Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Τὰ μὲν οὖν πρὸ τῆς γενέσεως καὶ τὰ κατʼ αὐτὴν τὴν γένεσιν δυνάμενα θεωρεῖσθαι, καὶ ἔτι τῶν μετὰ τὴν γένεσιν ὅσα τῆς συστάσεως ἐστὶν ἴδια τὸ καθ̓ ὅλου ποιὸν τῶν συγκριμάτων ἐμφαίνοντα, σχεδὸν ταῦτʼ ἂν εἴη. τῶν δὲ κατὰ τὸ ἐκτὸς συμβεβηκότων καὶ ἐφεξῆς ὀφειλόντων διαλαμβάνεσθαι προηγεῖται μὲν ὁ περὶ τύχης κτητικῆς τε καὶ ἀξιωματικῆς λόγος, συνῆπται δʼ ὥσπερ ἡ μὲν κτητικὴ ταῖς τοῦ σώματος οἰκειώσεσιν, ἡ δʼ ἀξιωματικὴ ταῖς τῆς ψυχῆς.

Περὶ τύχης κτητικῆς Τὰ μὲν οὖν τῆς κτήσεως ὁποῖά τινα ἔσται ληπτέον ἀπὸ τοῦ καλουμένου κλήρου τῆς τύχης, μόνου μέντοι καθʼ ὃν πάντοτε τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὴν σελήνην διάστασιν ἐκβάλλομεν ἀπὸ τοῦ ὡροσκόπου καὶ ἐπὶ τῶν τῆς ἡμέρας καὶ ἐπὶ τῶν τῆς νυκτὸς γεννωμένων, δἰ ἃς εἴπομεν ἐν τοῖς περὶ

χρόνων ζωῆς αἰτίας. σκοπεῖν οὖν δεήσει τούτου συνισταμένου τὸν τρόπον τοῦτον, τοῦ δωδεκατημορίου λαβόντας τὴν οἰκοδεσποτίαν, καὶ πῶς ἔχουσιν οὗτοι δυνάμεως καὶ οἰκειότητος καθʼ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον· ἔτι δὲ τοὺς συσχηματιζομένους αὐτοῖς ἢ τοὺς καθυπερτεροῦντας τῶν τῆς αὐτῆς ἢ τῆς ἐναντίας αἱρέσεως· ἐν δυνάμει μὲν γὰρ ὄντες οἱ τοῦ κλήρου τὴν οἰκοδεσποτίαν λαβόντες ποιοῦσι πολυκτήμονας, καὶ μάλισθʼ ὅταν ὑπὸ τῶν φωτῶν οἰκείως τύχωσι μαρτυρηθέντες· ἀλλʼ ὁ μὲν τοῦ Κρόνου διὰ θεμελίων ἢ γεωργιῶν ἢ ναυκληριῶν, ὁ δὲ τοῦ Διὸς διὰ πίστεως ἢ ἐπιτροπιῶν ἢ ἱερατειῶν, ὁ δὲ τοῦ Ἄρεως διὰ στρατειῶν καὶ ἡγεμονιῶν, ὁ δὲ τῆς Ἀφροδίτης διὰ φιλικῶν ἢ γυναικείων δωρεῶν, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ λόγων καὶ ἐμποριῶν. ἰδίως δʼ ὁ τοῦ Κρόνου τῇ κτητικῇ τύχῃ συνοικειούμενος, ἐὰν τῷ τοῦ Διὸς συσχηματισθῇ, κληρονομίας περιποιεῖ, καὶ μάλισθʼ ὅταν ἐπὶ τῶν ἄνω κέντρων τοῦτο συμβῇ, τοῦ τοῦ Διὸς ἐν δισώμῳ ζῳδίῳ τυχόντος ἢ καὶ τὴν συναφὴν τῆς σελήνης ἐπέχοντος· τότε γὰρ καὶ εἰς παιδοποιΐαν ἀναχθέντες ἀλλότρια κληρονομοῦσι· κἂν μὲν οἱ τῆς αὐτῆς αἱρέσεως τοῖς οἰκοδεσπόταις τὰς μαρτυρίας τῶν οἰκοδεσποτιῶν αὐτοὶ τύχωσι ποιούμενοι, τὰς κτήσεις ἀκαθαιρέτους διαφυλάττουσιν· ἐὰν δὲ οἱ τῆς ἐναντίας αἱρέσεως καθυπερτερήσωσι τοὺς κυρίους τόπους ἢ ἐπανενεχθῶσιν
αὐτοῖς, καθαιρέσεις ποιοῦνται τῶν ὑπαρχόντων, τοῦ καθολικοῦ καιροῦ λαμβανομένου διὰ τῆς τῶν τὸ αἴτιον ποιούντων πρὸς τὰ κέντρα καὶ τὰς ἐπαναφορὰς προσνεύσεως.

Περὶ τύχης ἀξιωματικῆς Τὰ δὲ τῆς ἀξίας καὶ τῆς τοιαύτης εὐδαιμονίας δεήσει σκοπεῖν ἀπό τε τῆς τῶν φωτῶν διαθέσεως καὶ τῆς τῶν δορυφορούντων ἀστέρων οἰκειώσεως αὐτοῖς· ἐν ἀρρενικοῖς μὲν γὰρ ζῳδίοις ὄντων ἀμφοτέρων τῶν φωτῶν καὶ ἐπικέντρων ἤτοι ἀμφοτέρων πάλιν ἢ καὶ τοῦ ἑτέρου, μάλιστα δὲ τοῦ τῆς αἱρέσεως καὶ δορυφορουμένου ὑπὸ τῶν πέντε πλανωμένων, ἡλίου μὲν ὑπὸ ἑῴων, σελήνης δὲ ὑπὸ ἑσπερίων, οἱ γεννώμενοι βασιλεῖς ἔσονται. κἂν μὲν οἱ δορυφοροῦντες ἀστέρες ἤτοι ἐπίκεντροι καὶ αὐτοὶ ὦσιν ἢ πρὸς τὸ ὑπὲρ γῆν κέντρον συσχηματίζωνται, μεγάλοι καὶ δυναμικοὶ καὶ κοσμοκράτορες διατελοῦσι· καὶ ἔτι μᾶλλον εὐδαίμονες ἐὰν οἱ δορυφοροῦντες

ἀστέρες δεξιοὶ τοῖς ὑπὲρ γῆν κέντροις συσχηματίζωνται. ἐὰν δὲ τῶν ἄλλων οὕτως ἐχόντων μόνος ὁ ἥλιος ᾖ ἐν ἀρρενικῷ, ἡ δὲ σελήνη ἐν θηλυκῷ, ἐπίκεντρον δὲ τὸ ἕτερον τῶν φωτῶν, ἡγεμόνες μόνον ἔσονται ζωῆς καὶ θανάτου κύριοι. ἐὰν δὲ πρὸς τούτοις μηδὲ οἱ δορυφοροῦντες ἀστέρες ἐπίκεντροι ὦσιν ἢ μαρτυρήσωσι τοῖς κέντροις, μεγάλοι μόνον ἔσονται καὶ ἐν ἀξιώμασι τοῖς ἀπὸ μέρους στεμματηφορικοῖς ἢ ἐπιτροπικοῖς ἢ στρατοπεδαρχικοῖς καὶ οὐχὶ τοῖς ἡγεμονικοῖς. ἐὰν δὲ τὰ φῶτα μὴ ᾖ ἐπίκεντρα, τῶν δὲ δορυφορούντων ἀστέρων οἱ πλεῖστοι ἤτοι ἐπίκεντροι ὦσιν ἢ συσχηματίζωνται τοῖς κέντροις, ἐν ἀξιώμασι μὲν ἐπιφανεστέροις οὐ γενήσονται, ἐν προαγωγαῖς δὲ πολιτικαῖς καὶ μετριότητι περὶ τὰς κατὰ τὸν βίον προλήψεις· μηδὲ τῶν δορυφορούντων μέντοι τοῖς κέντροις συνοικειωθέντων ἀνεπίφαντοι ταῖς πράξεσι καὶ ἀπρόκοποι καθίστανται· τέλειον δὲ ταπεινοὶ καὶ κακοδαίμονες γίνονται ταῖς τύχαις ὅταν μηδέτερον τῶν φωτῶν μήτε κεκεντρωμένον ᾖ μήτʼ ἐν ἀρρενικῷ ζῳδίῳ τυγχάνῃ μήτε δορυφορῆται ὑπὸ τῶν ἀγαθοποιῶν. ὁ μὲν οὖν καθʼ ὅλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων· τὰς δὲ μεταξὺ τούτων καταστάσεις
παμπληθεῖς οὔσας καταστοχαστέον ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φωτῶν καὶ τῆς δορυφορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας τῶν δορυφορήσεων· ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολουθεῖ· περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιούς, τὸ ὑποτεταγμένον καὶ ἐπισφαλέστερον. καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον· ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις· ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων· ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν τῶν πραγμάτων.

Περὶ πράξεως ποιότητος Ὁ δὲ τῆς πράξεως τὴν κυρίαν ἐπέχων λαμβάνεται κατὰ τρόπους δύο, ἀπὸ τοῦ τε ἡλίου καὶ τοῦ μεσουρανοῦντος ζῳδίου. σκοπεῖν γὰρ δεήσει τόν τε τὴν φάσιν ἑῴαν ἔγγιστα πρὸς ἥλιον πεποιημένον καὶ τὸν ἐπὶ τοῦ μεσουρανήματος, ὅταν μάλιστα τὴν συναφὴν τῆς σελήνης ἐπέχῃ. κἂν μὲν ὁ αὐτὸς ᾖ ἀστὴρ ἀμφότερα ἔχων τὰ εἰρημένα, τούτῳ μόνῳ

