Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

παρατηρητέον δὲ τῶν συσχηματιζομένων τόπων τάς τε καθυπερτερήσεις καὶ τὰς τῶν ἀστέρων ἐπιθεωρήσεις· ἐφ’ ὧν μὲν γὰρ ἂν γενέσεων ἡ τοῦ σχηματισμοῦ [*](3 συσχημ. βγ σχημ. V δωδεκατημορίοις om. βγ 4 εἶεν βγ εἰσί Y om. V ἐν VD ἐν τοῖς C τοῖς Α om. YMS 5.6 εἰ δὲ — ἀντιπαθείας om. Y 7 ὑποσιωπήσεις VYDy ἀποσιωπ. MS λογίας VYMC λογίαις DSA 8 τὸν σχηματισμὸν VYDy τῶν συσχηματισμῶν MS 9 σπονδὰς βγ σπουδὰς VY ἀποκαταστάσεις σεις YMS ἀκαταστασίας VDy ἀγαθῶν Y 10 τοῖς σχημ. VDy τοῖς συσχημ. Y συσχηματισμοὺς MS ἐπεὶ δὲ VYDC ἐπειδὴ ΜSA 11 εἴδη] ἤδη Μ τρία] τὴν V ἢ] εἰ V ἔχωσιν V 13 προειρημένων VDSy εἰρημένων ΥΜ 14 συνάγεται] συναρμόζεται Y 15 ἀνοικείως VYD γ ἀνοίκειος MS 16 οἱ MS VYDy μόνον β μόνων γ 17 καὶ ἔχθρα VY ἢ τίς β ἢ ἥτις C ἢ ἥτι Α 18 τῶν κλήρων Procl. τὸν κλῆρον V κλῆροι Ῡβγ 19 χρείαν MS Procl. χρείας VYDy 22 γὰρ om. MS ᾖ] ἤτοι V σχημ. γ συσχημ. YMS)

195
καθυπερτέρησις, — ἢ ἐὰν τὸ αὐτὸ ἢ τὸ ἔγγιστα ἦν ζῴδιον, — ἦ ἐπαναφορά, ἐκείνῃ τὸ αὐθεντικώτερον καὶ ἐπιστατικώτερον τῆς φιλίας καὶ ἔχθρας προσνεμητέον, ἐφ’ ὧν δὲ ἡ ἐπιθεώρησις τῶν ἀστέρων βελτίων πρὸς ἀγαθοποιίαν καὶ δύναμιν, ἐκείναις τό τε ἐκ τῆς φιλίας ὠφελιμώτερον καὶ τὸ ἐκ τῆς ἔχθρας κατορθωτικώτερον ἀποδοτέον.

ἐπὶ δὲ τῶν κατὰ χρόνον τισὶ συνισταμένων προσκαίρων συναστριῶν τε καὶ ἐναντιώσεων προσεκτέον ταῖς καθ’ ἑκατέραν γένεσιν κινήσεσι τῶν ἀστέρων, τουτ- έστι κατὰ ποίους χρόνους αἱ τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων ἀφέσεις ἐπέρχονται τοῖς τόποις τῶν τῆς ἑτέρας γενέσεως ἀστέρων· γίνονται γὰρ κατὰ τούτους φιλίαι καὶ ἔχθραι μερικαὶ διακρατοῦσαι χρόνον ὀλιγοστὸν μὲν τὸν μέχρι τῆς διαλύσεως αὐτῆς, πλεῖστον δὲ τὸν μέχρι τῆς ἑτέρου τινὸς τῶν ἐπιφερομένων ἀστέρων καταλήψεως.

Κρόνος μὲν οὖν καὶ Ζεὺς ἐπελθόντες τοῖς ἀλλήλων τόποις ποιοῦσι φιλίας διὰ συστάσεως γεωργίας ἢ κληρονομίας, Κρόνος δὲ καὶ Ἄρης μάχας καὶ ἐπιβουλὰς τὰς κατὰ προαίρεσιν, Κρόνος δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς [*](m 194) διὰ συγγενικῶν προσώπων, ταχὺ μέντοι ψυχούσας, Κρόνος δὲ καὶ Ἑρμῆς συμβιώσεις καὶ κοινωνίας διὰ δόσιν [*](16 ss. cf. CCAG IV 58, f. 387 21 Tetrab. p. 187, 16 s.) [*](ἢ ἐὰν] ἂν δὲ Y ἢ τὸ V om. Yβγ ἦν Vβ ἢ Υ ᾖ Y ἦ ἡ D τῆ MS om Y 8 καὶ ἐπιστατικάτε(??)(??)(??) om MS Vy ἡ D τῇ MS om. Y 8 κα ἐπιστατικώτερον om. MS 5 ἐκείναις VYDy ἐκείνης MS 6 κατορθωτικώτερον YSy κατροθοκώτερον V κατορθωτέον DM 7 ἀποδοτέον VYSy ἀποδοτι- κώτερον D (post κατ.) Μ (ante κατ.) om. Y 8 προσεκτέον om. V 10 αἱ τῶν βγ ἐτῶν VY 11.12 ἀφέσεις—ἀστέρων om. M ἐπέρχον- ται] ἐπιφέρωνται Y τῆς ἑτέρας — ἀστέρων om. Y 13 διακρατοῦσαι VDy ἐνδιακρατοῦσαι Y καὶ διακρατοῦσι MS 16 Κρόνος] ὁ τοῦ ABBREV γ (et sic deinceps) 16.17 τοῖς . . . τόποις βγ τοὺς . . . τόπους VY 17 συστάσεως βγ συστάσεις VY 19 Ἀφροδίτης VM 20 ταχὺ Vy τάχει Υβ ψυχούσας β καταψυχούσας γ 21 Ἑρμοῦ V κοινωνίας] συγγενείας M διὰ δόσιν γ διδώασι Y διὰ δόασι καὶ διὰ δόσιν MS)

