Tetrabiblos

Claudius Ptolemaeus

Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).

Περὶ οἴκων ἑκάστου ἀστέρος Συνοικειοῦνται δὲ καὶ οἱ πλάνητες τοῖς τοῦ ζωδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν. ἐπειδὴ γὰρ τῶν ιβ ζῳδίων τὰ βορειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο περιποιητικὰ τυγχάνοντα, τό τε τοῦ Καρκίνου ἐστὶ καὶ τὸ τοῦ Λέοντος, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτέστι τοῖς φωσίν, ἀπένειμαν οἴκους, τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὂν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν τῇ σελήνῃ. καὶ ἀκολούθως τὸ μὲν ἀπὸ τοῦ Λέοντος μέχρις Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων ἓν ζῴδιον καθʼ ἕκαστον τῶν πέντε ἀστέρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον, τὸ δὲ πρὸς

σελήνην ἐσχηματισμένον. ἀκολούθως ταῖς τῶν κινήσεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις. τῷ μὲν γὰρ τοῦ Κρόνου ψυκτικῷ μᾶλλον ὄντι τὴν φύσιν κατʼ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φωτῶν ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ τε Καρκίνου καὶ τοῦ Λέοντος, ὅ τε Αἰγόκερως καὶ Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν, καὶ ἔτι τὸν κατὰ διάμετρον συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι. τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα, ὅ τε Τοξότης καὶ οἱ Ἰχθῦς, κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ σχηματισμοῦ. ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν, ὅ τε Σκορπίος καὶ ὁ Κριός, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι, τὴν τετράγωνον πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης εὐκράτῳ τε ὄντι καὶ ὑπὸ τὸν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα, αἵ τε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου
διαστάσεως, καὶ ἐπειδήπερ οὐ πλέον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφʼ ἑκάτερον τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου· ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ μηδεποτε πλέον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου ἐφʼ ἑκάτερα διάστασιν ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φωτῶν, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.

Περὶ τριγώνων Ἡ δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζωδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται, τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα δ, τὸ μὲν πρῶτον, ὅ ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ οἴκους ἔχον ἡλίου τε καὶ Ἄρεως καὶ Διός, ἐδόθη τῷ ἡλίῳ καὶ Διὶ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην οἰκοδεσποτίαν ἡμέρας μὲν ὁ ἥλιος, νυκτὸς δὲ ὁ τοῦ Διός, καὶ ἔστιν ὁ μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ, ὁ δὲ Λέων μᾶλλον

πρὸς τῷ θερινῷ, ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον, διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτίαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις. διὰ δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει μῖξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβυκόν, ἐπειδήπερ ὁ τοῦ Ἄρεως τοιούτων ἐστὶ πνευμάτων ποιητικός, διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον. Τό τε δεύτερον τρίγωνον, ὅ ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης αὐτοῦ νυκτὸς μὲν τῆς σελήνης, ἡμέρας δὲ τοῦ τῆς Ἄφροδίτης. καὶ ἔστιν ὁ μὲν Ταῦρος πρὸς τῷ θερινῷ κύκλῳ μᾶλλον, ἡ δὲ Παρθένος πρὸς τῷ ἰσημερινῷ, ὁ δὲ Αἰγόκερως πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν, ἐπειδήπερ ὁ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ποιητικός. προσλαβὼν δὲ μῖξιν ἀπηλιώτου διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατʼ ἀντίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοιούτων ἐστὶ πνευμάτων ποιητικὸς οἰκειούμενος καὶ αὐτὸς ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν.
Τὸ δὲ τρίτον τρίγωνον ὅ ἐστι τὸ διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τοὺς οἴκους, τούτοις ἀπενεμήθη, πάλιν οἰκοδεσποτοῦντος ἡμέρας μὲν τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ τοῦ Ἑρμοῦ. καὶ ἔστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου· κατὰ δὲ τὴν μῖξιν βορραπηλιωτικὸν διὰ τὴν τοῦ Διὸς αἵρεσιν τῷ τοῦ Κρόνου πρὸς τὸ τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι. Τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μὲν λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον τὸν Σκορπίον· συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν ἡ σελήνη, ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης, καὶ ἔστιν ὁ μὲν Καρκίνος πρὸς τῷ θερινῷ κύκλῳ, ὁ δὲ Σκορπίος πρὸς τῷ χειμερινῷ μᾶλλον, οἱ δὲ Ιχθῦς πρὸς τῷ ἰσημερινῷ. καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβυκὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτίαν, κατὰ μῖξιν δὲ νοτολιβυκὸν διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν.

