Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὁ δὲ περὶ ξενιτείας τόπος καταλαμβάνεται διὰ τῆς τῶν φώτων πρὸς τὰ κέντρα στάσεως, ἀμφοτέρων μέν, μάλιστα δὲ τῆς σελήνης· δύνουσα γὰρ ἢ ἀποκεκλικυῖα τῶν κέντρων ξενιτείας καὶ τόπων μεταβολὰς ποιεῖ, δύναται δὲ τὸ παραπλήσιον ἐνίοτε καὶ ὁ τοῦ Ἄρεως ἤτοι δύνων καὶ αὐτὸς ἢ ἀποκεκλικὼς τοῦ κατὰ κορυφήν, ὅταν τοῖς φωσὶ διάμετρον ἢ τετράγωνον ἔχῃ στάσιν.

ἐὰν δὲ καὶ ὁ κλῆρος τῆς τύχης ἐν τοῖς ποιοῦσι τὴν ἀποδημίαν ζῳδίοις ἐκπέσῃ, καὶ τοὺς βίους ὅλους καὶ τὰς ἀναστροφὰς καὶ τὰς πράξεις ἐπὶ τῆς ξένης ἔχοντες διατελοῦσιν. ἀγαθοποιῶν μὲν οὗν ἐπιθεωρούντων τοὺς εἰρημένους τόπους ἢ ἐπιφερομένων αὐτοῖς ἐνδόξους ἕξουσι καὶ ἐπικερδεῖς τὰς ἐπὶ τῆς ξένης πράξεις καὶ τὰς ἐπανόδους ταχείας καὶ [*](c 51) ἀνεμποδίστους, κακοποιῶν δὲἐπιπόνους καὶ ἐπιβλαβεῖς καὶ [*](m 196) ἐπικινδύνους καὶ δυσανακομίστους, τῆς συγκρατικῆς ἐπι- [*](6 cf. Heph. II 23: CCAG VIII 2,89; Heph. III 30: ib. VIII 2,117 ss. Apomasar ib. XII 103; Val, II 28; II 29) [*](l τὸν VDγ YMS ἀστέρων VY ζῳδίου ἀστέρων D ζῳδίου MS τοῦ τοιούτου ζῳδίου ἀστέρων γ 4 συμφώνως Υβ συμφωνῶσι V συμφώνους γ τόποις τῆς γεν. γ τ. γεν. τόποις YMS 5 ἐναντίως V ἐναντίους Υβγ ποιῶνται VDy ποιοῦνται YMS συσχημ. βC σχημ. YA 6 περὶ ξενιτείας VYDMγ ἐπίσκεψις περὶ ξενιτείας S2 i. mg. 9 δύνουσα] δύνον τ Y ἀποκεκλικυῖα VM SC κεκληκο τ Y κεκληκεῖα D κεκλυῖα Α 10 μεταβολὰς] μεταλ λαγὰς Y 14 ποιοῦσι γ ποιήσασι Υ ποιήμασι MS 15 ἐμπέσῃ M 16 τῆς om. VA διατελῶσιν ​V 18 ’golvmVYDy ἔχουσι ΜS 19 ἐπὶ YMS ἀπὸ γ τῆς om. Υγ 20 ἐπιβλαβεῖς βγ βλαβερὰς Y 21 ἐγκρατικῆς Y)

198
σκέψεως πανταχῆ συμπαραλαμβανομένης κατ’ ἐπικράτησιν τῶν τοῖς αὐτοῖς τόποις συσχηματιζομένων, καθάπερ ἐν τοῖς πρώτοις διωρισάμεθα.

ὡς ἐπίπαν δὲ ἐν μὲν τοῖς τῶν ἑῴων τεταρτημορίων ἀποκλίμασιν ἐκπεσόντων τῶν φώτων εἰς τὰ πρὸς ἀνατολὰς καὶ μεσημβρίαν μέρη τῶν οἰκήσεων τὰς ἀποδημίας γίνεσθαι συμβαίνει, ἐν δὲ τοῖς τῶν λιβικῶν ἢ καὶ ἐν αὐτῷ τῷ δύνοντι εἰς τὰ πρὸς ἄρκτους καὶ δυσμάς· κἂν μὲν μονοειδῆ τύχῃ τὰ τὴν ξενιτείαν ποιήσαντα ζῴδια ἤτοι αὐτὰ οἱ οἰκοδεσποτήσαντες αὐτῶν ἀστέρες, διὰ μακροῦ καὶ κατὰ καιροὺς ποιήσονται τὰς ἀποδημίας, ἐὰν δὲ δίσωμα ἢ δίμορφα, συνεχῶς καὶ ἐπὶ πλεῖστον χρόνον.