προσχρηστέον· ὁμοίως δὲ κἂν τὸ ἕτερον μηδεὶς ἔχῃ, τῷ τὸ ἕτερον εἰληφότι μόνῳ. ἐὰν δὲ ἕτερος ᾖ ὁ τὴν ἔγγιστα φάσιν πεποιημένος καὶ ἕτερος ὁ τῷ μεσουρανήματι καὶ τῇ σελήνῃ συνοικειούμενος, ἀμφοτέροις προσχρηστέον, τὰ πρωτεῖα διδόντας τῷ κατὰ ἐπικράτησιν πλείους ἔχοντι ψήφους οἰκοδεσποτίας καθʼ ὃν προεκτεθείμεθα τρόπον. ἐὰν δὲ μηδεὶς εὑρίσκηται μήτε φάσιν πεποιημένος μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον αὐτοῦ παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ καιρούς· ἄπρακτοι γὰρ ὡς ἐπὶ πᾶν οἱ τοιοῦτοι γίνονται. Ὁ μὲν οὖν τῆς πράξεως τὴν οἰκοδεσποτίαν λαβὼν ἀστὴρ οὕτως ἡμῖν διακριθήσεται· τὸ δὲ ποιὸν τῶν πράξεων ἔκ τε τῆς ἰδιοτροπίας τῶν τριῶν ἀστέρων Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ καὶ ἐκ τῆς τῶν ζῳδίων ἐν οἷς ἂν τύχωσι παραπορευόμενοι. ὁ μὲν γὰρ τοῦ Ἑρμοῦ τὸ πράττειν παρέχων, ὡς ἄν τις εἴποι τυπωδῶς, ποιεῖ γραμματέας, πραγματευτικούς, λογιστάς, διδασκάλους, ἐμπόρους, τραπεζίτας, μάντεις, ἀστρολόγους, θύτας καὶ ὅλως τοὺς ἀπὸ γραμμάτων καὶ ἑρμηνείας καὶ δόσεως καὶ λήψεως ἐργαζομένους· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἀλλοτρίων οἰκονόμους ἢ ὀνειροκρίτας ἢ ἐν ἱεροῖς τὰς ἀναστροφὰς ποιουμένους προφάσει μαντειῶν καὶ ἐνθουσιασμῶν· ἐὰν δὲ ὁ τοῦ Διός,
νομογράφους, ῥήτορας, σοφιστάς, μετὰ προσώπων μειζόνων ἔχοντας τὰς ἀναστροφάς. Ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράττειν παρέχων ποιεῖ τοὺς παρʼ ὀσμαῖς ἀνθέων ἢ μύρων ἢ οἴνοις ἢ χρώμασιν ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κόσμοις τὰς πράξεις ἔχοντας, οἷον μυροπώλας, στεφανηπλόκους, ἐκδοχέας, οἰνεμπόρους, φαρμακοπώλας, ὑφάντας, ἀρωματοπώλας, ζωγράφους, βαφέας, ἱματιοπώλας· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον, γόητας δὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων τούτοις πορίζοντας· ἐὰν δὲ ὁ τοῦ Διός, ἀθλητὰς στεφανηφόρους, τιμῶν καταξιουμένους, ὑπὸ θηλυκῶν προσώπων προβιβαζομένους. Ὁ δὲ τοῦ Ἄρεως μετὰ μὲν τοῦ ἡλίου συσχηματισθεὶς τοὺς διὰ πυρὸς ἐργαζομένους ποιεῖ, οἷον μαγείρους, χωνευτάς, καύστας, χαλκέας, μεταλλευτάς· χωρὶς δὲ τοῦ ἡλίου τυχών, τοὺς διὰ σιδήρου, οἷον ναυπηγούς, τέκτονας, γεωργούς, λατόμους, λιθοξόους, λιθουργούς, ξυλοσχίστας, ὑπουργούς· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ, ναυτικούς, ἀντλητάς, ὑπονομευτάς, ζῳγράφους, θηριοτρόφους, μαγείρους, παρασχιστάς· ἐὰν δὲ ὁ τοῦ Διός, στρατιώτας,
ὑπηρέτας, τελώνας, πανδοκέας, πορθμέας, θυσιουργούς. Πάλιν δὲ δύο τῶν τὰς πράξεις παρεχομένων εὑρεθέντων, ἐὰν μὲν ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τῆς Ἀφροδίτης λάβωσι τὴν οἰκοδεσποτίαν, ἀπὸ Μούσης καὶ ὀργάνων καὶ μελωδιῶν ἢ ποιημάτων καὶ ῥυθμῶν ποιοῦσι τὰς πράξεις, καὶ μάλισθʼ ὅταν τοὺς τόπους ὦσιν ἀμφιλελαχότες· ἀποτελοῦσι γὰρ θυμελικούς, ὑποκριτάς, σωματεμπόρους, ὀργανοποιούς, χορευτάς, χορδοστρόφους, ζῳγράφους, ὀρχηστάς, ὑφάντας, κηροπλάστας· κἂν μὲν ὁ τοῦ Κρόνου πάλιν αὐτοῖς μαρτυρήσῃ, ποιεῖ τοὺς περὶ τὰ προειρημένα γένη καὶ τοὺς γυναικείους κόσμους ἐμπορευομένους· ἐὰν δὲ ὁ τοῦ Διός, δικολόγους, λογιστηρίων προισταμένους, ἐν δημοσίοις ἀσχολουμένους, παίδων διδασκάλους, ὄχλων προεστῶτας. Ἐὰν δὲ ὁ τοῦ Ἑρμοῦ καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν κυρίαν λάβωσι τῆς πράξεως, ποιοῦσιν ἀνδριαντοποιούς, ὁπλουργούς, ἱερογλύφους, ζῳοπλάστας, παλαιστάς, ἰατρούς, χειρουργούς, κατηγόρους, μοιχικούς, κακοπράγμονας, πλαστογράφους· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, φονέας, λωποδύτας, ἅρπαγας, λῃστάς, ἀπελάτας, ῥᾳδιούργους· ἐὰν δὲ ὁ τοῦ Διός, φιλόπλους ἢ φιλομονομάχους, δράστας, δεινούς,
φιλοπράγμονας, ἀλλοτρίων ὑπεξερχομένους καὶ διὰ τῶν τοιούτων πορίζοντας. Ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Ἄρεως ἅμα τὴν οἰκοδεσποτίαν λάβωσι τῆς πράξεως, ποιοῦσι βαφέας, μυρεψούς, κασσιτεροποιούς, μολυβδουργούς, χρυσοχόους, ἀργυροκόπους, γεωργούς, ὁπλορχηστάς, φαρμακοποιούς, ἰατροὺς τοὺς διὰ τῶν φαρμάκων ταῖς θεραπείαις χρωμένους· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτοῖς μαρτυρήσῃ, ἱερῶν ζῴων θεραπευτάς, ἀνθρώπων ἐνταφιαστάς, θρηνωδούς, τυμβαύλας, ἐνθουσιαστάς, ὅπου μυστήρια καὶ θρῆνοι καὶ αἱμαγμοὶ τὰς ἀναστροφὰς ποιουμένους· ἐὰν δὲ ὁ τοῦ Διός, ἱεροπροσπλόκους, οἰωνιστάς, ἱεροφόρους, γυναικῶν προϊσταμένους, γάμων καὶ συνεπιπλοκῶν ἑρμηνέας καὶ διὰ τῶν τοιούτων ζῶντας, ἀπολαυστικῶς ἅμα καὶ ῥιψοκινδύνως. Καὶ τῶν ζῳδίων δὲ ἐν οἷς ἂν ὦσιν οἱ τὸ πράττειν παρέχοντες αἱ κατʼ εἶδος ἰδιοτροπίαι συμβάλλονταί τι πρὸς τὸ ποικίλον τῶν πράξεων. τὰ μὲν γὰρ ἀνθρωπόμορφα συνεργεῖ πως πρὸς πάσας τὰς ἐπιστημονικὰς καὶ περὶ τὴν ἀνθρωπίνην χρείαν καταγινομένας· τὰ δὲ τετράποδα πρὸς τὰς μεταλλικὰς καὶ ἐμπορικὰς καὶ οἰκοδομικὰς καὶ τεκτονικάς· τὰ δὲ τροπικὰ καὶ ἰσημερινὰ πρὸς τὰς ἑρμηνευτικὰς καὶ μεταβολικὰς καὶ μετρητικὰς καὶ γεωργικὰς
καὶ ἱερατικάς· τὰ δὲ χερσαῖα καὶ τὰ κάθυγρα πρὸς τὰς ἐν ὑγροῖς ἢ δἰ ὑγρῶν καὶ τὰς βοτανικὰς καὶ ναυπηγικάς· ἔτι τε περὶ ταφὰς ἢ ταριχείας ἢ ἁλείας. Ἰδίως δὲ πάλιν ἡ σελήνη ἐὰν τὸν πρακτικὸν τόπον ἐπισχῇ, τὸν ἀπὸ συνόδου δρόμον ποιουμένη σὺν τῷ τοῦ Ἑρμοῦ, ἐν μὲν Ταύρῳ καὶ Αἰγόκερῳ καὶ Καρκίνῳ ποιεῖ μάντεις, θύτας, λεκανομάντεις· ἐν δὲ Τοξότῃ καὶ Ἰχθύσι νεκρομάντεις καὶ δαιμόνων κινητικούς· ἐν δὲ Παρθένῳ καὶ Σκορπίῳ μάγους, ἀστρολόγους, ἀποφθεγγομένους, προγνώσεις ἔχοντας· ἐν δὲ Ζυγῷ καὶ Κριῷ καὶ Λέοντι θεολήπτους, ὀνειροκρίτας, ἐξορκιστάς. Τὸ μὲν οὖν αὐτῶν τῶν πράξεων εἶδος διὰ τῶν τοιούτων κατὰ τὸ συγκρατικὸν εἶδος δεήσει καταστοχάζεσθαι· τὸ δὲ μέγεθος αὐτῶν ἐκ τῆς τῶν οἰκοδεσποτησάντων ἀστέρων δυνάμεως. ἀνατολικοὶ μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι ποιοῦσι τὰς πράξεις αὐθεντικάς· δυτικοὶ δὲ ἢ ἀποκεκλικότες τῶν κέντρων, ὑποτακτικάς· καὶ ὑπὸ μὲν ἀγαθοποιῶν καθυπερτερούμενοι μεγάλας καὶ ἐπιδόξους καὶ ἐπικερδεῖς καὶ ἀπταίστους καὶ ἐπαφροδίτας, ὑπὸ δὲ κακοποιῶν ταπεινὰς καὶ ἀδόξους καὶ ἀπερικτήτους καὶ ἐπισφαλεῖς· Κρόνου μὲν ἐναντιουμένου καταψύξεις καὶ
χρωματοκρασίας, Ἄρεως δὲ καταρριψοκινδυνίας καὶ περιβοησίας, ἀμφοτέρων δὲ κατὰ τὰς τελείας ἀναστασίας, τοῦ καθολικοῦ χρόνου τῆς αὐξήσεως ἢ τῆς ταπεινώσεως πάλιν θεωρουμένου διὰ τῆς τῶν αἰτίων τοῦ ἀποτελέσματος ἀστέρων πρὸς τὰ ἑῷα καὶ τὰ ἑσπέρια κέντρα ἀεὶ διαθέσεως.

Περὶ συναρμογῶν Ἑξῆς δὲ τούτοις ὄντος τοῦ περὶ συναρμογῶν λόγου, περὶ μὲν τῶν κατὰ νόμους ἀνδρὸς καὶ γυναικὸς συμβιώσεων οὕτω σκεπτέον. ἐπὶ μὲν τῶν ἀνδρῶν ἀφορᾶν δεῖ τὴν σελήνην αὐτῶν πῶς διάκειται. πρῶτον μὲν γὰρ ἐν τοῖς ἀπηλιωτικοῖς τυχοῦσα τεταρτημορίοις νεογάμους ποιεῖ τοὺς ἄνδρας ἢ νεωτέραις παρʼ ἡλικίαν συμβάλλοντας· ἐν δὲ τοῖς λιβυκοῖς, βραδυγάμους ἢ πρεσβυτέραις συνιόντας· εἰ δὲ ὑπὸ τὰς αὐγὰς εἴη καὶ τῷ τοῦ Κρόνου συσχηματιζομένη, τέλεον ἀγάμους. ἔπειτα ἐὰν μὲν ἐν μονοειδεῖ ζῳδίῳ ᾖ καὶ ἑνὶ τῶν ἀστέρων

