμονας, ἐμφιλοσόφους, πιστοὺς πρὸς συμβιώσεις, ἐγκρατεῖς, ἐπιλογιστικούς, εὐλαβεῖς, ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους· ἐπὶ δὲ τῶν ἐναντίων λάγνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκαθάρτους πρὸς τὰς συνουσίας, ἀνάγνους, ἐπιβουλευτικοὺς θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς, παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους πρὸς τὰς συνελεύσεις, διατιθέντας καὶ διατιθεμένους, οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ φύσιν πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θηριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητικούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπίστους, διαβολικούς, φαρμακούς, παντοποιούς. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ περιέργους, φιλοπεύστας, νομίμων
ζητητικούς, φιλιάτρους, μυστικούς, μετόχους ἀποκρύφων καὶ ἀπορρήτων, τερατουργούς, παραλογιστάς, ἐφημεροβίους, ἐντρεχεῖς, διοικητικοὺς πραγμάτων καὶ ἀγχίφρονας, περιπίκρους καὶ ἀκριβεῖς, νήπτας, φιλόφρονας, φιλοπράκτους, ἐπιτευκτικούς· ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλεεῖς ταῖς ψυχαῖς ἐπιμόχθους, μισοϊδίους, φιλοβασάνους, ἀνευφράντους, νυκτερέμβους, ἐνεδρευτάς, προδότας, ἀσυμπαθεῖς, κλέπτας, μαγικούς, φαρμακευτάς, πλαστογράφους, ῥᾳδιουργούς, ἀποτευκτικοὺς καὶ εὐεκπτώτους. Ὁ δὲ τοῦ Διὸς ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μεγαλοψύχους, χαριστικούς, θεοσεβεῖς, τιμητικούς, ἀπολαυστικούς, φιλανθρώπους, μεγαλοπρεπεῖς, ἐλευθέρους, δικαίους, μεγαλόφρονας, σεμνούς, ἰδιοπράγμονας, ἐλεήμονας, φιλολόγους, εὐεργετικούς, φιλοστόργους, ἡγεμονικούς· ἐπὶ δὲ τῆς ἐναντίας διαθέσεως τυγχάνων τὰς ὁμοίας μὲν φαντασίας περιποιεῖ ταῖς ψυχαῖς, ἐπὶ τὸ ταπεινότερον μέντοι καὶ ἀνεπιφαντότερον καὶ ἀκριτωτέρον· οἷον ἀντὶ μὲν μεγαλοψυχίας ἀσωτίαν, ἀντὶ δὲ θεοσεβείας δεισιδαιμονίαν,