196
καὶ λῆψιν καὶ ἐμπορίαν ἢ μυστήρια,

Ζεὺς δὲ καὶ Ἄρης ἑταιρίας δι’ ἀξιωματικῶν ἢ οἰκονομιῶν, Ζεὺς δὲ καὶ Ἀφροδίτη φιλίας τὰς διὰ θηλυκῶν προσώπων ἢ τῶν ἐν ἱεροῖς θρησκειῶν ἢ χρησμῶν τῶν τοιούτων, Ζεὺς δὲ καὶ Ἑρμῆς συναναστροφὰς διὰ λόγους καὶ ἐπιστήμας καὶ προαίρεσιν φιλόσοφον, Ἄρης δὲ καὶ Ἀφροδίτη συνεπιπλοκὰς τὰς δι’ ἔρωτας καὶ μοιχείας ἢ νοθείας, ἐπισφαλεῖς [*](c 50v) δὲ καὶ οὐκ ἐπιπολὺ διευθυνούσας, Ἄρης δὲ καὶ Ἑρμῆς ἔχθρας καὶ περιβοησίας καὶ δίκας διὰ πραγμάτων ἢ φαρμάκων ἀφορμάς, Ἀφροδίτη δὲ καὶ Ἑρμῆς συμβιώσεις τὰς διὰ τέχνην τινὰ ἢ μοῦσαν ἢ σύστασιν ἀπὸ γραμμάτων ἢ θηλυκῶν προσώπων.

τὴν μὲν οὖν ἐπὶ τὸ μᾶλλον καὶ ἦττον ἐπίτασιν καὶ ἄνεσιν τῶν συναστριῶν ἢ τῶν ἐναντιώσεων διακριτέον ἐκ τῆς τῶν ἐπιλαμβανομένων τόπων πρὸς τοὺς πρώτους καὶ κυριωτάτους τέσσαρας τόπους διαθέσεως, ἐπειδήπερ κατὰ τῶν κέντρων μὲν ἢ τῶν κλήρων ἢ τῶν φώτων τυχόντες ἐπιφανεστέρας ποιοῦσι τὰς ἐπισημασίας, ἀλλοτριωθέντες δὲ αὐτῶν ἀνεπιφάντους, τὴν δὲ ἐπὶ τὸ βλαβερώτερον ἢ ὠφελιμώτερον τοῖς ἑτέροις ἐκ τῆς τῶν ἐπιθεωρούντων ἀστέρων τοὺς εἰρημένους τόπους ἐπὶ τὸ ἀγαθὸν ἢ κακὸν ἰδιοτροπίας.

Ἰδίως δὲ ὁ περὶ δούλων τόπος ἢ λόγος καὶ τῆς τῶν [*](m 195) δεσποτῶν πρὸς αὐτοὺς συμπαθείας ἢ ἀντιπαθείας ἐκ τοῦ κακοδαιμονοῦντος ζῳδίου λαμβάνεται καὶ τῆς τῶν ἐπι- [*](22 cf. Heph. II 20: CCAG VIII 2,88; Firm. VII 4,1–18) [*](1.2 Ζεὺς—οἰκονομιῶν om. D 2 οἰκονομῶν V 3 Ἀφροδίτης V 6 φιλόσοφον VYDy Procl. φιλοσόφων MS Ἀφροδίτης V 8 οὐκ om. γ 9 πραγμάτων VA ABBREV διὰ γραμμάτων suprascr. A2 γραμμάτων βC 10 συμβιώσεις] συμβ. ποιεῖ V 16 τῶν κέντρων τρων γ κέντρων β κέντρον V τῶν κλήρων γ κλήρων Υβ κλῆρον V 17 ἐπιφανεστέρας VYS ἐπισφαλεστέρας γ 18 ἀλλοτριωθέντες βγ -θέντων ν 19 ἑτέροις VDy ἑταίροις MS 20 τῆς om. V 81 post ἰδιοτροπίας nov. tit. περὶ δούλων My 22 λόγος ἢ τόπος Y)

197
θεωρούντων τὸν τόπον ἀστέρων κατά τε τὴν γένεσιν αὐτὴν καὶ κατὰ τὰς ἐπεμβάσεις ἢ διαμετρήσεις φυσικῆς ἐπιτηδειότητος καὶ μάλιστα, ὅταν οἱ τοῦ δωδεκατημορίου κυριεύσαντες ἤτοι συμφώνως τοῖς αὐθεντικοῖς τόποις τῆς γενέσεως ἢ ἐναντίως ποιῶνται τοὺς συσχηματισμούς.