Ζεὺς μὲν οὗν καὶ Ἀφροδίτη κύριοι γενόμενοι τῶν τὴν ξενιτείαν ποιούντων τόπων καὶ φώτων οὐ μόνον ἀκινδύνους ἀλλὰ καὶ θυμήρεις ποιοῦσι τὰς ὁδοιπορίας, ἤτοι γὰρ ὑπὸ τῶν προεστώτων ἐν ταῖς χώραις ἢ διὰ φίλων ἀφορμὰς παραπέμπονται συνεργούσης αὐτοῖς τῆς τε τῶν καταστημάτων εὐαερίας καὶ τῆς τῶν ἐπιτηδείων ἀφθονίας, προσγενομένου δὲ αὐτοῖς καὶ τοῦ τοῦ Ἑρμοῦ πολλάκις καὶ δι’ αὐτῆς τῆς εἰρημένης συντυχίας ὠφέλειαι καὶ προκοπαὶ καὶ δωρεαὶ καὶ τιμαὶ προσγίνονται·

Κρόνος δὲ καὶ Ἄρης ἐπιλαβόντες τά φῶτα, καὶ μάλιστα ἂν διαμηκίζωσιν ἀλλήλοις, τὰ [*](m 197) περιγενόμενα ποιοῦσιν ἄχρηστα καὶ κινδύνοις περικυλίουσι μεγάλοις, ἐν μὲν τοῖς καθύγροις τυχόντες ζῳδίοις [*](2 ἐπισυσχηματιζομένων Y 4 τεταρτημορίων] τετάρτων μορίων Y 5 τὰ VYMy τὰς DS 6 οἰκήσεων β οἰκήσεων V οἰκειώσεων Ῡγ 8 δυσμὰς VYDy ἐν δυσμαῖς MS 9 ἤτοι αὐτὰ βγ ἢ τοιαῦτα V οἱ om. VDM οἰκοδεσποτήσαντες YC οἰκοδεσποτεύσαντες βΑ οἰκοδεσποτεύοντες V 11 διάμορφα V 12 οὖν om. D 15 ὁδοιπορίας βγ Procl. ἀποδημίας Y ὑπὸ] ἀπὸ Y 16 ἀφορμὰς VYy ἐνεργείας β παραπ.] περιπ. V 17 κατασχημάτων Y 21 καὶ τιμαὶ γ καὶ Μ om. S δὲ VYS μὲν γ ἐπιλαμβάνοντες D 22 καὶ βγ κἂν VY ἂν βγ om. VY διαμηκίζωσιν Y διαμηκίζουσιν V διαμηκίσωσιν γ διακοίσωσιν(!) μη S 28 ποιοῦσιν VYDy ποιήσουσιν MS)

199
διὰ δυσπλοιῶν καὶ ναυαγιῶν ἢ πάλιν δυσοδιῶν καὶ ἐρήμων τόπων, ἐν δὲ τοῖς στερεοῖς διὰ κρημνισμῶν καὶ ἐμβολῶν πνευμάτων, ἐν δὲ τοῖς τροπικοῖς καὶ ἰσημερινοῖς δι’ ἔνδειαν τῶν ἐπιτηδείων καὶ νοσώδεις καταστάσεις, ἐν δὲ τοῖς ἀνθρωποειδέσι διὰ λῃστήρια καὶ ἐπιβουλὰς καὶ συλήσεις, ἐν δὲ τοῖς χερσαίοις διὰ θηρίων ἐφόδους ἢ σεισμούς,

Ἑρμοῦ δὲ συμπροσόντος διὰ μετέωρα καὶ κατηγορίας ἐπισφαλεῖς, ἔτι δὲ καὶ διὰ τὰς τῶν ἑρπετῶν καὶ τῶν ἄλλων ἰοβόλων πληγάς, παρατηρουμένης ἔτι τῆς μὲν τῶν συμπτωμάτων, ἐάν τε ὠφέλιμα ἐάν τε βλαβερὰ ᾗ, ἰδιοτροπίας ἐκ τῆς περὶ τὸ αἴτιον διαφορᾶς καὶ ἐκ τῆς τῶν αἰτιατικῶν τόπων πράξεως ἢ κτήσεως σώματος ἢ ἀξιώματος κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν κυρίας, τῶν δὲ τὰς ἐπισημασίας μάλιστα ποιησόντων καιρῶν ἐκ τῆς πλανωμένων κατὰ χρόνους ἐπεμβάσεων ποιότητος· καὶ ταῦτα μὲν ἡμῖν μέχρι τοσούτου ὑποτετυπώσθω.

[*](c 51v)