Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὁ μὲν οὗν προηγούμενος τύπος τῆς κατ’ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον· ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν.

τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ τῆς δορυφορίας τῶν φώτων, ἐπειδήπερ περιεχόμενα μὲν ὑπὸ τῶν ἀγαθοποιεῖν δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως ἤτοι ἐν τοῖς αὐτοῖς ζῳδίοις καὶ ἐν τοῖς ἐφεξῆς ἐπιφανῆ καὶ λαμ- [*](m 114) πρὰ τὰ περὶ τοὺς γονέας διασημαίνει, καὶ μάλιστα ὅταν τὸν μὲν ἥλιον ἑῷοι δορυφορῶσιν ἄστερες, τὴν δὲ σελή- [*](8 cf. Heph. II 4: CCAG VIII 2, 60; Anonymus ib. VIII 3, 128; ib. VIII 4, 218; ib. II, 187 8.; ib. V 1, 44 f. ‘. Firm. VI 32, Gundel, Trism. 45—49 (capp. XXI—XXII); Mich. Pap. 74, 29 as.) [*](3 τεταρτημορίου Σ, 7 ἐπαναφορῶν VDy ἀναφορῶν aMS βραδύτεροι V βράδιον αβγ 8 tit. hic αMS, infra. post λόγου (v. 12) VDγ 9 τύπος VYDy τόπος ΣMS 10 οὗ ΣMSγ οὖν Υ οὐ VD 11 τρόπον] τόπον Y 15 μητρικῷ] μοιριακῷ V 16 δεῖΣMSγ δὴ VD γὰρ Υ 17 τὰ Σ Procl. τὰς S om. VYDy τῆς om. 7 19 περιεχόμενα recepi ex Q πῶς ἐχόμενα V περιεχόμενοι Σβγ περιχοιμόνοι Υ 21 ἐφεξῆς VYDy ἑξῆς EMS 22 διασημαίνει VY διασημαίνουσι Σβγ 23 διαφοροῦσιν V)

116
νην ἑσπέριοι, καλῶς καὶ αὐτοὶ διακείμενοι, καθ’ ὃν εἰρήκαμεν τρόπον·

ἐὰν δὲ καὶ ὁ Κρόνου Κρόνου καὶ ὁ τῆς Ἀφροδίτης καὶ αὐτοὶ τυγχάνωσιν ἀνατολικοί τε καὶ ἰδιοπροσωποῦντες ἢ καὶ ἐπίκεντροι, εὐδαιμονίαν πρόδηλον ὑπονοητέον κατὰ τὸ οἰκεῖον ἑκατέρου τῶν γονέων. τὸ δὲ ἐναντίον, ἐὰν κενοδρομοῦντα τὰ φῶτα καὶ ἀδορυφόρητα τυγχάνοντα, ταπεινότητος καὶ ἀδοξίας τοῖς γονεῦσί ἐστι δηλωτικά, καὶ μάλιστα ὅταν ὁ τῆς Ἀφροδίτης ἢ καὶ ὁ τοῦ Κρόνου κακῶς φαίνωνται διακείμενοι.

ἐὰν δὲ δορυφορῆται μέν, μὴ μέντοι ὑπὸ τῶν τῆς αὐτῆς αἱρέσεως, ὡς ὅταν Ἄρης μὲν ἐπαναφέρηται τῷ ἡλίῳ, Κρόνος δὲ τῇ σελήνῃ μήπως καλῶς κειμένων τῶν ἀγαθοποιῶν καὶ κατὰ τὴν αὐτὴν αἵρεσιν, μετριότητα καὶ ἀνωμαλίαν περὶ τὸν βίον αὐτῶν ὑπονοητέον. κἂν μὲν σύμφωνος ὁ διασημανθησόμενος τῆς τύχης κλῆρος ἐν τῇ γενέσει τοῖς τὸν ἥλιον τὴν σελήνην ἐπὶ καλῶ δορυφορήσασι, παραλήψονται σῷα τὰ τῶν γονέων, ἐὰν δὲ ἀσύμφωνος ἢ ἐναντίος μηδενὸς ἢ τῶν κακοποιῶν εἰληφότων τὴν δορυφορίαν, ἄχρηστος αὐτοῖς καὶ ἐπιβλαβὴς ἡ τῶν γονέων ἔσται κτῆσις.