συνάπτουσα τύχῃ, μονογάμους ἀποτελεῖ· ἐὰν δὲ ἐν δισώμῳ ἢ καὶ πολυμόρφῳ ἢ καὶ πλείοσιν ἐν τῷ αὐτῷ ζωδίῳ τὴν συναφὴν ἔχουσα, πολυγάμους. κἂν μὲν οἱ τὰς συναφὰς ἐπέχοντες τῶν ἀστέρων ἤτοι κατὰ κολλήσεις ἢ κατὰ μαρτυρίας ἀγαθοποιοὶ τυγχάνωσι, λαμβάνουσι γυναῖκας ἀγαθάς· ἐὰν δὲ κακοποιοί, τὰς ἐναντίας. Κρόνος μὲν γὰρ ἐπισχὼν τὴν συναφὴν περιποιεῖ γυναῖκας ἐπιπόνους καὶ αὐστηράς· Ζεὺς δέ, σεμνὰς καὶ οἰκονομικάς· Ἄρης δέ, θρασείας καὶ ἀνυποτάκτους· Ἀφροδίτη δέ, ἱλαρὰς καὶ εὐμόρφους καὶ ἐπιχάριτας· Ἑρμῆς δέ, συνετὰς καὶ ὀξείας. ἔτι δὲ Ἀφροδίτη μετὰ μὲν Διὸς ἢ Κρόνου ἢ μεθʼ Ἑρμοῦ βιωφελεῖς καὶ φιλάνδρους καὶ φιλοτέκνους· μετὰ δὲ Ἄρεως θυμικὰς καὶ ἀστάτους καὶ ἀγνώμονας. Ἐπὶ δὲ τῶν γυναικῶν ἀφορᾶν δεῖ τὸν ἥλιον αὐτῶν, ἐπειδήπερ καὶ αὐτὸς ἐν μὲν τοῖς ἀπηλιωτικοῖς πάλιν τυχὼν τεταρτημορίοις ποιεῖ τὰς ἐχούσας αὐτὸν οὕτω διακείμενον ἤτοι νεογάμους ἢ νεωτέροις συμβαλλούσας, ἐν δὲ τοῖς λιβυκοῖς βραδυγάμους ἢ πρεσβυτέροις παρʼ ἡλικίαν ζευγνυμένας· καὶ ἐν μὲν μονοειδεῖ ζῳδίῳ τυχὼν ἢ ἑνὶ
τῶν ἑῴων ἀστέρων συνάπτων, μονογάμους· ἐν δισώμῳ δὲ ἢ πολυμόρφῳ πάλιν ἢ καὶ πλείοσιν ἑῴοις συσχηματισθείς, πολυγάμους. Κρόνου μὲν οὖν ὡσαύτως τῷ ἡλίῳ συσχηματισθέντος, λαμβάνουσιν ἄνδρας καθεστῶτας καὶ χρησίμους καὶ φιλοπόνους· Διὸς δέ, σεμνοὺς καὶ μεγαλοψύχους· Ἄρεως δέ, δράστας καὶ ἀστόργους καὶ ἀνυποτάκτους· Ἀφροδίτης δέ, καθαρίους καὶ εὐμόρφους· Ἑρμοῦ δέ, βιωφελεῖς καὶ ἐμπράκτους· Ἀφροδίτης δὲ μετὰ μὲν Κρόνου, νωχελεῖς καὶ ἀσθενεστέρους ἐν τοῖς ἀφροδισίοις· μετὰ δὲ Ἄρεως, θερμοὺς καὶ καταφερεῖς καὶ μοιχώδεις· μετὰ δὲ Ἑρμοῦ, περὶ παῖδας ἐπτοημένους. λέγομεν δὲ νῦν ἀπηλιωτικὰ τεταρτημόρια ἐπὶ μὲν τοῦ ἡλίου τὰ προηγούμενα τοῦ τε ἀνατέλλοντος σημείου τοῦ ζωδιακοῦ καὶ τοῦ δύνοντος· ἐπὶ δὲ τῆς σελήνης τὰ ἀπὸ συνόδου καὶ πανσελήνου μέχρι τῶν διχοτόμων· λιβυκὰ δὲ τὰ τοῖς εἰρημένοις ἀντικείμενα. Διαμένουσιν μὲν οὖν ὡς ἐπὶ πᾶν αἱ συμβιώσεις ὅταν ἀμφοτέρων τῶν γενέσεων τὰ φῶτα συσχηματιζόμενα τύχῃ συμφώνως, τουτέστιν ὅταν ἢ τρίγωνα ᾖ ἀλλήλοις ἢ ἑξάγωνα, καὶ μάλισθ̓ ὅταν ἐναλλὰξ τοῦτο συμβαίνῃ· πολὺ δὲ πλέον
ὅταν ἡ τοῦ ἀνδρὸς σελήνη τῷ τῆς γυναικὸς ἡλίῳ. διαλύονται δʼ ἐκ τῶν τυχόντων καὶ ἀπαλλοτριοῦνται τέλεον ὅταν αἱ προειρημέναι τῶν φωτῶν στάσεις ἐν ἀσυνδέτοις ζῳδίοις τύχωσιν ἢ ἐν διαμέτροις ἢ τετραγώνοις. κἂν μὲν τοὺς συμφώνους τῶν φωτῶν συσχηματισμοὺς οἱ ἀγαθοποιοὶ τῶν ἀστέρων ἐπιθεωρῶσιν, ἡδείας καὶ προσηνεῖς καὶ ὀνησιφόρους τὰς διαμονὰς συντηροῦσιν· ἐὰν δʼ οἱ κακοποιοί, μαχίμους καὶ ἀηδεῖς καὶ ἐπιζημίους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀσυμφώνων στάσεων οἱ μὲν ἀγαθοποιοὶ τοῖς φωσὶ μαρτυρήσαντες οὐ τέλεον ἀποκόπτουσι τὰς συμβιώσεις, ἀλλὰ ποιοῦσιν ἐπανόδους καὶ ἀναμνήσεις συντηρούσας τό τε προσηνὲς καὶ τὸ φιλόστοργον· οἱ δὲ κακοποιοὶ μετά τινος ἐπηρείας καὶ ὕβρεως ποιοῦσι τὰς διαλύσεις. τοῦ μὲν οὖν τοῦ Ἑρμοῦ μόνου σὺν αὐτοῖς γενομένου, ἐν περιβοησίαις καὶ ἐγκλήμασι περικυλίονται· μετὰ δὲ τοῦ τῆς Ἀφροδίτης ἐπὶ μοιχείαις ἢ φαρμακείαις ἢ τοῖς τοιούτοις. τὰς δὲ κατʼ ἄλλον οἱονδήποτε τρόπον γενομένας συναρμογὰς διακριτέον ἀφορῶντας εἴς τε τὸν τῆς Ἀφροδίτης ἀστέρα καὶ τὸν τοῦ Ἄρεως καὶ τὸν τοῦ Κρόνου. συνόντων γὰρ αὐτῶν τοῖς φωσὶν οἰκείως καὶ τὰς συμβιώσεις οἰκείας καὶ νομίμους τὰς συγγενείας· συγγένειαν γὰρ ὥσπερ ἔχει πρὸς ἑκάτερον τῶν εἰρημένων ἀστέρων ὁ τῆς Ἀφροδίτης, καὶ πρὸς μὲν τὸν τοῦ
Ἄρεως κατὰ τὸ συνακμάζον πρόσωπον, ἐπειδήπερ ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ζῳδίοις ἔχουσι τὰ ὑψώματα, πρὸς δὲ τὸν τοῦ Κρόνου κατὰ τὸ πρεσβύτερον πρόσωπον, ἐπειδὴ πάλιν ἐν τοῖς τριγωνικοῖς ἀλλήλων ἔχουσι τοὺς οἴκους. Ὅθεν ὁ τῆς Ἀφροδίτης μετὰ μὲν τοῦ τοῦ Ἄρεως ἁπλῶς ἐρωτικὰς διαθέσεις ποιεῖ· προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ περιβοησίας· ἐν δὲ τοῖς ἐπικοίνοις καὶ συνοικειουμένοις ζῳδίοις Αἰγόκερῳ, Ἰχθύσιν, ἀδελφῶν ἢ συγγενῶν ἐπιπλοκάς· κἂν μὲν ἐπὶ τῶν ἀνδρῶν τῇ σελήνῃ συμπάρῃ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους· ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. Μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις· προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ, καὶ ὠφελίμους· συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως, ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους. κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς· ἂν δʼ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρους ἢ νεωτέρας· ἐὰν δὲ δυτικώτερος, πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους. ἐὰν δὲ καὶ ἐν τοῖς ἐπικοίνοις ζῳδίοις ὦσιν ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Κρόνου, τουτέστιν Αἰγόκερῳ καὶ Ζυγῷ,
συγγενικὰς ποιοῦσι τὰς συνελεύσεις. ὡροσκοπήσαντι δὲ ἢ μεσουρανήσαντι τῷ προειρημένῳ σχήματι ἡ σελήνη μὲν συμπροσγενομένη ποιεῖ τοὺς μὲν ἄρρενας μητράσιν ἢ μητέρων ἀδελφαῖς ἢ μητρυιαῖς συνέρχεσθαι, τὰς δὲ θηλείας υἱοῖς ἢ υἱοῖς ἀδελφῶν ἢ θυγατέρων ἀνδράσιν· ἥλιος δὲ δυτικῶν μάλιστα ὄντων τῶν ἀστέρων τοὺς μὲν ἄρρενας θυγατράσιν ἢ θυγατέρων ἀδελφαῖς ἢ γυναιξὶν υἱῶν, τὰς δὲ θηλείας πατράσιν ἢ πατέρων ἀδελφοῖς ἢ πατρωοῖς. ἐὰν δʼ οἱ προκείμενοι σχηματισμοὶ τῶν μὲν συγγενικῶν ζῳδίων μὴ τύχωσιν, ἐν θηλυκοῖς δὲ ὦσι τόποις, ποιοῦσι καὶ οὕτως καταφερεῖς καὶ πρὸς τὸ διαθεῖναί τε καὶ διατεθῆναι πάντα τρόπον προχείρους, ἐπʼ ἐνίων δὲ μορφώσεων καὶ ἀσελγεῖς, ὡς ἐπί τε τῶν ἐμπροσθίων καὶ ὀπισθίων τοῦ Κριοῦ καὶ τῆς Ὑάδος καὶ τῆς Καλπίδος καὶ τῶν ὀπισθίων τοῦ Λέοντος καὶ τοῦ προσώπου τοῦ Αἰγόκερω. κεντρωθέντες δὲ κατὰ μὲν τῶν πρώτων δύο κέντρων τοῦ τε ἀπηλιωτικοῦ καὶ τοῦ μεσημβρινοῦ, παντελῶς ἀποδεικνύουσι τὰ πάθη καὶ ἐπὶ δημοσίων τόπων προάγουσι· κατὰ δὲ τῶν ἐσχάτων δύο τοῦ τε λιβυκοῦ καὶ τοῦ βορείου σπάδοντας ποιοῦσι καὶ
αὐλικοὺς ἢ στείρας ἢ ἀτρήτους· Ἄρεως δὲ προσόντος, ἀποκόπους ἢ τριβάδας. Καὶ καθʼ ὅλου δὲ ποδαπήν τινα διάθεσιν πρὸς τὰ ἀφροδίσια ἕξουσιν ἐπὶ μὲν τῶν ἀνδρῶν ἀπὸ τοῦ τοῦ Ἄρεως ἐπισκεψόμεθα. τοῦ μὲν γὰρ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου χωρισθείς, μαρτυρηθεὶς δὲ ὑπὸ Διός, καθαρίους καὶ σεμνοὺς περὶ τὰ ἀφροδίσια ποιεῖ καὶ μόνης τῆς φυσικῆς χρείας στοχαζομένους· μετὰ Κρόνου δὲ μόνου μὲν τυχών, εὐλαβεῖς καὶ ὀκνηροὺς καὶ καταψύχρους ἀπεργάζεται· συσχηματιζομένων δʼ Ἀφροδίτης καὶ Διός, εὐκινήτους μὲν καὶ ἐπιθυμητικούς, ἐγκρατεῖς δὲ καὶ ἀντιληπτικοὺς καὶ τὸ αἰσχρὸν φυλαττομένους· μετὰ μόνης δʼ Ἀφροδίτης ἢ καὶ τοῦ Διὸς σὺν αὐτῇ τυχόντος, ἀπόντος τοῦ τοῦ Κρόνου, λάγνους καὶ ῥαθύμους καὶ πανταχόθεν ἑαυτοῖς τὰς ἡδονὰς ποριζομένους. κἂν ὁ μὲν ἑσπέριος ᾖ τῶν ἀστέρων, ὁ δὲ ἑῷος, καὶ πρὸς ἄρρενας καὶ πρὸς θηλείας οἰκείως ἔχοντας, οὐχ ὑπερπαθῶς μέντοιγε πρὸς οὐδέτερα τὰ πρόσωπα· ἐὰν δʼ ἀμφότεροι ἑσπέριοι, πρὸς τὰ θηλυκὰ μόνα καταφερεῖς· θηλυκῶν δ̓ ὄντων τῶν ζῳδίων, καὶ αὐτοὺς διατιθεμένους· ἐὰν δʼ ἀμφότεροι ἑῷοι, πρὸς τὰ παιδικὰ μόνα νοσηματώδεις· ἀρρενικῶν δʼ ὄντων τῶν ζῳδίων, καὶ πρὸς πᾶσαν ἀρρένων ἡλικίαν. κἂν μὲν ὁ τῆς Ἀφροδίτης δυτικώτερος ᾖ, ταπειναῖς ἢ δούλαις ἢ
ἀλλοφύλοις συνερχομένους· ἐὰν δὲ ὁ τοῦ Ἄρεως, ὑπερεχούσαις ἢ ὑπάνδροις ἢ δεσποίναις. Ἐπὶ δὲ τῶν γυναικῶν τὸν τῆς Ἀφροδίτης ἐπισκεπτέον. συσχηματιζόμενος γὰρ τῷ τοῦ Διὸς ἢ καὶ τῷ τοῦ Ἑρμοῦ, σώφρονας καὶ καθαρίους ποιεῖ περὶ τὰ ἀφροδίσια· καὶ τοῦ τοῦ Κρόνου δὲ ἀπόντος, τῷ τοῦ Ἑρμοῦ συνοικειωθείς, κεκινημένας μὲν καὶ ὀρεκτικάς, εὐλαβεῖς δὲ καὶ ὀκνηρὰς τὰ πολλὰ καὶ τὸ αἰσχρὸν φυλαττομένας. Ἄρει δὲ μόνῳ μὲν συνὼν ἢ καὶ συσχηματισθεὶς ὁ τῆς Ἀφροδίτης ποιεῖ λάγνους καὶ καταφερεῖς καὶ μᾶλλον ῥαθύμους· ἐὰν δὲ καὶ ὁ τοῦ Διὸς αὐτοῖς προσγένηται, κἂν μὲν ὁ τοῦ Ἄρεως ὑπὸ τὰς αὐγὰς ᾖ τοῦ ἡλίου, συνέρχονται δούλοις ἢ ταπεινοτέροις ἢ ἀλλοφύλοις· ἐὰν δὲ ὁ τῆς Ἀφροδίτης, ὑπερέχουσιν ἢ δεσπόταις, ἑταιρῶν ἢ μοιχάδων ἐπέχουσαι τρόπον· κἂν μὲν τεθηλυσμένοι ὦσι τοῖς τόποις ἢ τοῖς σχήμασιν οἱ ἀστέρες, πρὸς τὸ διατίθεσθαι μόνον καταφερεῖς· ἐὰν δὲ ἠρρενωμένοι, καὶ πρὸς τὸ διατιθέναι γυναῖκας. ὁ μέντοι τοῦ Κρόνου τοῖς προκειμένοις σχήμασι συνοικειωθείς, ἐὰν μὲν καὶ αὐτὸς ᾖ τεθηλυσμένος, ἀσελγειῶν μόνος γίνεται αἴτιος· ἐὰν δὲ ἀνατολικὸς καὶ ἠρρενωμένος, ἐπιψόγους ἵστησιν ἢ τῶν ἐπιψόγων ἐραστὰς ἀπεργάζεται,
τοῦ μὲν τοῦ Διὸς πάλιν ἀεὶ πρὸς τὸ εὐσχημονέστερον τῶν παθῶν συλλαμβανομένου, τοῦ δὲ τοῦ Ἑρμοῦ πρὸς τὸ διαβοητότερον καὶ εὐπταιστότερον.