ἀντὶ δὲ αἰδοῦς δειλίαν, ἀντὶ δὲ σεμνότητος οἴησιν, ἀντὶ δὲ φιλανθρωπίας εὐήθειαν, ἀντὶ δὲ φιλοκαλίας φιληδονίαν, ἀντὶ δὲ μεγαλοφροσύνης βλακείαν, ἀντὶ δὲ ἐλευθεριότητος ἀδιαφορίαν, καὶ ὅσα τούτοις παραπλήσια. Τῷ δὲ τοῦ Ἄρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ τραχεῖς, μαχίμους, στρατηγικούς, διοικητικούς, κεκινημένους, ἀνυποτάκτους, θερμούς, παραβόλους, πρακτικούς, παρρησιαστικούς, ἐλεγκτικούς, ἀνυστικούς, φιλονείκους, ἀρχικούς, εὐεπιβούλους, ἐπιεικεῖς, ἐπάνδρους, νικητικούς, μεγαλοψύχους δὲ καὶ φιλοτίμους καὶ θυμικοὺς καὶ κριτικοὺς καὶ ἐπιτευκτικούς· ἐπὶ δὲ τῶν ἐναντίων ὑβριστάς, ἀδιαφόρους, ὠμούς, ἀνεξιλάστους, στασιαστάς, ἐριστικούς, μονοτόνους, διαβόλους, οἰηματίας, πλεονέκτας, ἅρπαγας, ταχυμεταβόλους, κούφους, μεταμελητικούς, ἀστάτους, προπετεῖς, ἀπίστους, ἀκρίτους, ἀγνώμονας, ἐκστατικούς, ἐμπράκτους, μεμψιμοίρους, ἀσώτους, ληρώδεις καὶ ὅλως ἀνωμάλους καὶ παρακεκινημένους. Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ καθαρίους, ἀπολαυστικούς, φιλοκάλους, φιλοτέκνους, φιλοθεώρους, φιλομούσους, ᾠδικούς, φιλοτρόφους, εὐήθεις, εὐεργετικούς,
ἐλεητικούς, ἀκάκους, φιλοθέους, ἀσκητάς, φιλαγωνιστάς, φρονίμους, φιλητικούς, ἐπαφροδίτους ἐν τῷ σεμνῷ, λαμπροψύχους, εὐγνώμονας, μεταδοτικούς, φιλογραμμάτους, κριτικούς, συμμέτρους καὶ εὐσχήμονας πρὸς τὰ ἀφροδίσια, φιλοικείους, εὐσεβεῖς, φιλοδικαίους, φιλοτίμους, φιλοδόξους καὶ ὅλως καλούς τε καὶ ἀγαθούς· ἐπὶ δὲ τῶν ἐναντίων τρυφητάς, ἡδυβίους, θηλυψύχους, ὀρχηστικούς, γυναικοθύμους, δαπανηρούς, κακογυναίους, ἐρωτικούς, λάγνους, καταφερεῖς, λοιδόρους, μοιχούς, φιλοκόσμους, ὑπομαλάκους, ῥαθύμους, ἀσώτους, ἐπιμώμους, ἐμπαθεῖς, καλλωπιστάς, γυναικονοήμονας, ἱερῶν ἐγκατόχους, προαγωγικούς, μυστηριακούς, πιστοὺς μέντοι καὶ ἀπονήρους καὶ ἐπιχαρίτους καὶ εὐπροσίτους καὶ εὐδιαγώγους καὶ πρὸς τὰς συμφορὰς ἐλευθεριωτέρους. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ πολυγραμμάτους, φιλολόγους, γεωμέτρας, μαθηματικούς, ποιητικούς, δημηγορικούς, εὐφυεῖς, σωφρονικούς, ἀγαθόφρονας, καλοσυμβούλους, πολιτικούς, εὐεργετικούς, ἐπιτροπικούς,