Περὶ ὑψωμάτων Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθήκασιν αὐτῷ καθʼ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία. Ὁ δὲ τοῦ Κρόνου πάλιν ἵνα πρὸς τὸν ἥλιον διάμετρον στάσιν ἔχῃ, ὥσπερ καὶ ἐπὶ τῶν οἴκων, τὸν μὲν Ζυγὸν ἀντικειμένως ὡς ὕψωμα ἔλαβε, τὸν δὲ Κριὸν ὡς ταπείνωμα. ὅπου γάρ τὸ θερμὸν αὔξεται, μειοῦται ἐκεῖ τὸ ψυχρόν, καὶ ὅπου ἐκεῖνο μειοῦται, τὸ ψυχρὸν αὔξεται. πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου ἐν τῷ Κριῷ συνοδεύουσα ἡ σελήνη πρώτην ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως καὶ ὡσπερεὶ ὑψώσεως ἐν τῷ τοῦ ἰδίου τριγώνου πρώτῳ ζῳδιῳ τῷ Ταύρῳ, τοῦτο μὲν αὐτῆς ὕψωμα ἐκλήθη, τὸ δὲ διάμετρον τὸ τοῦ Σκορπίου ταπείνωμα Μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ τῶν γονίμων πνευμάτων ἀποτελεστικὸς ὢν ἐν Καρκίνῳ μάλιστα βορειότατος γινόμενος αὔξεται

πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν· ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπεινωμα. Ὁ δὲ τοῦ Ἄρεως φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ νοτιώτατον γίνεσθαι καυστικώτερος γινόμενος, καὶ αὐτὸς μὲν εἰκότως ἔλαβεν ὕψωμα κατʼ ἀντίθεσιν τῷ τοῦ Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον. Πάλιν ὁ μὲν τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν τοῖς Ἰχθύσι, ἐν οἷς ἡ τοῦ ὑγροῦ ἔαρος ἀρχὴ προσημαίνεται, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ Παρθένῳ. Ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος ὢν εἰκότως καὶ κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ καθʼ ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνεται, καὶ αὐτὸς ὥσπερ ὑψοῦται, κατὰ δὲ τοὺς Ἰχθῦς ταπεινοῦται.

Περὶ ὁρίων διαθέσεως Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι, καὶ ὁ μέν ἐστιν Αἰγυπτιακός, ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπὶ πᾶν κυρίας· ὁ δὲ Χαλδαϊκός, ὁ πρὸς τὰς τῶν τριγώνων οἰκοδεσποτίας. ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τοι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθʼ ἕκαστον ποσότητος. πρῶτον μὲν γὰρ ἐπὶ τῆς

τάξεως πῂ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν, πῂ δὲ τοῖς τῶν τριγώνων ἐνίοτε δὲ καὶ τοῖς τῶν ὑψωμάτων. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴ γε τοῖς οἴκοις ἠκολουθήκασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτῳ δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης, καὶ διὰ τί ἐν Κριῷ τῷ τοῦ Διὶ καὶ οὐ τῷ τοῦ Ἄρεως; εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι, διὰ τί ἐν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου· τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αἰγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτίας; καὶ ἐπὶ τῆς λοιπῆς διατάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. Δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁριων οὐδεμίαν ἀκολουθίαν ἔχουσα φαίνεται. ὁ γὰρ καθʼ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὅν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεκτον ἔχει λόγον.
ἐὰν δὲ καὶ τούτῳ τῷ κατὰ τὴν ἐπισυναγωγὴν ἀριθμῷ πιστεύσωμεν, ὡς ἄντικρυς ὑπʼ Αἰγυπτίων ὁμολογουμένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης, ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν δὲ καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν, ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ̓ ἕκαστον ἀστέρα συσχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψεῦδός ἐστι. πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ τῇ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ, μὴ κατὰ μικρὸν ἐγγὺς οὔσῃ τῆς ἀληθείας· καθʼ ἣν ἐπὶ τοῦ διὰ τῆς κάτω χώρας τῆς Αἰγύπτου παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον ἐν λη χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου ἑκάτερον ἐν λε, δεικνυμένου διὰ τῶν γραμμῶν ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λε χρόνων ἀναφέρεται, τὸ δὲ τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσιν· ἔπειτα καὶ οἱ τοῦτο ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδʼ οὕτω τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων, κατὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι· καί που καὶ μορίοις μορίων ἐχρήσαντο, τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνεκεν, οὐδ̓ αὐτοῖς, ὡς ἔφαμεν, ἀληθοῦς ἐχομένοις σκοποῦ.
Τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἐπάνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν τρόπον.