Περὶ τέκνων Ἐπειδὴ δὲ τῷ περὶ γάμου τόπῳ καὶ ὁ περὶ τέκνων ἀκολουθεῖ, σκοπεῖν δεήσει τοὺς τῷ κατὰ κορυφὴν τόπῳ ἢ τῷ ἐπιφερομένῳ, τουτέστι τῷ τοῦ ἀγαθοῦ δαίμονος, προσόντας ἢ συσχηματιζομένους· εἰ δὲ μή, τοὺς τοῖς διαμέτροις αὐτῶν· καὶ σελήνην μὲν καὶ Δία καὶ Ἀφροδίτην πρὸς δόσιν τέκνων λαμβάνειν, ἥλιον δὲ καὶ Ἄρη καὶ Κρόνον πρὸς ἀτεκνίαν ἢ ὀλιγοτεκνίαν· τὸν δὲ τοῦ Ἑρμοῦ, πρὸς ὁποτέρους ἂν αὐτῶν τύχῃ συσχηματισθείς, ἐπίκοινον καὶ ἐπιδοτῆρα μὲν ὅταν ἀνατολικὸς ᾖ, ἀφαιρέτην δʼ ὅταν δυτικός. Οἱ μὲν οὖν δοτῆρες ἁπλῶς μὲν οὕτω κείμενοι καὶ κατὰ μόνας ὄντες μοναχὰ διδόασι τέκνα· ἐν δισώμοις δὲ καὶ ἐν θηλυκοῖς ζῳδίοις, ὁμοίως δὲ καὶ ἐν τοῖς πολυσπέρμοις, οἷον Ἰχθύσι καὶ Σκορπίῳ καὶ Καρκίνῳ, δισσὰ ἢ καὶ πλείονα· καὶ ἠρρενωμένοι μὲν τοῖς τε ἀρρενικοῖς ζῳδίοις καὶ τοῖς πρὸς ἥλιον σχηματισμοῖς ἄρρενα· τεθηλυσμένοι δὲ θήλεα· καθυπερτερηθέντες δὲ ὑπὸ τῶν κακοποιῶν ἢ καὶ ἐν στειρώδεσι τόποις τυχόντες, οἷόν ἐστι

Λέων ἢ Παρθένος, διδόασι μέν, οὐκ ἐπὶ καλῷ δέ, οὐδʼ ἐπὶ διαμονῇ. ἥλιος δὲ καὶ οἱ κακοποιοὶ διακατασχόντες τοὺς εἰρημένους τόπους, ἐὰν μὲν ἐν ἀρρενικοῖς ὦσιν ἢ στειρώδεσι ζῳδίοις καὶ ὑπὸ τῶν ἀγαθοποιῶν ἀκαθυπερτέρητοι τελείας εἰσὶν ἀτεκνίας δηλωτικοί, ἐπὶ θηλυκῶν δὲ ἢ πολυσπέρμων ζῳδίων τυχόντες ἢ ὑπὸ τῶν ἀγαθοποιῶν μαρτυρηθέντες διδόασι μέν, ἐπισινῆ δὲ καὶ ὀλιγοχρόνια. τῶν δὲ αἱρέσεων ἀμφοτέρων λόγον ἐχουσῶν πρὸς τὰ τεκνοποιὰ ζῴδια, τῶν δοθέντων τέκνων ἀποβολαὶ γενήσονται ἢ πάντων ἢ ὀλίγων, πρὸς τὰς ὑπεροχὰς τῶν καθʼ ἑκατέραν αἵρεσιν μαρτυρησάντων, ὁποτέρους ἂν εὑρίσκωμεν ἤτοι πλείους ἢ δυνατωτέρους ἐν τῷ ἀνατολικωτέρους ὑπάρχειν ἢ ἐπικεντροτέρους ἢ καθυπερτερεῖν ἢ ἐπαναφέρεσθαι. ἐὰν μὲν οὖν οἱ κυριεύσαντες τῶν εἰρημένων ζῳδίων ἀνατολικοὶ τυγχάνωσι, δοτῆρες ὄντες τέκνων, εἰ ἐν ἰδίοις ὦσι τόποις, ἔνδοξα καὶ ἐπιφανῆ ποιοῦσι τὰ δοθέντα τέκνα· ἐὰν δὲ δυτικοὶ καὶ ἐν τοῖς τῆς ἀλλοτρίας αἱρέσεως τόποις, ταπεινὰ καὶ ἀνεπίφαντα. κἂν μὲν σύμφωνοι τῇ ὥρᾳ καὶ τῷ κλήρῳ τῆς τύχης καταλαμβάνωνται, προσφιλῆ τοῖς γονεῦσι καὶ ἐπαφρόδιτα καὶ κληρονομοῦντα τὰς οὐσίας αὐτῶν· ἂν δʼ ἀσύνδετοι ἢ ἀντικείμενοι, μάχιμα
καὶ ἐχθροποιούμενα καὶ ἐπιβλαβῆ καὶ μὴ παραλαμβάνοντα τὰς τῶν γονέων οὐσίας. ὁμοίως δὲ κἂν μὲν ἀλλήλοις ὦσι συνεσχηματισμένοι συμφώνως οἱ τὰ τέκνα διδόντες, διαμένουσιν οἱ δοθέντες φιλάδελφοι καὶ τιμητικοὶ πρὸς ἀλλήλους· ἂν δ̓ ἀσύνδετοι ἢ διάμετροι, φιλέχθρως καὶ ἐπιβουλευτικῶς διακείμενοι. τὰ δὲ κατὰ μέρος πάλιν ἂν τις καταστοχάζοιτο χρησάμενος ἐφʼ ἑκάστου τῷ τὴν δόσιν πεποιημένῳ τῶν ἀστέρων ὡροσκοπίῳ καὶ ἀπὸ τῆς λοιπῆς διαθέσεως ὡς ἐπὶ γενέσεως τὴν περὶ τῶν ὁλοσχερεστέρων ἐπίσκεψιν ποιούμενος.