χρηστοήθεις, φιλοδώρους, φιλόχλους, εὐεπηβόλους, ἐπιτευκτικούς, ἡγεμονικούς, εὐσεβεῖς, φιλοθέους, εὐχρηματίστους, φιλοστόργους, φιλοικείους, εὐπαιδεύτους, ἐμφιλοσόφους, ἀξιωματικούς· ἐπὶ δὲ τῶν ἐναντίων εὐήθεις, ληρώδεις, σφαλλομένους, εὐκαταφρονήτους, ἐνθουσιαστικούς, θεοπροσπλόκους, φληνάφους, ὑποπίκρους, προσποιησισόφους, ἀνοήτους, ἀλαζονικούς, ἐπιτηδευτάς, μαγευτικούς, ὑποκεκινημένους, πολυΐστορας δὲ καὶ μνημονικοὺς καὶ διδασκαλικοὺς καὶ καθαρίους ταῖς ἐπιθυμίαις. Ὁ δὲ τοῦ Ἄρεως ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ γενναίους, ἀρχικούς, θυμικούς, φιλόπλους, πολυτρόπους, σθεναρούς, παραβόλους, ῥιψοκινδύνους, ἀνυποτάκτους, ἀδιαφόρους, μονοτόνους, ὀξεῖς, αὐθάδεις, καταφρονητικούς, τυραννικούς, δράστας, ὀργίλους, ἡγεμονικούς· ἐπὶ δὲ τῆς ἐναντίας ὠμούς, ὑβριστάς, φιλαίμους, φιλοθορύβους, δαπάνους, κραυγαστάς, πλήκτας, προπετεῖς, μεθύσους, ἅρπαγας, κακούργους, ἀνελεήμονας, τεταραγμένους, μανιώδεις, μισοικείους, ἀθέους. Τῷ δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἐπιχάριτας, εὐδιαγώγους, φιλεταίρους, ἡδυβίους, εὐφροσύνους, παιγνιώδεις,
ἀφελεῖς, εὐρύθμους, φιλορχηστάς, ἐρωτικούς, φιλοτέχνους, μιμητικούς, ἀπολαυστικούς, διασκευαστάς, ἐπάνδρους καὶ εὐκαταφόρους μὲν πρὸς τὰς ἀφροδισιακὰς ἁμαρτίας, ἐπιτευκτικοὺς δὲ καὶ εὐπεριστόλους καὶ νουνεχεῖς καὶ δυσελέγκτους καὶ διακριτικούς, ἔτι δὲ νέων ἐπιθυμητικοὺς ἀρρένων τε καὶ θηλειῶν, δαπανηρούς τε καὶ ὀξυθύμους καὶ ζηλοτύπους· ἐπὶ δὲ τῶν ἐναντίων ῥιψοφθάλμους, λάγνους, καταφερεῖς, ἀδιαφόρους, διασύρτας, μοιχικούς, ὑβριστάς, ψεύστας, δολοπλόκους, ὑπονοθευτὰς οἰκείων τε καὶ ἀλλοτρίων, ὀξεῖς ἅμα καὶ προσκορεῖς πρὸς τὰς ἐπιθυμίας, διαφθορέας γυναικῶν καὶ παρθένων, παραβόλους, θερμούς, ἀτάκτους, ἐνεδρευτάς, ἐπιόρκους, εὐεμπτώτους τε καὶ φρενοβλαβεῖς, ἐνίοτε δὲ καὶ ἀσώτους, φιλοκόσμους καὶ θρασεῖς καὶ διατιθεμένους καὶ ἀσελγαίνοντας. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ στρατηγικούς, δεινούς, δράστας, εὐκινήτους, ἀκαταφρονήτους, πολυτρόπους, εὑρετικούς, σοφιστάς, ἐπιπόνους, πανούργους, προγλώσσους, ἐπιθετικούς, δολίους, ἀστάτους, μεθοδευτάς, κακοτέχνους, ὀξύφρονας, ἐξαπατητάς, ὑποκριτικούς, ἐνεδρευτάς, κακοτρόπους, πολυπράγμονας, φιλοπονήρους, ἐπιτευκτικοὺς δʼ ἄλλως καὶ πρὸς τοὺς ὁμοίους εὐσυνθέτους καὶ εὐσυνδεξιάστους, καὶ ὅλως