[*](11 cf. Rhetor. CCAG ΙΙ, 187, 28/29 μάλιστα δὲ ἐὰν Ἄρης ἐπαναφέρηται τῷ ἡλίω, Κρόνος δὲ τῇ σελήνῃ 18 cf. Co (Le) p. 99, 11 ss.: Μηδενὸς ἢ τῶν κακοποιῶν. Προσυπακούειν χρὴ τῷ μηδενὸς τοῦ ἄλλον. τουτέστι μηδενὸς τῶν ἀγαθοποιῶν [† οὐ μό- νον τῶν ἀγαθοποιῶν] ἢ μόνον τῶν κακοποιῶν)[*](1. 2 καθ’ ὃν—τρόπον om. Σ 6 δορυφόρητα S 7 τοῖς γονεῦσι VDy τῶν γονέων αMS 8 ἐστι aMS VDγ ὅταν μηδ’ Y 9 uomcbgV καλῶς μὴ καλῶς ΣMSγ μὴ σιακείμενοι D 10 μὲν VaMS μὲν τὰ φῶτα Dy τῶν Σβγ om. VY 11 ἐπάνω φέρηται V 11. 12 Κρόνος—σελ. EMS ἢ τῇ σελ. (ὁ δέ Υ Κρόνος (δὲ Υ) τῇ σελ. VY ἢ τῇ σελ. Κρόνος Dy cf. Procl. et infra. III 10, p. 127, 19 12 μήπως Y ἢ μὴ V ὑπὸ Σβγ 18 μετριότητα αβγ μετριότατοι V 16 ἐπὶ—δορ.] ἐπικαλωδορήσασι V 17 V cm. Σβγ 18 μηδενὸς ἢ VΣβ μηδενὸς Υγ om. Proc]. κακοποιῶν Vαβ ἀγαθοποιῶν γ δορυφορίαν] δορίαν V)
117

περὶ δὲ πολυχρονιότητος ἢ ὀλιγοχρονιότητος αὐτῶν σκεπτέον ἀπὸ τῶν ἄλλων συσχηματισμῶν· ἐπὶ μὲν γὰρ τοῦ πατρός, ἐὰν ὁ τοῦ Διὸς ἢ ὁ τῆς Ἀφροδίτης συσχηματισθῶσιν [*](m 115) ὁπωσδήποτε τῷ τε ἡλίῳ καὶ τῷ τοῦ Κρόνου, ἢ καὶ αὐτὸς ὁ τοῦ Κρόνου σύμφωνον ἔχῃ σχηματισμὸν πρὸς τὸν ἥλιον ἤτοι συνὼν ἢ ἑξαγωνίζων τριγωνίζων, ἐν δυνάμει μὲν ὄντων αὐτῶν πολυχρονιότητα τοῦ πατρὸς καταστοχαστέον, ἀδυνατούντων δὲ οὐχ ὁμοίως, οὐ μέντοι οὐδὲ ὀλιγοχρονιότητα.

ἐὰν δὲ τοῦτο μὲν μὴ ὑπάρχῃ, [*](c 30) ὁ δὲ τοῦ Ἄρεως καθυπερτερήσῃ τὸν ἥλιον ἣ τὸν τοῦ Κρόνου ἢ καὶ ἐπανενεχθῇ αὐτοῖς, ἢ καὶ αὐτὸς πάλιν ὁ τοῦ Κρόνου μὴ σύμφωνος ᾖ πρὸς τὸν ἥλιον, ἀλλ’ ἤτοι τετράγωνος ἢ διάμετρος, ἀποκεκλικότες μὲν τῶν κέντρων ἀσθενικοὺς μόνον τοὺς πατέρας ποιοῦσιν, ἐπίκεντροι δὲ ἢ ἐπαναφερόμενοι τοῖς κέντροις ὀλιγοχρονίους ἢ ἐπισινεῖς, ὀλιγοχρονίους μέν, ὅταν ἐν τοῖς πρώτοις ὦσι δυσὶ κέντροις τῷ τε ἀνατέλλοντι καὶ τῷ μεσουρανοῦντι καὶ ταῖς τούτων ἐπαναφοραῖς, ἐπισινεῖς δὲ ἢ ἐπινόσους, ὅταν ἐν τοῖς λοιποῖς δυσὶ κέντροις ὦσι τῷ τε δύνοντι καὶ τῷ ὑπογείῳ ἢ ταῖς τούτων ἐπαναφοραῖς.

ὁ μὲν γὰρ τοῦ Ἄρεως τὸν ἥλιον βλέψας, καθ’ ὃν εἰρήκαμεν τρόπον, αἰφνιδίως ἀναιρεῖ τὸν πατέρα ἢ σίνη περὶ τὰς ὄψεις ποιεῖ, τὸν δὲ τοῦ Κρόνου βλέψας ἢ θανάτοις [*](1ss. cf. Heph. II 5 l. c.; CCAG II 188; Firm. VII 9. Gundel, Trism. cap. XXII.) [*](1 πολυχρ. αὐτῶν Y ἢ ὀλιγοχρ. om. Σ αὐτῶν om. Y 2 σθυσχ VYDSy σχ. ΣΜ ἐπεὶ VD 3 σχηματισθῶσιν Μ 4 δήποτε ἄνποτε Υ καὶ VY ἢ Σβγ 5 σύμφωνον] ἄφωνον V συσχηματισμὸν Y 6 πρὸς] παρὰ V 8 ἀδυνατούντων V ἀδυναμούντων αβγ 9 οὐδὲ VD δὲ οὐδὲ Y γε οὐδὲ EMS δὲ γ ἐὰν VY ὅταν Σβγ 11 ἐπανενεχθῆναι Y 12 μὴ om. Y 18 τετράγ ἢ διάμ. VYDγ διάμ. ἢ τετράγ. ΣMS ἀποκλίνοντες Σ 14 VS Procl. μόνους αΒΜγ ἐπίκεντροι αΣγ ἐπίκεντρος VDM 21 Ἄρεως] πυρόεντος VD βλέψας V Σβγ ἐπιθεορήσας(!) Y 22 τὸν πατέρα VYS Procl. τοὺς πατέρας ΣDMγ 28 ἢ θανάτοις om. γ)

118
ἢ ῥιγοπυρέτοις ἢ σίνεσι διὰ τομῶν καὶ καύσεων περικυλίει· ὁ δὲ τοῦ Κρόνου καὶ αὐτὸς κακῶς σχηματισθεὶς πρὸς τὸν ἥλιον καὶ τοὺς θανάτους τοὺς πατρικοὺς ἐπινόσους κατασκευάζει καὶ πάθη τὰ διὰ τῆς τῶν ὑγρῶν ὀχλήσεως.