Περὶ φίλων καὶ ἐχθρῶν Τῶν δὲ φιλικῶν διαθέσεων καὶ τῶν ἐναντίων, ὧν τὰς μὲν μείζους καὶ πολυχρονίους καλοῦμεν συμπαθείας καὶ ἔχθρας, τὰς δὲ ἐλάττους καὶ προσκαίρους συναστρίας καὶ ἀντιδικίας, ἡ ἐπίσκεψις ἡμῖν ἔσται τὸν τρόπον τοῦτον. ἐπὶ μὲν γὰρ τῶν κατὰ μεγάλα συμπτώματα θεωρουμένων παρατηρεῖν δεῖ τοὺς ἀμφοτέρων τῶν γενέσεων κυριωτάτους τόπους, τουτέστι τόν τε ἡλιακὸν καὶ τὸν σεληνιακὸν καὶ τὸν ὡροσκοπικὸν καὶ τὸν τοῦ κλήρου τῆς τύχης, ἐπειδήπερ κατὰ μὲν τῶν αὐτῶν τυχόντες δωδεκατημορίων ἢ ἐναλλάξαντες τοὺς τόπους ἤτοι πάντες ἢ

οἱ πλείους, καὶ μάλισθʼ ὅταν οἱ ὡροσκοποῦντες περὶ τὰς ιζ μοίρας ἀλλήλων ἀπέχωσι, ποιοῦσι συμπαθείας ἀπταίστους καὶ ἀδιαλύτους καὶ ἀνεπηρεάστους· κατὰ δὲ τῶν ἀσυνδέτων ἢ τῶν διαμετρούντων σταθέντες ἔχθρας μεγίστας καὶ ἐναντιώσεις πολυχρονίους· μηδετέρως δὲ τυχόντες ἀλλὰ μόνον ἐν τοῖς συσχηματιζομένοις, εἰ μὲν ἐν τοῖς τριγώνοις εἶεν ἢ ἐν ἑξαγώνοις, ἥττονας ποιοῦσι τὰς συμπαθείας· εἰ δʼ ἐν τοῖς τετραγώνοις, ἥττονας τὰς ἀντιπαθείας, ὡς γίνεσθαί τινας κατὰ καιροὺς ἐν μὲν ταῖς φιλίαις ἀποσιωπήσεις καὶ μικρολογίας ὅταν οἱ κακοποιοὶ τὸν συσχηματισμὸν παροδεύωσιν· ἐν δὲ ταῖς ἔχθραις σπονδὰς καὶ ἀποκαταστάσεις κατὰ τὰς τῶν ἀγαθοποιῶν τοῖς σχηματισμοῖς ἐπεμβάσεις. ἐπεὶ δὲ φιλίας καὶ ἔχθρας εἴδη τρία· ἢ γὰρ διὰ προαίρεσιν οὕτως ἔχουσι πρὸς ἀλλήλους ἢ διὰ χρείαν ἢ δἰ ἡδονὴν καὶ λύπην· ὅταν μὲν πάντες ἢ οἱ πλείους τῶν εἰρημένων τόπων οἰκειωθῶσι πρὸς ἀλλήλους, ἐκ πάντων ἡ φιλία συνάγεται τῶν εἰδῶν, ὥσπερ ὅταν ἀνοικείως ἡ ἔχθρα. ὅταν δὲ οἱ τῶν φωτῶν μόνον, διὰ προαίρεσιν, ἥτις ἐστὶ φιλία καὶ βελτίστη καὶ ἀσφαλεστάτη καὶ ἔχθρα χειρίστη καὶ ἄπιστος· ὁμοίως δʼ ὅταν μὲν οἱ τῶν
κλήρων τῆς τύχης, διὰ χρείας· ὅταν δὲ οἱ τῶν ὡροσκόπων, δἰ ἡδονὰς ἢ λύπας. Παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις· ἐφʼ ὧν μὲν γὰρ ἂν γενέσεων ᾖ ἡ τοῦ σχηματισμοῦ καθυπερτέρησις, ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ᾖ ζῴδιον τῇ ἐπαναφορᾷ, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας ἢ τῆς ἔχθρας προσνεμητέον· ἐφʼ ὧν δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον. Ἐπὶ δὲ τῶν κατὰ χρόνους τισὶ συνισταμένων προσκαίρων συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθʼ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτέστι κατὰ ποίους χρόνους αἱ τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων ἀφέσεις ἐπέρχονται
τοῖς τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων. γίνονται γὰρ κατὰ τούτους φιλίαι καὶ ἔχθραι μερικαὶ καὶ διακρατοῦσαι χρόνον ὀλίγιστον μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψεως. Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεις ἢ γεωργίας ἢ κληρονομίας· Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλὰς τὰς κατὰ προαίρεσιν· Κρόνος δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς διὰ συγγενικῶν προσώπων, ταχὺ μέντοι ψυχούσας· Κρόνος δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν καὶ λῆψιν καὶ ἐμπορίαν ἢ μυστήρια· Ζεὺς δὲ καὶ Ἄρης ἑταιρίας δἰ ἀξιωματικῶν ἢ οἰκονομικῶν· Ζεὺς δὲ καὶ Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων ἢ τῶν ἐν ἱεροῖς θρησκειῶν ἢ χρησμῶν ἢ τῶν τοιούτων· Ζεὺς δὲ καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον· Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς τὰς δἰ ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς δὲ καὶ οὐκ ἐπὶ πολὺ διευθηνούσας· Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων ἢ φαρμάκων ἀφορμάς· Ἀφροδίτη δὲ καὶ Ἑρμῆς
συμβιώσεις τὰς διὰ τέχνην τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων ἢ θηλυκῶν προσώπων. Τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἧττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέτταρας τόπους διαθέσεως· ἐπειδήπερ κατὰ κέντρων μὲν ἢ κλήρων ἢ τῶν φωτῶν τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας· ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους. τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑταίροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας. Ἰδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἢ ἀντιπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται, καὶ τῆς τῶν ἐπιθεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος, καὶ μάλισθ̓ ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφωνῶσι τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἢ ἐναντίους ποιῶνται τοὺς συσχηματισμούς.

Περὶ ξενιτείας Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φωτῶν πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης. δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ. δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων ἢ καὶ αὐτὸς ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν. ἐὰν δὲ καὶ ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιήσασι τὴν ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθοποιῶν μὲν οὖν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἢ ἐπιφερομένων αὐτοῖς, ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ ἀνεμποδίστους· κακοποιῶν δέ, ἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς ἐπισκέψεως πανταχῆ συμπαραλαμβανομένης κατʼ ἐπικράτησιν τῶν τοῖς

αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ ἐν τοῖς πρώτοις διωρισάμεθα. Ὡς ἐπὶ πᾶν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φωτῶν, εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει· ἐν δὲ τοῖς τῶν λιβυκῶν ἢ καὶ ἐν αὐτῷ τῷ δύνοντι, εἰς τὰ πρὸς ἄρκτους καὶ δυσμάς. κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα ζῴδια, ἤτοι αὐτὰ ἢ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἄστερες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται τὰς ἀποδημίας· ἐὰν δὲ δίσωμα ἢ δίμορφα, συνεχῶς καὶ ἐπὶ πλεῖστον χρόνον. Ζεὺς μὲν οὖν καὶ Ἄφροδίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φωτῶν οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμήρεις ποιοῦσι τὰς ὁδοιπορίας· ἤτοι γὰρ ὑπὸ τῶν προεστώτων ἐν ταῖς χώραις ἢ διὰ φίλων ἀφορμὰς παραπέμπονται, συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας· προσγενομένου δὲ αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δἰ αὐτῆς τῆς εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ καὶ τιμαὶ προσγίνονται. Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόντες τὰ φῶτα, κἂν μάλιστα διαμηκίζωσιν ἀλλήλους, τὰ περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ κινδύνοις περικυλίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις τυχόντες ζῳδίοις, διὰ δυσπλοιῶν καὶ ναυαγίων ἢ πάλιν δυσοδιῶν καὶ
ἐρήμων τόπων· ἐν δὲ τοῖς στερεοῖς, διὰ κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων· ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερινοῖς δἰ ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις καταστάσεις· ἐν δὲ τοῖς ἀνθρωποείδεσι διὰ ληστήρια καὶ ἐπιβουλὰς καὶ συλήσεις· ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφόδους ἢ σεισμούς, Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι μὲν τῆς τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε βλαβερὰ ᾖ, ἰδιοτροπίας, τουτέστι τῆς περὶ τὸ αἴτιον διαφορᾶς, καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως ἢ κτήσεως ἢ σώματος ἢ ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ τῆς τῶν ε πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότητος. καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτων ὑποτετυπώσθω.

Περὶ θανάτου ποιότητος Καταλειπομένης δʼ ἐπὶ πᾶσι τῆς περὶ τὸ ποιὸν τῶν θανάτων ἐπισκέψεως, προδιαληψόμεθα διὰ τῶν ἐν τοῖς περὶ τῶν χρόνων τῆς ζωῆς ἐφωδευμένων πότερον κατὰ ἄφεσιν ἀκτῖνος ἡ ἀναίρεσις ἀποτελεσθήσεται ἢ κατὰ τὴν ἐπὶ τὸ δυτικὸν τοῦ