ἐχθρῶν μὲν βλαπτικούς, φίλων δὲ εὐποιητικούς· ἐπὶ δὲ τῶν ἐναντίων δαπανηρούς, πλεονέκτας, ὠμούς, παραβόλους, τολμηρούς, μεταμελητικούς, ἐμπαράκτους, παρακεκινημένους, ψεύστας, κλέπτας, ἀθέους, ἐπιόρκους, ἐπιθέτας, στασιαστάς, ἐμπρηστάς, θεατροκόπους, ἐφυβρίστους, ληστρικούς, τοιχωρύχους, μιαιφόνους, πλαστογράφους, ῥᾳδιουργούς, γόητας, μάγους, φαρμακούς, ἀνδροφόνους. Ὁ δὲ τῆς Ἀφροδίτης μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ προσηνεῖς, ἀγαθούς, τρυφητάς, λογίους, καθαρίους, εὐφροσύνους, φιλορχηστάς, καλοζήλους, μισοπονήρους, φιλοτέχνους, φιλοθεωτάτους, εὐσχήμονας, εὐεκτικούς, εὐονείρους, φιλοστόργους, εὐεργετικούς, ἐλεήμονας, σικχούς, εὐσυναλλάκτους, ἐπιτευκτικοὺς καὶ ὅλως ἐπαφροδίτους· ἐπὶ δὲ τῆς ἐναντίας ῥαθύμους, ἐρωτικούς, τεθηλυσμένους, γυναικώδεις, ἀτόλμους, ἀδιαφόρους, καταφερεῖς, ἐπιψόγους, ἀνεπιφάντους, ἐπονειδίστους. Τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ φιλοτέχνους, ἐμφιλοσόφους, ἐπιστημονικούς, εὐφυεῖς, ποιητικούς, φιλομούσους, φιλοκάλους, χρηστοήθεις, ἀπολαυστικούς, τρυφεροδιαίτους,
εὐφροσύνους, φιλοφίλους, εὐσεβεῖς, συνετούς, πολυμηχάνους, διανοητικούς, εὐεπιβόλους, κατορθωτικούς, ταχυμαθεῖς, αὐτοδιδάκτους, ζηλωτὰς τῶν ἀρίστων, μιμητὰς τῶν καλῶν, εὐστόμους καὶ ἐπιχάριτας τῷ λόγῳ, ἐρασμίους, εὐαρμόστους τοῖς ἤθεσι, σπουδαίους, φιλάθλους, ὀρθούς, κριτικούς, μεγαλόφρονας, τῶν δὲ ἀφροδισίων πρὸς μὲν τὰ γυναικεῖα φυλακτικούς, πρὸς δὲ τὰ παιδικὰ μᾶλλον κεκινημένους καὶ ζηλοτύπους· ἐπὶ δὲ τῆς ἐναντίας ἐπιθέτας, πολυμηχάνους, κακοστόμους, ἀλλοπροσάλλους, κακογνώμονας, ἐξαπατητάς, κυκητάς, ψεύστας, διαβόλους, ἐπιόρκους, βαθυπονήρους, ἐπιβουλευτικούς, ἀσυνθέτους, ἀδεξιάστους, νοθευτάς, γυναικῶν διαφθορέας καὶ παίδων, ἔτι δὲ καλλωπιστάς, ὑπομαλάκους, ἐπιψόγους, κακοφήμους, πολυθρυλήτους, παντοπράξους, καὶ ἐνίοτε μὲν ἐπὶ διαφθορᾷ τὰ τοιαῦτα ὑποκρινομένους, ἐνίοτε δὲ καὶ ταῖς ἀληθείαις, διατιθεμένους τε καὶ αἰσχροποιοῦντας καὶ ποικίλοις πάθεσιν ὑβριζομένους. Ὁ δὲ τοῦ Ἑρμοῦ ἀστὴρ μόνος τὴν οἰκοδεσποτίαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ τοὺς γεννωμένους συνετούς, ἀγχίνους, νοήμονας, πολυΐστορας, εὑρετικούς, ἐμπείρους, λογιστικούς,
φυσιολόγους, θεωρητικούς, εὐφυεῖς, ζηλωτικούς, εὐεργετικούς, ἐπιλογιστικούς, εὐστόχους, μαθηματικούς, μυστηριακούς, ἐπιτευκτικούς· ἐπὶ δὲ τῆς ἐναντίας πανούργους, προπετεῖς, ἐπιλήσμονας, ὁρμηματίας, κούφους, εὐμεταβόλους, μεταμελητικούς, μωροκάκους, ἄφρονας, ἁμαρτώλους, ψεύστας, ἀδιαφόρους, ἀστάτους, ἀπίστους, πλεονέκτας, ἀδίκους καὶ ὅλως σφαλερούς τε τῇ διανοίᾳ καὶ καταφόρους τοῖς ἁμαρτήμασι. Τούτων δὲ οὕτως ἐχόντων συμβάλλεται μέντοι καὶ αὐτὴ ἡ τῆς σελήνης κατάστασις, ἐπειδήπερ ἐν μὲν τοῖς ἐπικαμπίοις τυγχάνουσα τοῦ τε νοτίου καὶ τοῦ βορείου πέρατος συνεργεῖ τοῖς ψυχικοῖς ἰδιώμασιν ἐπὶ τὸ πολυτροπώτερον καὶ τὸ πολυμηχανώτερον καὶ εὐμεταβολώτερον· ἐπὶ δὲ τῶν συνδέσμων ἐπὶ τὸ ὀξύτερον καὶ πρακτικώτερον καὶ εὐκινητότερον· ἔτι δὲ ἐν μὲν ταῖς ἀνατολαῖς καὶ ταῖς τῶν φωτῶν αὐξήσεσιν ἐπὶ τὸ εὐφυέστερον καὶ προφανέστερον καὶ βεβαιότερον καὶ παρρησιαστικώτερον· ἐν δὲ ταῖς μειώσεσι τῶν φωτῶν ἢ ταῖς κρύψεσιν ἐπὶ τὸ νωχελέστερον καὶ ἀμβλύτερον καὶ μεταμελητικώτερον καὶ εὐλαβέστερον καὶ ἀνεπιφανέστερον. Συμβάλλεται δέ πως καὶ ὁ ἥλιος συνοικειωθεὶς τῷ τῆς ψυχικῆς κράσεως οἰκοδεσποτήσαντι, κατὰ μὲν τὸ ἔνδοξον πάλιν τῆς διαθέσεως ἐπὶ τὸ δικαιότερον
καὶ ἀνυστικώτερον καὶ τιμητικώτερον καὶ σεμνότερον καὶ θεοσεβέστερον· κατὰ δὲ τὸ ἐναντίον καὶ ἀνοίκειον ἐπὶ τὸ ταπεινότερον καὶ ἐπιπονώτερον καὶ ἀσημότερον καὶ ὠμότερον καὶ μονογνωμονέστερον καὶ αὐστηρότερον καὶ δυσδιαγωγότερον καὶ ὅλως ἐπὶ τὸ δυσκατορθώτερον.

