Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Κατὰ Χαλδαίους Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτω δὲ αὐταρκῆ πρός τε τὰς τῶν τριγώνων δεσποτίας ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι ῥαδίως τινὰ ἐπιβαλεῖν αὐταῖς. ἐν μὲν γὰρ τῷ πρώτῳ τριγώνῳ Κριῷ καὶ Λέοντι καὶ Τοξότῃ τὴν αὐτὴν ἔχοντι παρʼ αὐτοῖς κατὰ ζῴδιον διαίρεσιν, πρῶτος μὲν λαμβάνει ὁ τοῦ τριγώνου κύριος, ὁ τοῦ Διός, εἶθʼ ἑξῆς ὁ τοῦ ἐφεξῆς τριγώνου, λέγω δὴ τὸν τῆς Ἀφροδίτης, ἐφεξῆς δὲ ὁ τῶν Διδύμων, ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Ἑρμοῦ· τελευταῖος δὲ ὁ τοῦ λοιποῦ τριγώνου κύριος, ὁ τοῦ Ἄρεως. ἐν δὲ τῷ δευτέρῳ τριγώνῳ Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγόκερῳ πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἶθʼ ὁ τοῦ Κρόνου, πάλιν καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως,

τελευταῖος δὲ ὁ τοῦ Διός σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων ἡ τάξις ἥδε συνορᾶται. τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ. καὶ ἡ καθʼ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα τυγχάνει. ἵνα γὰρ καθʼ ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι μοίρας η, τῷ δὲ δευτέρῳ ζ, τῷ δὲ τρίτῳ ς, τῷ δὲ τετάρτῳ ε, τῷ δὲ τελευταίῳ δ, συμπληρουμένων οὕτω τῶν κατὰ τὸ ζῴδιον λ μοιρῶν. συνάγονται δὲ καὶ ἐκ τούτων τοῦ μὲν Κρόνου μοῖραι ἡμέρας μὲν οη, νυκτὸς δὲ ξς· τοῦ δὲ Διὸς οβ· τοῦ δὲ Ἄρεως ξθ· τῆς δὲ Ἀφροδίτης οε· τοῦ δὲ Ἑρμοῦ ἡμέρας μὲν ξς, νυκτὸς δὲ οη. γίνονται μοῖραι τξ. Τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα, ὡς ἔφαμεν, τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐτῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπὶ πᾶν τὰς μοίρας τῶν ὁρίων ταῖς κατατεταγμέναις ὑπ̓ αὐτῶν παραδειγματικαῖς γενέσεσιν. αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῆ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν
εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γένοιτο τὸ περὶ τὴν τάξιν ἀνομόλογον. ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφῳ παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον λόγον τῆς τάξεως καὶ τῆς ποσότητος αὐτῶν μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ. τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μακρὸν ἦν καὶ μετὰ περιττῆς ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι, καὶ μόλις αὐτὴν τὴν τοῦ καθʼ ὅλου προαίρεσιν δυνάμενον ἡμῖν ὑποτυπῶσαι· καὶ ταῦτα συνεφοδιαζούσης καὶ τῆς αὐτῶν τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης. ἔχει γοῦν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον· ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθʼ ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθʼ ὅλου μὲν γὰρ ὁ μὲν β τούτων ἔχων ἀστὴρ οἰκοδεσποτίας ἐν τῷ αὐτῷ ζῳδίῳ προτάττεται, κἂν κακοποιὸς ᾖ· ὅπου δὲ τοῦτο οὐ συμβαίνει οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάττονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως
τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν δὲ ἐφεξῆς οἱ ἀνὰ δύο ἔχοντες οἰκοδεσποτίας προταττόμενοι τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. ὁ μέντοι Καρκίνος καὶ ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης, ἐπεὶ οὐ δίδοται τοῖς φωσὶ ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις αὐτοῖς ἡ οἱκεία φυλάττεται. ἐπὶ δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ ἢ καὶ ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης ἑκάστῳ, δίδονται μοῖραι ζ, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε, τῷ δὲ τοῦ Ἑρμοῦ ἐπικοίνῳ ὄντι μοῖραι ς, εἰς συμπλήρωσιν τῶν λ. ἐπεὶ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, ὁ γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον τριγώνου τῆς σελήνης εἰς τὰ ὅρια μὴ παραλαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόντων ἄν τε ἐν αὐτῷ τῷ ζῳδίῳ ἄν τε ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί. ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τῆς διπλῆς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διος, διὰ τὸ
βραδύτερον αὐτῶν τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων ἔκθεσις τοιαύτη.

Περὶ τόπων καὶ μοιρῶν Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τῆς οἰκοδεσποτίας, τόπους καὶ μοίρας ὀνομάσαντες, καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β ἥμισυ, καὶ διδόντες αὐτῶν τὴν κυρίαν τοῖς ἐφεξῆς ζῳδίοις. ἄλλοι δὲ καὶ κατʼ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἑκάστην πάλιν ἀπ̓ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων. ταῦτα μὲν οὖν πιθανὸν καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν. ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν, ὅτι καὶ τὰς τῶν δωδεκατημορίων ἀρχὰς ἀπὸ τῶν ἰσημερινῶν καὶ τῶν τροπικῶν σημείων εὔλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν

καὶ οὐκ ἀπʼ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν. ἄλλων μὲν γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ζωδιακοῦ διαστημάτων.

Περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων Αἱ μὲν οὖν συνοικειώσεις τῶν ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἶεν τοσαῦται. λέγονται δὲ καὶ ἰδιοπρόσωποι μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ καὶ σελήνην σχηματισμὸν ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους· οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιῇ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος, ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις· λαμπήναις δὲ ἐν ἰδίαις εἶναι καὶ θρόνοις καὶ τοῖς τοιούτοις ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων

τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως αὐτῶν αὐξανομένης πρὸς ἐνέργειαν διὰ τὸ ὅμοιον καὶ συμπρακτικὸν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφυοῦς οἰκειότητος. χαίρειν δέ φασιν αὐτοὺς ὅταν κἂν μὴ πρὸς αὐτοὺς ᾖ ἡ συνοικείωσις τῶν περιεχόντων ζῳδίων ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μᾶλλον οὕτω γινομένης τῆς συμπαθείας. κοινωνοῦσι δὲ ὅμως καὶ κατὰ τὸν αὐτὸν τρόπον τῆς ὁμοιότητος· ὥσπερ ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τὸ τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ζῳδίων κράσεως.

Περὶ συναφειῶν καὶ ἀπορροιῶν καὶ τῶν ἄλλων δυνάμεων Καὶ καθʼ ὅλου δὲ συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφʼ ὅσον ἂν μὴ μακρὸν ᾖ τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ

τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ, πλὴν ὅτι γε πρὸς μὲν τὰς δἰ αὐτῶν τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι. πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν περιττόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ ταὐτά, τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς, φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν. Ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς τῶν περιεχόντων δωδεκατημορίων, ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας σχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ πάντων τούτων τρόπον· τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι,
τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί· ἢ δυτικοὺς καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν· ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα, μεσουρανοῦντες μὲν γὰρ ἢ ἐπιφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί· δεύτερον δὲ ὅταν ἐπʼ αὐτοῦ τοῦ ὁρίζοντος ὦσιν ἢ ἐπαναφέρωνται, καὶ μᾶλλον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἢ ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ· μὴ οὕτω δὲ ἔχοντες ἀδύναμοι παντελῶς τυγχάνουσιν.