ἐπικρατήτορος καταφοράν. εἰ μὲν γὰρ κατὰ ἄφεσιν καὶ ὑπάντησιν ἡ ἀναίρεσις γίνοιτο, τὸν τῆς ὑπαντήσεως τόπον εἰς τὴν τοῦ θανάτου ποιότητα προσήκει παρατηρεῖν· εἰ δὲ κατὰ τὴν ἐπὶ τὸ δύνον καταφοράν, αὐτὸν τὸν δυτικὸν τόπον. ὁποῖοι γὰρ ἂν ὦσιν ἤτοι οἱ ἐπόντες τοῖς εἰρημένοις τόποις, ἢ ἐὰν μὴ ἐπῶσιν, οἱ πρῶτοι τῶν ἄλλων αὐτοῖς ἐπιφερόμενοι, τοιούτους καὶ τοὺς θανάτους ἔσεσθαι διαληπτέον, συμβαλλομένων ταῖς φύσεσιν αὐτῶν πρὸς τὸ ποικίλον τῶν συμπτωμάτων τῶν τε συσχηματιζομένων ἀστέρων καὶ τῆς αὐτῶν τῶν εἰρημένων ἀναιρετικῶν τόπων ἰδιοτροπίας ζῳδιακῶς τε καὶ κατὰ τὴν τῶν ὁρίων φύσιν. Ὁ μὲν οὖν τοῦ Κρόνου τὴν κυρίαν τοῦ θανάτου λαβὼν ποιεῖ τὰ τέλη διὰ νόσων πολυχρονίων καὶ φθίσεων καὶ ῥευματισμῶν καὶ συντήξεων καὶ ῥιγοπυρέτων καὶ σπληνικῶν καὶ ὑδρωπικῶν καὶ κοιλιακῶν καὶ ὑστερικῶν διαθέσεων καὶ ὅσαι κατὰ πλεονασμὸν τοῦ ψυχροῦ συνίστανται. ὁ δὲ τοῦ Διὸς ποιεῖ τοὺς θανάτους ἀπὸ συνάγχης καὶ περιπνευμονίας καὶ ἀποπληξίας καὶ σπασμῶν καὶ κεφαλαλγίας καὶ τῶν καρδιακῶν διαθέσεων καὶ ὅσαι κατὰ πνεύματος ἀμετρίαν ἢ δυσωδίαν ἐπισυνάπτουσιν. ὁ δὲ τοῦ Ἄρεως ἀπὸ πυρετῶν συνεχῶν καὶ ἡμιτριταϊκῶν καὶ αἰφνιδίων πληγῶν καὶ νεφριτικῶν καὶ αἱμοπτυικῶν διαθέσεων καὶ
αἱμορραγιῶν καὶ ἐκτρωσμῶν καὶ τοκετῶν καὶ ἐρυσιπελατῶν καὶ ὀλέθρων καὶ ὅσα τῶν νοσημάτων κατʼ ἐκπύρωσιν καὶ ἀμετρίαν τοῦ θερμοῦ τοὺς θανάτους ἐπιφέρει. ὁ δὲ τῆς Ἀφροδίτης διὰ στομαχικῶν καὶ ἡπατικῶν καὶ δυσεντερικῶν διαθέσεων ποιεῖ τοὺς θανάτους, ἔτι δὲ διὰ νομῶν καὶ συρίγγων καὶ λειχήνων καὶ φαρμάκων δόσεως καὶ ὅσα τοῦ ὑγροῦ πλεονάσαντος ἢ φθαρέντος ἀποτελεῖται συμπτώματα. ὁ δὲ τοῦ Ἑρμοῦ διὰ μανιῶν καὶ ἐκστάσεων καὶ μελαγχολιῶν καὶ πτωματισμῶν καὶ ἐπιλήψεων καὶ βηχικῶν καὶ ἀναφορικῶν νοσημάτων καὶ ὅσα τοῦ ξηροῦ πλεονάσαντος ἢ φθαρέντος συνίσταται. Ἰδίοις μὲν οὖν τελευτῶσι θανάτοις οἱ κατὰ τὸν εἰρημένον τρόπον μεταστάντες τοῦ ζῆν, ὅταν οἱ τὴν κυρίαν τοῦ θανάτου λαβόντες ἐπὶ τῆς ἰδίας ἢ τῆς οἰκείας φυσικῆς ἰδιοτροπίας τύχωσιν ὄντες, ὑπὸ μηδενὸς καθυπερτερηθέντες τῶν κακῶσαι καὶ ἐπιφανέστερον ποιῆσαι τὸ τέλος δυναμένων· βιαίοις δὲ καὶ ἐπισήμοις ὅταν ἢ ἀμφότεροι κυριεύσωσιν οἱ κακοποιοὶ τῶν ἀναιρετικῶν τόπων ἤτοι συνόντες ἢ τετραγωνίζοντες ἢ διαμηκίζοντες ἢ ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι τὸν ἥλιον ἢ τὴν σελήνην ἢ καὶ ἀμφότερα τὰ φῶτα καταλάβωσι, τῆς μὲν τοῦ θανάτου κακώσεως ἀπὸ τῆς αὐτῶν συνελεύσεως συνισταμένης, τοῦ δὲ μεγέθους ἀπὸ
τῆς τῶν φωτῶν ἐπιμαρτυρήσεως, τῆς δὲ ποιότητος πάλιν ἀπὸ τῆς τῶν λοιπῶν ἀστέρων συνεπιθεωρήσεως καὶ τῶν τοὺς κακοποιοὺς περιεχόντων ζῳδίων. Ὁ μὲν γὰρ τοῦ Κρόνου τὸν ἥλιον παρὰ τὴν αἵρεσιν τετραγωνίσας ἢ διαμηκίσας ἐν μὲν τοῖς στερεοῖς ποιεῖ τοὺς κατὰ θλίψιν ὄχλων ἢ ἀγχόναις ἢ στραγγαλιαῖς ἀπολλυμένους· ὁμοίως δὲ κἂν δύνῃ τῆς σελήνης ἐπιφερομένης· ἐν δὲ τοῖς θηριώδεσι ζῳδίοις, ὑπὸ θηρίων διαφθειρομένους· κὰν ὁ τοῦ Διὸς ἐπιμαρτυρήσῃ κεκακωμένος καὶ αὐτός, ἐν δημοσίοις τόποις ἢ ἐπισήμοις ἡμέραις θηριομαχοῦντας· ἀνθωροσκοπήσας δὲ ὁποτέρῳ τῶν φωτῶν, ἐν εἱρκταῖς ἀπολλυμένους· τῷ δὲ τοῦ Ἑρμοῦ συσχηματισθεὶς καὶ μάλιστα περὶ τοὺς ἐν τῇ σφαίρᾳ ὄφεις ἢ τὰ χερσαῖα τῶν ζῳδίων, ἀπὸ δακέτων ἰοβόλων ἀποθνήσκοντας· Ἀφροδίτης δὲ αὐτοῖς προσγενομένης, ὑπὸ φαρμακειῶν καὶ γυναικείων ἐπιβουλῶν· ἐν Παρθένῳ δὲ καὶ Ἰχθύσιν ἢ τοῖς καθύγροις ζῳδίοις τῆς σελήνης συσχηματισθείσης, ὑποβρυχίους καὶ ἐν ὕδασιν ἀποπνιγομένους· περὶ δὲ τὴν Ἀργώ, καὶ ναυαγίοις περιπίπτοντας· ἐν δὲ τοῖς τροπικοῖς ἢ τετραπόδοις ἡλίῳ συνὼν ἢ διαμηκίσας ἢ ἀντὶ
τοῦ ἡλίου τῷ τοῦ Ἄρεως, ὑπὸ συμπτώσεων καταλαμβανομένους· ἐὰν δὲ καὶ μεσουρανῶσιν ἢ ἀντιμεσουρανῶσιν, ἀπὸ ὕψους κατακρημνιζομένους. Ὁ δὲ τοῦ Ἄρεως τῷ ἡλίῳ παρʼ αἵρεσιν ἢ τῇ σελήνῃ τετράγωνος ἢ διάμετρος σταθεὶς ἐν μὲν τοῖς ἀνθρωποείδεσι ζῳδίοις ἐν στάσεσιν ἐμφυλίοις ἢ ὑπὸ πολεμίων ποιεῖ σφαζομένους ἢ αὐτόχειρας ἑαυτῶν γινομένους, διὰ γυναῖκας δὲ ἢ καὶ γυναικῶν φονέας, ἐπὰν καὶ ὁ τῆς Ἀφροδίτης αὐτοῖς μαρτυρήσῃ· κἂν ὁ τοῦ Ἑρμοῦ δὲ τούτοις συσχηματισθῇ, ὑπὸ πειρατῶν ἢ ληστηρίων ἢ κακουργῶν ἀπολλυμένους· ἐπὶ δὲ τῶν μελοκοπουμένων καὶ ἀτελῶν ζῳδίων ἢ κατὰ τὸ γοργόνιον τοῦ Περσέως, ἀποκεφαλιζομένους ἢ μελοκοπουμένους· ἐν δὲ Σκορπίῳ καὶ Ταύρῳ καύσεσιν ἢ τομαῖς ἢ ἀποτομαῖς ἰατρῶν ἢ σπασμοῖς ἀποθνήσκοντας· ἐπὶ δὲ τοῦ μεσουρανήματος ἢ ἀντιμεσουρανήματος, σταυροῖς ἀνορθουμένους, καὶ μάλιστα περὶ τὸν Κηφέα καὶ τὴν Ἀνδρομέδαν· ἐπὶ δὲ τοῦ δύνοντος ἢ ἀνθωροσκοποῦντος, ζῶντας καιομένους· ἐν δὲ τοῖς τετράποσιν, ἀπὸ συμπτώσεων καὶ συνθραύσεων καὶ συμπτωμάτων ἀποθνήσκοντας. τοῦ δὲ τοῦ Διὸς καὶ τούτῳ μαρτυρήσαντος καὶ συγκακωθέντος
ἐπισήμοις πάλιν ἀπόλλυνται κατακρίσεσι καὶ χόλοις ἡγεμόνων ἢ βασιλέων. Συγγενόμενοι δὲ ἀλλήλοις οἱ κακοποιοὶ καὶ οὕτω διαμηκίσαντες ἐπί τινος τῶν εἰρημένων αἰτιατικῶν διαθέσεων συνεργοῦσιν ἔτι μᾶλλον πρὸς τὴν τοῦ θανάτου κάκωσιν, τῆς κατὰ τὸ ποιὸν κυρίας περὶ τὸν αὐτοῦ τοῦ ἀναιρετικοῦ τόπου τυχόντα γινομένης, ἢ καὶ πολλῶν τῶν θανατικῶν συμπτωμάτων ἢ δισσῶν ἤτοι κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἀποτελουμένων, ὅταν ἀμφότεροι λόγον ἔχωσι πρὸς τοὺς ἀναιρετικοὺς τόπους. οἱ τοιοῦτοι δὲ καὶ ταφῆς ἄμοιροι καταλείπονται· δαπανῶνται δὲ ὑπὸ θηρίων ἢ οἰωνῶν, ὅταν περὶ τὰ ὁμοειδῆ τῶν ζῳδίων οἱ κακοποιοὶ τύχωσι, μηδενὸς τῶν ἀγαθοποιῶν τῷ ὑπὸ γῆν ἢ τοῖς ἀναιρετικοῖς τόποις μαρτυρήσαντος. ἐπὶ ξένης δὲ οἱ θάνατοι γίνονται τῶν τοὺς ἀναιρετικοὺς τόπους κατασχόντων ἀστέρων ἐν τοῖς ἀποκλίμασιν ἐκπεσόντων, καὶ μάλισθʼ ὅταν καὶ ἡ σελήνη παροῦσα ἢ τετραγωνίζουσα ἢ διαμηκίζουσα τύχῃ τοὺς εἰρημένους τόπους.

Περὶ χρόνων διαιρέσεως Ἐφωδευμένου δὲ ἡμῖν κεφαλαιωδῶς τοῦ τύπου τῆς καθʼ ἕκαστον εἶδος ἐπισκέψεως μέχρι μόνων