Περὶ παθῶν ψυχικῶν Ἐπεὶ δὲ τοῖς τῆς ψυχῆς ἰδιώμασιν ἀκολουθεῖ πως καὶ ὁ περὶ τῶν ἐξαιρέτων αὐτῆς παθῶν λόγος, καθ̓ ὅλου μὲν πάλιν ἐπισημαίνεσθαι καὶ παρατηρεῖν προσήκει τόν τε τοῦ Ἑρμοῦ ἀστέρα καὶ τὴν σελήνην, πῶς ἔχουσι πρός τε ἀλλήλους καὶ τὰ κέντρα καὶ τοὺς πρὸς κάκωσιν οἰκείους τῶν ἀστέρων· ὡς ἐάν τε αὐτοὶ ἀσύνδετοι ὄντες πρὸς ἀλλήλους, ἐάν τε πρὸς τὸν ἀνατολικὸν ὁρίζοντα, καθυπερτερηθῶσιν ἢ ἐμπερισχεθῶσιν ἢ διαμηκισθῶσιν ὑπὸ τῶν ἀνοικείως καὶ βλαπτικῶς ἐσχηματισμένων, ποικίλων παθῶν περὶ τὰς ψυχικὰς ἰδιοτροπίας συμπιπτόντων εἰσὶ ποιητικοί, τῆς διακρίσεως αὐτῶν πάλιν θεωρουμένης ἀπὸ τῆς προκατειλημμένης τῶν τοῖς τόποις συνοικειωθέντων ἀστέρων ἰδιοτροπίας. Τὰ μὲν οὖν πλεῖστα τῶν μετριωτέρων παθῶν σχεδὸν καὶ ἐν τοῖς ἔμπροσθεν περὶ τῶν τῆς ψυχῆς ἰδιωμάτων ῥηθεῖσι διακέκριταί πως, τῆς ἐπιτάσεως αὐτῶν ἐκ τῆς τῶν κακούντων ὑπερβολῆς συνορᾶσθαι δυναμένης· ἐπειδήπερ ἤδη τις ἂν εἰκότως εἴποι

πάθη καὶ τὰ ἄκρα τῶν ἠθῶν καὶ ἢ ἐλλείποντα ἢ πλεονάζοντα τῆς μεσότητος· τὰ δʼ ἐξαίρετον ἔχοντα τὴν ἀμετρίαν καὶ ὥσπερ νοσηματώδη καὶ παρʼ ὅλην τὴν φύσιν καὶ περί τε αὐτὸ τὸ διανοητικὸν τῆς ψυχῆς μέρος καὶ περὶ τὸ παθητικόν, ὡς ἐν τύπῳ, τοιαύτης ἔτυχε παρατηρήσεως. Ἐπιληπτικοὶ μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γίνονται ὅσοι τῆς σελήνης καὶ τοῦ τοῦ Ἑρμοῦ, ὥσπερ εἴπομεν, ἢ ἀλλήλοις ἢ τῷ ἀνατολικῷ ὁρίζοντι ἀσυνδέτων ὄντων τὸν μὲν τοῦ Κρόνου ἡμέρας, τὸν δὲ τοῦ Ἄρεως νυκτὸς ἔχουσιν ἐπίκεντρον καὶ κατοπτεύοντα τὸ προκείμενον σχῆμα· μανιώδεις δʼ ὅταν ἐπὶ τῶν αὐτῶν ἀνάπαλιν ὁ μὲν τοῦ Κρόνου νυκτός, ὁ δὲ τοῦ Ἄρεως ἡμέρας, κεκυριευκὼς ᾖ τοῦ σχήματος, καὶ μάλιστα ἐν Καρκίνῳ ἢ Παρθένῳ ἢ Ἰχθύσι· δαιμονιόπληκτοι δὲ καὶ ὑγροκέφαλοι ὅταν οὕτως ἔχοντες οἱ κακοποιοῦντες ἐπὶ φάσεως οὖσαν κατέχωσι τὴν σελήνην, ὁ μὲν τοῦ Κρόνου συνοδεύουσαν, ὁ δὲ τοῦ Ἄρεως πανσεληνιάζουσαν, μάλιστα δʼ ἐν Τοξότῃ καὶ Ἰχθύσι. μόνοι μὲν οὖν οἱ κακοποιοὶ κατὰ τὸν προειρημένον τρόπον τὴν ἐπικράτησιν τοῦ σχήματος λαβόντες ἀνίατα μέν, ἀνεπίφαντα δὲ ὅμως καὶ ἀπαραδειγμάτιστα ποιοῦσι
τὰ προκείμενα τοῦ διανοητικοῦ τῆς ψυχῆς νοσήματα. συνοικειωθέντων δὲ τῶν ἀγαθοποιῶν Διός τε καὶ Ἀφροδίτης ἐπὶ μὲν τῶν λιβυκῶν μερῶν ὄντες αὐτοί, τῶν ἀγαθοποιῶν ἐν τοῖς ἀπηλιωτικοῖς κεκεντρωμένων, ἰάσιμα μέν, εὐπαραδειγμάτιστα δὲ ποιοῦσι τὰ πάθη· ἐπὶ μὲν τοῦ τοῦ Διὸς διὰ θεραπειῶν ἰατρικῶν καὶ ἤτοι διαιτητικῆς ἀγωγῆς ἢ φαρμακείας, ἐπὶ δὲ τοῦ τῆς Ἀφροδίτης διὰ χρησμῶν καὶ τῆς ἀπὸ θεῶν ἐπικουρίας. ἐπὶ δὲ τῶν ἀπηλιωτικῶν αὐτοὶ κεκεντρωμένοι, τῶν ἀγαθοποιῶν δυνόντων, ἀνίατά τε ἅμα καὶ πολυθρύλλητα καὶ ἐπιφανέστατα ποιοῦσι τὰ νοσήματα, κατὰ μὲν τὰς ἐπιληψίας συνεχείαις καὶ περιβοησίαις καὶ κινδύνοις θανατικοῖς τοὺς πάσχοντας περικυλίοντες· κατὰ δὲ τὰς μανίας καὶ ἐκστάσεις ἀκαταστασίαις καὶ ἀπαλλοτριώσεσι τῶν οἰκείων καὶ γυμνητείαις καὶ βλασφημίαις καὶ τοῖς τοιούτοις· κατὰ δὲ τὰς δαιμονιοπληξίας ἢ τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐνθουσιασμοῖς καὶ ἐξαγορίαις καὶ αἰκίαις καὶ τοῖς ὁμοίοις τῶν παραδειγματισμῶν. ἰδίως δὲ καὶ τῶν τὸ σχῆμα περιεχόντων τόπων οἱ μὲν ἡλίου καὶ οἱ τοῦ Ἄρεως πρὸς τὰς μανίας μάλιστα συνεργοῦσιν, οἱ δὲ Διὸς καὶ Ἑρμοῦ πρὸς τὰς ἐπιληψίας, οἱ δὲ τῆς Ἀφροδίτης πρὸς τὰς θεοφορίας καὶ ἐξαγορίας, οἱ δὲ τοῦ Κρόνου καὶ σελήνης πρὸς τὰς τῶν ὑγρῶν ὀχλήσεις καὶ πρὸς τὰς δαιμονιοπληξίας.
Ἡ μὲν οὖν περὶ τὸ ποιητικοῦ τῆς ψυχῆς καθ̓ ὅλας τὰς φύσεις νοσηματικὴ παραλλαγὴ σχεδὸν ἔν τε τοῖς τοιούτοις εἴδεσι καὶ διὰ τῶν τοιούτων ἀποτελεῖται σχηματισμῶν. ἡ δὲ περὶ τὸ παθητικόν, κατʼ αὐτὸ πάλιν τὸ ἐξαίρετον θεωρουμένη, καταφαίνεται μάλιστα περὶ τὰς κατʼ αὐτὸ τὸ γένος τοῦ ἄρρενος καὶ θήλεως ὑπερβολὰς καὶ ἐλλείψεις τοῦ κατὰ φύσιν, διαλαμβάνεται δὲ ἐπισκεπτικῶς κατὰ τὸν ὅμοιον τῷ προκειμένῳ τρόπον, τοῦ ἡλίου μέντοι μετὰ τῆς σελήνης ἀντὶ τοῦ Ἑρμοῦ παραλαμβανομένου καὶ τῆς τοῦ Ἄρεως σὺν τῷ τῆς Ἀφροδίτης πρὸς αὐτοὺς συνοικειώσεως· τούτων γὰρ οὕτως ὑπʼ ὄψιν πιπτόντων, ἐὰν μὲν μόνα τὰ φῶτα ἐν ἀρρενικοῖς ᾖ ζῳδίοις, οἱ μὲν ἄνδρες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, αἱ δὲ γυναῖκες τοῦ παρὰ φύσιν πρὸς τὸ ἔπανδρον ἁπλῶς τῆς ψυχῆς καὶ δραστικώτερον· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ἢ καὶ ὁ τῆς Ἀφροδίτης ἤτοι ὁπότερος ἢ καὶ ἀμφότεροι ὦσιν ἠρρενωμένοι, οἱ μὲν ἄνδρες πρὸς τὰς κατὰ φύσιν συνουσίας γίνονται καταφερεῖς καὶ μοιχικοὶ καὶ ἀκόρεστοι καὶ ἐν παντὶ καιρῷ πρόχειροι πρός τε τὰ αἰσχρὰ καὶ τὰ παράνομα τῶν ἀφροδισίων· αἱ δὲ γυναῖκες πρὸς τὰς παρὰ φύσιν ὁμιλίας λάγναι καὶ ῥιψόφθαλμοι καὶ αἱ καλούμεναι τριβάδες· διατιθέασι δὲ θηλείας, ἀνδρῶν ἔργα ἐπιτελοῦσαι. κἂν μὲν μόνος ὁ τῆς Ἀφροδίτης ἠρρενωμένος ᾖ, λάθρα καὶ οὐκ ἀναφανδόν· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως, ἄντικρυς ὥστε
ἐνίοτε καὶ νομίμας ὥσπερ γυναῖκας τὰς διατιθεμένας ἀναδεικνύειν. Τὸ δʼ ἐναντίον, τῶν φωτῶν κατὰ τὸν ἐκκείμενον σχηματισμὸν ἐν θηλυκοῖς ζῳδίοις ὑπαρχόντων μόνων, αἱ μὲν γυναῖκες ὑπερβάλλουσι τοῦ κατὰ φύσιν, οἱ δὲ ἄνδρες τοῦ παρὰ φύσιν, πρὸς τὸ εὔθρυπτον καὶ τεθηλυσμένον τῆς ψυχῆς· ἐὰν δὲ καὶ ὁ τῆς Ἀφροδίτης ᾖ τεθηλυσμένος, αἱ μὲν γυναῖκες καταφερεῖς τε καὶ μοιχάδες καὶ λάγναι γίνονται πρὸς τὸ διατίθεσθαι κατὰ φύσιν ἐν παντί τε καιρῷ καὶ ὐπὸ παντὸς οὑτινοσοῦν, ὡς μηδενὸς ἁπλῶς, ἐάν τε αἰσχρὸν ᾖ, ἐάν τε παράνομον, ἀπέχεσθαι τῶν ἀφροδισίων· οἱ δὲ ἄνδρες μαλακοί τε καὶ σαθροὶ πρὸς τὰς παρὰ φύσιν συνουσίας καὶ γυναικῶν ἔργα, διατιθέμενοι παθητικῶς, ἀποκρύφως μέντοι καὶ λεληθότως· ἐὰν δὲ καὶ ὁ τοῦ Ἄρεως ᾖ τεθηλυσμένος, ἄντικρυς καὶ μετὰ παρρησίας ἀναισχυντοῦσι, τὰ προκείμενα καθʼ ἑκάτερον εἶδος ἀποτελοῦντες, τὸ πορνικὸν καὶ πολύκοινον καὶ πολύψογον καὶ πάναισχρον σχῆμα περιβαλλόμενοι μέχρι τῆς κατά τε τὴν λοιδορίαν καὶ τὴν τῆς χρήσεως ὕβριν σημειώσεως. συμβάλλονται δὲ καὶ οἱ μὲν ἀνατολικοὶ καὶ ἑῷοι σχηματισμοὶ τοῦ τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης πρός τε τὸ ἐπανδρότερον καὶ εὐδιαβοητότερον, οἱ δὲ δυτικοὶ καὶ ἑσπέριοι πρός τε τὸ θηλυκώτερον καὶ τὸ κατασταλτικώτερον· ὁμοίως δὲ καὶ ὁ μὲν τοῦ Κρόνου συμπροσγενόμενος ἐπὶ τὸ ἀσελγέστερον καὶ ἀκαθαρτότερον ἢ καὶ ἐπονειδιστότερον ἑκάστῳ τῶν ἐκκειμένων πέφυκε
συνεργεῖν, ὁ δὲ τοῦ Διὸς πρὸς τὸ εὐσχημονέστερον καὶ φυλακτικώτερον καὶ αἰδημονέστερον, ὁ δὲ τοῦ Ἑρμοῦ πρός τε τὸ περιβοητότερον καὶ τὸ τῶν παθῶν εὐκινητότερον καὶ πολυτροπώτερον καὶ εὐπροσκοπώτερον.