αὐτῶν, ὥσπερ ἐν ἀρχῇ προεθέμεθα, τῶν καθʼ ὅλα μέρη λαμβανομένων πραγματειῶν, λοιπὸν ἂν εἴη προσθεῖναι κατὰ τὸν αὐτὸν τρόπον ὅσα καὶ περὶ τὰς τῶν χρόνων διαιρέσεις ὀφείλει θεωρηθῆναι φυσικῶς καὶ ἀκολούθως ταῖς ἐπὶ μέρους ἐκτεθειμέναις πραγματείαις. ὥσπερ τοίνυν καὶ ἐπὶ πάντων ἁπλῶς τῶν γενεθλιαλογικῶν τόπων προυφέστηκέ τις τῶν ἐπὶ μέρους εἱμαρμένη μείζων, ἡ τῆς τῶν χωρῶν αὐτῶν, ᾗ τὰ καθʼ ἕκαστον ὁλοσχερῶς θεωρούμενα περὶ τὰς γενέσεις ὑποπίπτειν πέφυκεν, ὡς τά τε περὶ τὰς τῶν σωμάτων μορφὰς καὶ τὰς τῶν ψυχῶν ἰδιοτροπίας καὶ τὰς τῶν ἐθῶν καὶ νομίμων ἐναλλαγάς, καὶ δεῖ τὸν φυσικῶς ἐπισκεπτόμενον ἀεὶ τῆς πρώτης καὶ κυριωτέρας αἰτίας κρατεῖν, ὅπως μὴ κατὰ τὸ τῶν γενέσεων παρόμοιον λάθῃ ποτέ, τὸν μὲν ἐν Αἰθιοπίᾳ γενόμενον, φέρε εἰπεῖν, λευκόχρουν ἢ τετανὸν τὰς τρίχας εἰπών, τὸν δὲ Γερμανὸν ἢ τὸν Γαλάτην μελάγχροα καὶ οὐλοκέφαλον· ἢ τούτους μὲν ἡμέρους τοῖς ἤθεσιν ἢ φιλολόγους ἢ φιλοθεώρους, τοὺς δʼ ἐν τῇ Ἑλλάδι τὰς ψυχὰς ἀγρίους καὶ τὸν λόγον ἀπαιδεύτους· ἢ πάλιν κατὰ τὸ τῶν ἐθῶν καὶ νομίμων ἴδιον ἐπὶ τῶν συμβιώσεων, λόγου χάριν, τῷ μὲν Ἰταλῷ τὸ γένος ἀδελφικὸν γάμον προθέμενος, δέον τῷ Αἰγυπτίῳ, τούτῳ δὲ μητρικόν, δέον τῷ Πέρσῃ· καὶ ὅλως προδιαλαμβάνειν τὰς καθʼ ὅλου τῆς εἱμαρμένης περιστάσεις, εἶτα τὰς κατὰ μέρος πρὸς τὸ μᾶλλον
ἢ ἧττον ἐφαρμόζειν· τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν χρονικῶν διαιρέσεων τὰς τῶν χρονικῶν ἡλικιῶν διαφορὰς καὶ ἐπιτηδειότητας πρὸς ἕκαστα τῶν ἀποτελεσμάτων ἀναγκαῖον προϋποτίθεσθαι, καὶ σκοπεῖν ὅπως μὴ κατὰ τὸ κοινὸν καὶ ἁπλοῦν τῶν πρὸς τὴν ἐπίσκεψιν θεωρουμένων συμβατικῶν λάθωμεν αὑτούς ποτε τῷ μὲν βρέφει πρᾶξιν ἢ γάμον ἤ τι τῶν τελειοτέρων εἰπόντες, τῷ δὲ πάνυ γέροντι τεκνοποιΐαν ἤ τι τῶν νεανικωτέρων· ἀλλὰ καθάπαξ τὰ διὰ τῶν ἐφόδων τῶν χρονικῶν θεωρούμενα κατὰ τὸ παρόμοιον καὶ ἐνδεχόμενον τῶν ταῖς ἡλικίαις συμφύλων ἐφαρμόζωμεν. ἔστι γὰρ ἐπιβολὴ μία καὶ ἡ αὐτὴ πάντων ἐπὶ τῶν χρονικῶν τῆς καθʼ ὅλου φύσεως τῶν ἀνθρώπων, ἐχομένη καθ̓ ὁμοιότητα καὶ παραβολὴν τῆς τάξεως τῶν ἑπτὰ πλανωμένων, ἀρχομένη μὲν ἀπὸ τῆς πρώτης ἡλικίας καὶ τῆς πρώτης ἀφʼ ἡμῶν σφαίρας, τουτέστι τῆς σεληνιακῆς, λήγουσα δὲ ἐπὶ τὴν πυμάτην τῶν ἡλικιῶν καὶ τῶν πλανωμένων σφαιρῶν τὴν ὑστάτην, Κρόνου δὲ προσαγορευομένην. καὶ συμβέβηκεν ὡς ἀληθῶς ἑκάστῃ τῶν ἡλικιῶν τὰ οἰκεῖα τῇ φύσει τοῦ παραβεβλημένου τῶν πλανωμένων, ἃ δεήσει παρατηρεῖν, ὅπως τὰ μὲν καθʼ ὅλου
τῶν χρονικῶν ἐντεῦθεν σκοπῶμεν, τὰς δὲ τῶν κατὰ μέρος διαφορὰς ἀπὸ τῶν ἐν ταῖς γενέσεσιν εὑρισκομένων ἰδιωμάτων. Μέχρι μὲν γὰρ τῶν πρώτων σχεδόν που τεττάρων ἐτῶν κατὰ τὸν οἰκεῖον ἀριθμὸν τῆς τετραετηρίδος τὴν τοῦ βρέφους ἡλικίαν ἡ σελήνη λαχοῦσα τήν τε ὑγρότητα καὶ ἀπηξίαν τοῦ σώματος καὶ τὸ τῆς αὐξήσεως ὀξὺ καὶ τὸ τῶν τροφῶν ὡς ἐπὶ πᾶν ὑδατῶδες καὶ τὸ τῆς ἕξεως εὐμετάβολον καὶ τὸ τῆς ψυχῆς ἀτελὲς καὶ ἀδιάρθρωτον ἀπειργάσατο τοῖς περὶ τὸ ποιητικὸν αὐτῆς συμβεβηκόσιν οἰκείως. Ἐπὶ δὲ τὴν ἑξῆς δεκαετίαν τὴν παιδικὴν ἡλικίαν δεύτερος καὶ δευτέραν λαχὼν ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τοῦ καθʼ ἥμισυ μέρους τοῦ τῆς εἰκοσαετηρίδος ἀριθμοῦ τό τε διανοητικὸν καὶ λογικὸν τῆς ψυχῆς ἄρχεται διαρθροῦν καὶ διαπλάττειν, καὶ μαθημάτων ἐντιθέναι σπέρματά τινα καὶ στοιχεῖα, τῶν τε ἠθῶν καὶ τῶν ἐπιτηδειοτήτων ἐμφαίνειν τὰς ἰδιοτροπίας, διδασκαλίαις ἤδη καὶ παιδαγωγίαις καὶ τοῖς πρώτοις γυμνασίοις ἐγείρων τὰς ψυχάς Ὁ δὲ τῆς Ἀφροδίτης τὴν μειρακιώδη καὶ τρίτην ἡλικίαν παραλαβὼν ἐπὶ τὴν ἑξῆς ὀκταετίαν κατὰ τὸν ἴσον ἀριθμὸν τῆς ἰδίας περιόδου κίνησιν εἰκότως
τῶν σπερματικῶν πόρων ἐμποιεῖν ἄρχεται κατὰ τὴν πλήρωσιν αὐτῶν καὶ ὁρμὴν ἐπὶ τὴν τῶν ἀφροδισίων συνέλευσιν, ὅτε μάλιστα λύσσα τις ἐγγίνεται ταῖς ψυχαῖς καὶ ἀκρασία καὶ πρὸς τὰ τυχόντα τῶν ἀφροδισίων ἔρως καὶ φλεγμονὴ καὶ ἀπάτη καὶ τοῦ προπετοῦς ἀβλεψία. Τὴν δὲ τετάρτην καὶ τάξει μέσην ἡλικίαν τὴν νεανικὴν λαβὼν ὁ τῆς μέσης σφαίρας κύριος ὁ ἥλιος ἐπὶ τὰ τῆς ἐννεακαιδεκαετηρίδος ἔτη τὸ δεσποτικὸν ἤδη καὶ αὐθεντικὸν τῶν πράξεων ἐμποιεῖ τῇ ψυχῇ, βίου τε καὶ δόξης καὶ καταστάσεως ἐπιθυμίαν καὶ μετάβασιν ἀπὸ τῶν παιγνιωδῶν καὶ ἀνεπιπλάστων ἁμαρτημάτων ἐπὶ τὸ προσεκτικὸν καὶ αἰδημονικὸν καὶ φιλότιμον. Μετὰ δὲ τὸν ἥλιον ὁ τοῦ Ἄρεως πέμπτος, ἐπιλαβὼν τὸ τῆς ἡλικίας ἀνδρῶδες ἐπὶ τὰ ἴσα τῆς ἰδίας περιόδου πεντεκαίδεκα ἔτη, τὸ αὐστηρὸν καὶ κακόπαθον εἰσάγει τοῦ βίου, μερίμνας τε καὶ σκυλμοὺς ἐμποιεῖ τῇ ψυχῇ καὶ τῷ σώματι, καθάπερ αἴσθησίν τινα ἤδη καὶ ἔννοιαν ἐνδιδοὺς τῆς παρακμῆς καὶ ἐπιστρέφων πρὸς τὸ πρὶν ἐγγὺς ἐλθεῖν
τοῦ τέλους ἀνύσαι τι λόγου ἄξιον μετὰ πόνου τῶν μεταχειριζομένων. Ἕκτος δʼ ὁ τοῦ Διὸς τὴν πρεσβυτικὴν ἡλικίαν λαχὼν ἐπὶ τὴν τῆς ἰδίας περιόδου πάλιν δωδεκαετίαν τὸ μὲν αὐτουργὸν καὶ ἐπίπονον καὶ ταραχῶδες καὶ παρακεκινδυνευμένον τῶν πράξεων ἀποστρέφεσθαι ποιεῖ, τὸ δὲ εὔσχημον καὶ προνοητικὸν καὶ ἀνακεχωρηκός, ἔτι δὲ ἐπιλογιστικὸν πάντων καὶ νουθετικὸν καὶ παραμυθητικὸν ἀντεισάγει, τιμῆς τότε μάλιστα καὶ ἐπαίνου καὶ ἐλευθεριότητος ἀντιποιεῖσθαι παρασκευάζων μετʼ αἰδοῦς καὶ σεμνοπρεπείας. Τελευταῖος δὲ ὁ τοῦ Κρόνου τὴν ἐσχάτην καὶ γεροντικὴν ἡλικίαν ἐκληρώθη μέχρι τῶν ἐπιλοίπων τῆς ζωῆς χρόνων, καταψυχομένων ἤδη καὶ ἐμποδιζομένων τῶν τε σωματικῶν καὶ τῶν ψυχικῶν κινήσεων ἐν ταῖς ὁρμαῖς καὶ ἀπολαύσεσι καὶ ἐπιθυμίαις καὶ ταχείαις, τῆς ἐπὶ τὴν φύσιν παρακμῆς ἐπιγινομένης τῷ βίῳ κατεσκληκότι καὶ ἀθύμῳ καὶ ἀσθενικῷ καὶ εὐπροσκόπῳ καὶ πρὸς πάντα δυσαρέστῳ κατὰ τὸ οἰκεῖον τῆς τῶν κινήσεων νωχελείας. Αἱ μὲν οὖν κατὰ τὸ κοινὸν καὶ καθʼ ὅλου τῆς φύσεως θεωρούμεναι τῶν χρόνων ἰδιοτροπίαι τοῦτον τὸν τρόπον προϋποτετυπώσθωσαν. τῶν δὲ ἐπὶ μέρους κατὰ τὸ τῶν γενέσεων ἴδιον
ὀφειλουσῶν λαμβάνεσθαι, τὰς μὲν κατὰ τὸ προϋποτιθέμενον πάλιν καὶ ὁλοσχερέστερον ἀπὸ τῶν κυριωτάτων πάλιν ἀφέσεων ποιησόμεθα, πασῶν μέντοι καὶ οὐκ ἀπὸ μιᾶς, ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ τὴν μὲν ἀπὸ τοῦ ὡροσκόπου πρὸς τὰ σωματικὰ τῶν συμπτωμάτων καὶ τὰς ξενιτείας, τὴν δὲ ἀπὸ τοῦ κλήρου τῆς τύχης πρὸς τὰ τῆς κτήσεως, τὴν δὲ ἀπὸ τῆς σελήνης πρὸς τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις, τὴν δὲ ἀπὸ τοῦ ἡλίου πρὸς τὰ κατʼ ἀξίαν καὶ δόξαν, τὴν δʼ ἀπὸ τοῦ μεσουρανήματος πρὸς τὰς λοιπὰς καὶ κατὰ μέρος τοῦ βίου διαγωγάς, οἷον πράξεις, φιλίας, τεκνοποιΐας. οὕτω γὰρ ἐν τοῖς αὐτοῖς καιροῖς οὐχ εἷς ἔσται ἤτοι ἀγαθοποιὸς ἢ κακοποιὸς κύριος αὐτῶν, πολλῶν ὡς ἐπὶ τὸ πολὺ συμβαινόντων ὑπὸ τοὺς αὐτοῦς χρόνους ἐναντίων συμπτωμάτων, ὡς ὅταν τις ἀποβαλὼν πρόσωπον οἰκεῖον λάβῃ κληρονομίαν, ἢ νόσῳ κατακλιθῇ κατὰ τὸ αὐτὸ καὶ τύχῃ τινὸς ἀξίας καὶ προκοπῆς, ἢ ἐν ἀπραγίᾳ τυγχάνων τέκνων γένηται πατήρ, καὶ ὅσα τοιαῦτα συμβαίνειν εἴωθεν. οὐ γὰρ τὸ αὐτὸ σώματος καὶ ψυχῆς καὶ κτήματος καὶ ἀξιώματος καὶ τῶν συμβιούντων, ἀγαθῶν ἢ κακῶν, ὡς ἐξ ἀνάγκης ἐν ἅπασι τούτοις εὐτυχεῖν τινα ἢ πάλιν ἀτυχεῖν, ἀλλὰ συμβαίνοι μὲν ἂν ἴσως καὶ τὸ τοιοῦτο ἐπὶ τῶν τέλεον εὐδαιμονιζομένων ἢ ταλανιζομένων καιρῶν, ὅταν ἐν πάσαις ἢ ταῖς πλείσταις ἀφέσεσι συνδράμωσιν αἱ ὑπαντήσεις ἀγαθοποιῶν πάντων ἢ κακοποιῶν,
σπανίως δὲ διὰ τὸ τῆς ἀνθρωπίνης φύσεως ἀτελὲς μὲν πρὸς ἑκατέραν τῶν ἀκροτήτων, εὐκατάφορον δὲ πρὸς τὴν ἐκ τῆς ἐναλλαγῆς τῶν ἀγαθῶν καὶ κακῶν συμμετρίαν. τοὺς μὲν οὖν ἀφετικοὺς τόπους κατὰ τὸν εἰρημένον τρόπον διακρινοῦμεν, τοὺς δὲ ἐν ταῖς ἀφέσεσιν ὑπαντῶντας οὐ μόνον πάλιν τοὺς ἀναιρέτας, ὥσπερ ἐπὶ τῶν τῆς ζωῆς χρόνων, ἀλλὰ πάντας ἁπλῶς παραληπτέον, καὶ ὁμοίως οὐ τοὺς σωματικῶς μόνον ἢ κατὰ διάμετρον ἢ τετράγωνον στάσιν συναντῶντας ἀλλὰ καὶ τοὺς κατὰ τρίγωνον καὶ ἑξάγωνον σχηματισμόν. Καὶ πρῶτον μὲν δοτέον τοὺς χρόνους καθ̓ ἑκάστην ἄφεσιν τῷ κατʼ αὐτῆς τῆς ἀφετικῆς μοίρας τυχόντι ἢ συσχηματισθέντι, ἐὰν δὲ μὴ οὕτως ἔχῃ, τῷ τὴν ἔγγιστα προήγησιν ἐπιλαβόντι μέχρι τοῦ τὴν ἑξῆς εἰς τὰ ἑπόμενα μοῖραν ἐπιθεωρήσαντος, εἶτα τούτῳ μέχρι τοῦ ἑξῆς καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, παραλαμβανομένων εἰς οἰκοδεσποτίαν καὶ τῶν τὰ ὅρια ἐπεχόντων ἀστέρων. δοτέον δὲ πάλιν ταῖς τῶν διαστάσεων μοίραις ἔτη· κατὰ μὲν τὴν ἀπὸ τοῦ ὡροσκόπου ἄφεσιν ἰσάριθμα τοῖς τοῦ οἰκείου κλίματος χρόνοις ἀναφορικοῖς, κατὰ δὲ τὴν ἀπὸ τοῦ μεσουρανήματος ἰσάριθμα τοῖς χρόνοις τῶν μεσουρανήσεων, κατὰ δὲ τὰς ἀπὸ τῶν λοιπῶν ἀνάλογον ἢ κατὰ τὸν πρὸς τὰ κέντρα συνεγγισμὸν τῶν ἀναφορῶν ἢ καταφορῶν ἢ συμμεσουρανήσεων,
καθάπερ καὶ ἐπὶ τῶν τῆς ζωῆς χρόνων διωρισάμεθα. Τοὺς μὲν οὖν καθολικοὺς χρονοκράτορας ληψόμεθα τὸν εἰρημένον τρόπον, τοὺς δʼ ἐνιαυσιαίους ἐκβάλλοντες τὸ πλῆθος τῶν ἀπὸ τῆς γενέσεως ἐτῶν ἀφʼ ἑκάστου τῶν ἀφετικῶν τόπων εἰς τὰ ἑπόμενα κατὰ ζῴδιον, καὶ τοῦ συντελειουμένου ζῳδίου τὸν οἰκοδεσπότην συμπαραλαμβάνοντες. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν μηνῶν ποιήσομεν, ἐκβάλλοντες πάλιν καὶ τούτων τὸ ἀπὸ τοῦ γενεθλιακοῦ μηνὸς πλῆθος ἀπὸ τῶν τὴν κυρίαν τοῦ ἔτους λαβόντων τόπων, κατὰ ζῴδιον μέντοι ἡμέρας κη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἡμερῶν· τὰς γὰρ ἀπὸ τῆς γενεθλιακῆς ἡμέρας ἐκβαλοῦμεν ἀπὸ τῶν μηνιαίων τόπων, κατὰ ζῴδιον ἡμέρας β γ. Προσεκτέον δὲ καὶ ταῖς ἐπεμβάσεσι πρὸς τοὺς τῶν χρόνων τόπους γινομέναις, ὡς οὐ τὰ τυχόντα καὶ αὐταῖς συμβαλλομέναις πρὸς τὰ τῶν καιρῶν
ἀποτελέσματα, καὶ μάλιστα ταῖς μὲν τοῦ Κρόνου πρὸς τοὺς καθολικοὺς τῶν χρόνων τόπους, ταῖς δὲ τοῦ Διὸς πρὸς τοὺς τῶν ἐνιαυσιαίων, ταῖς δὲ τοῦ ἡλίου καὶ Ἄρεως καὶ Ἀφροδίτης καὶ Ἑρμοῦ πρὸς τοὺς τῶν μηνιαίων, ταῖς δὲ τῆς σελήνης παρόδοις πρὸς τοὺς τῶν ἡμερησίων, καὶ ὡς τῶν μὲν καθολικῶν χρονοκρατόρων κυριωτέρων ὄντων πρὸς τὴν τοῦ ἀποτελέσματος τελείωσιν, τῶν δʼ ἐπὶ μέρους συνεργούντων ἢ ἀποσυνεργούντων κατὰ τὸ οἰκεῖον ἢ ἀνοικεῖον τῶν φύσεων, τῶν δʼ ἐπεμβάσεων τὰς ἐπιτάσεις καὶ τὰς ἀνέσεις τῶν συμπτωμάτων ἀπεργαζομένων. τὸ μὲν γὰρ καθʼ ὅλου τῆς ποιότητος ἴδιον καὶ τὴν τοῦ χρόνου παράτασιν ὅ τε τῆς ἀφέσεως τόπος καὶ ὁ τῶν καθολικῶν χρόνων κύριος μετὰ τοῦ τῶν ὁρίων διασημαίνει, διὰ τὸ συνοικειοῦσθαι τῶν ἀστέρων ἕκαστον ἐπ̓ αὐτῆς τῆς γενέσεως τοῖς τόποις ὧν ἀπʼ ἀρχῆς ἔτυχον λαβόντες τὴν οἰκοδεσποτίαν. Τὸ δὲ πότερον ἀγαθὸν ἢ τοὐναντίον ἔσται τὸ σύμπτωμα καταλαμβάνεται διὰ τῆς τῶν χρονοκρατόρων φυσικῆς τε καὶ συγκρατικῆς ἰδιοτροπίας, εὐποιητικῆς ἢ κακωτικῆς, καὶ τῆς ἀπʼ ἀρχῆς πρὸς τὸν ἐπικρατούμενον τόπον συνοικειώσεως ἢ ἀντιπαθείας. τὸ δʼ ἐν ποίοις χρόνοις μᾶλλον ἐπισημανθήσεται τὸ ἀποτέλεσμα δείκνυται διὰ τῶν ἐνιαυσιαίων καὶ μηνιαίων ζῳδίων πρὸς τοὺς αἰτιατικοὺς τόπους συσχηματισμῶν καὶ τῶν κατὰ τὰς ἐπεμβάσεις τῶν ἀστέρων καὶ τὰς φάσεις ἡλίου καὶ σελήνης πρὸς τὰ ἐνιαύσια καὶ μηνιαῖα τῶν ζῳδίων. οἱ μὲν γὰρ συμφώνως ἔχοντες πρὸς τοὺς διατιθεμένους
τόπους ἀπὸ τῆς ἐν τῇ γενέσει καταρχῆς καὶ κατὰ τὰς ἐπεμβάσεις συμφώνως αὐτοῖς συσχηματισθέντες ἀγαθῶν εἰσι περὶ τὸ ὑποκείμενον εἶδος ἀπεργαστικοί, καθάπερ ἐὰν ἐναντιωθῶσι φαύλων· οἱ δὲ ἀσυμφώνως καὶ παρʼ αἵρεσιν διαμηκίσαντες μὲν ἢ τετραγωνίσαντες ταῖς παρόδοις κακῶν εἰσιν αἴτιοι, κατὰ δὲ τοὺς ἄλλους σχηματισμοὺς οὐκέτι. Κἂν μὲν οἱ αὐτοὶ καὶ τῶν χρόνων καὶ τῶν ἐπεμβάσεων κυριεύσωσιν ἀστέρες, ὑπερβάλλουσα καὶ ἄκρατος γίνεται ἡ τοῦ ἀποτελέσματος φύσις, ἐάν τε ἐπὶ τὸ ἀγαθὸν ἐάν τε ἐπὶ τὸ φαῦλον ῥέπῃ· καὶ πολὺ πλέον ἐὰν μὴ μόνον διὰ τὸ χρονοκράτορας εἶναι κυριεύσωσι τοῦ τῆς αἰτίας εἴδους, ἀλλὰ καὶ διὰ τὸ κατʼ αὐτὴν τὴν ἀρχὴν τῆς γενέσεως τὴν οἰκοδεσποτίαν αὐτοῦ τετυχηκέναι. κατὰ πάντα δʼ ὁμοῦ δυστυχοῦσιν ἢ εὐτυχοῦσιν, ὅταν ἤτοι τόπος εἷς καὶ ὁ αὐτὸς ὑπὸ πασῶν ἢ τῶν πλείστων ἀφέσεων τύχῃ καταληφθείς, ἢ τούτων διαφόρων οὐσῶν οἱ αὐτοὶ χρόνοι πάσας ἢ τὰς πλείστας ὑπαντήσεις ὁμοίως ἀγαθοποιοὺς ἢ κακοποιοὺς τύχωσιν ἐσχηκότες. ὁ μὲν οὖν τύπος τῆς τῶν καιρῶν ἐπισκέψεως τοιοῦτός τις ἂν γίγνοιτο,

κατὰ τὸν ἁρμόζοντα ταῖς φυσικαῖς χρηματείαις τύπον· τὰς δὲ κατὰ μέρος ἐπιβολὰς τῆς ποιότητος τῶν χρονικῶν ἀποτελεσμάτων πολυχόως καὶ δυσερμηνεύτως ἐχούσας ἐνθάδε μάλιστα κατὰ τὸ διεξοδικὸν τῶν ἀποβησομένων ὑπολειπτέον, διὰ τὴν ἐξ ἀρχῆς ἡμῶν πρόθεσιν, τῇ τοῦ μαθηματικοῦ πρὸς τὸ συγκρατικὸν εἶδος εὐστοχίᾳ, τὸ τῆς καθʼ ὅλου φύσεως τῶν ἀστέρων ποιητικὸν ἔτι καὶ τοῖς ἐπὶ μέρους ὁμοίως κατὰ τὸ ἀκόλουθον ἐφαρμόζειν δυναμένου. διοδευομένου δὲ καὶ τοῦ γενεθλιαλογικοῦ τόπου κεφαλαιωδῶς καλῶς ἂν ἔχοι καὶ τῇδε τῇ πραγματείᾳ τὸ προσῆκον ἐπιθεῖναι τέλος.

τὰ δὲ εἴδη τῶν ἀποτελεσμάτων τῶν συμβαινόντων κατὰ χρόνους συνάπτειν ἐνταῦθα κατὰ διέξοδον παραλείψομεν, δἰ ὃν ἔφην σκοπὸν ἐξ ἀρχῆς, ὅτι τῶν ἀστέρων ἡ ποιητικὴ δύναμις, ἣν ἔχουσιν ἐπὶ τοῖς καθʼ ὅλου, ὁμοίως καὶ ἐν τοῖς μερικοῖς κατὰ τὸ ἀκόλουθον ἐφαρμόζεσθαι δύναται, συναπτομένων εὐστόχως τῆς τε αἰτίας τοῦ μαθηματικοῦ καὶ τῆς αἰτίας τῆς ἐκ τῆς συγκράσεως.