ἐπὶ δὲ τῆς μητρός, ἐὰν μὲν ὁ τοῦ Διὸς συσχηματισθῇ τῇ τε σελήνῃ καὶ τῷ τῆς Ἀφροδίτης ὁπωσδήποτε, καὶ αὐτὸς ὁ τῆς Ἀφροδίτης συμφώνως ἔχῃ πρὸς τὴν σελήνην [*](m 116) ἑξάγωνος ὢν ἢ τρίγωνος συνὼν αὐτῇ, ἐν δυνάμει ὄντες. πολυχρόνιον δεικνύουσι τὴν μητέρα· ἐὰν δὲ ὁ τοῦ Ἄρεως βλέψῃ τὴν σελήνην καὶ τὴν Ἀφροδίτην ἐπανενεχθεὶς ἢ τετραγωνίσας ἢ διαμετρήσας ἢ ὁ τοῦ Κρόνου τὴν σελήνην μόνην ὡσαύτως, ἀφαιρετικοὶ μὲν ὄντες ἢ ἀποκεκλικότες πάλιν ἀντιπτώμασι μόνον ἢ ἀσθενείαις περικυλίουσι, προσθετικοὶ δὲ ἢ ἐπίκεντροι ὀλιγοχρονίους ἢ ἐπισινεῖς ποιοῦσι τὰς μητέρας, ὀλιγοχρονίους μὲν ὁμοίως ἐπὶ τῶν ἀπηλιωτικῶν ὄντες κέντρων ἢ ἐπαναφορῶν, ἐπισινεῖς δὲ ἐπὶ τῶν δυτικῶν.

Ἄρης μὲν γὰρ βλέψας τὴν σελήνην τοῦτον τὸν τρόπον ἀνατολικὴν μὲν οὖσαν τούς τε θανάτους τοὺς μητρικοὺς αἰφνιδίους καὶ τὰ σίνη περὶ τὰς ὄψεις ποιεῖ, ἀποκρουστικὴν δὲ τοὺς θανάτους ἀπὸ ἐκτρωσμῶν ἢ τῶν τοιούτων καὶ τὰ σίνη διὰ τομῶν καὶ καύσεων, τὴν δὲ Ἀφροδίτην βλέψας τούς τε θανάτους [*](1 περικυλίει V Σβ κυκλίει Y βάλλει γ Σ² i. mg. 2 κακῶς om. V συσχηματισθεὶς Y 8 πρὸς τὸν om. V (spat) ἡλίου 4 παρασκευάξει Υ παθὴ τὰ Σβγ παθητάς VY τῆς om. V 5 ὀχλήσεων 6 συσχημ. αMS Procl. σχημ. VDγ 9 ὢν VY om. Σβγ αὐτῷ γ 11 καὶ VD γ ἢ καὶ Y ἢ ΣMS τὴν Ἄφρ. VY τὸν τῆς Ἀφρ. Σβγ ἐπανενεχθεὶς Σβ ἐπανεχθεὶς VYC ἐπενεχθεὶς A 12 τετράγων ο V 14 ἀποκλικότας V 15 περικλίουσι γ 16 ὀλιγοχρονίας V 18 ὁ τοῦ ♂γ 19 ἤγουν δυτικὴν i. mg.γ 20 αἰφνιδίως τὰ om. VY 21 ἀποκρουστικοὺς Σ δὲ] δὲ ὡς προείρηται θεορήσας(!)Y 22 ἐκτρωσμῶν YS ἐκτρόμων VD ἐκτρώμων ΣΜγ 23 τὴν Ἀφροδίτην VY β τὸν τῆς Ἀφροδίτης γ τὴν σελήνην Σ τε θανάτους] τοῦ θανάτου V)

119
πυρεκτικοὺς ἀπεργάζεται καὶ πάθη τὰ δι’ ἀποκρύφων καὶ σκοτισμῶν καὶ προσδρόμων αἰφνιδίων· ὁ δὲ τοῦ Κρόνου τὴν σελήνην βλέψας θανάτους καὶ πάθη ποιεῖ, ἀνατολικῆς μὲν οὔσης αὐτῆς διὰ ῥιγοπυρέτων, ἀποκροουστικῆς δὲ διὰ νόσων ὑστερικῶν καὶ ἀναβρώσεων.

προσπαραληπτέον δὲ εἰς τὰ κατὰ μέρος εἴδη τῶν σινῶν ἢ παθῶν ἢ καὶ θανάτων καὶ τὰς τῶν δωδεκατημορίων, ἐν [*](m 117) οἷς εἰσιν οἱ τὸ αἴτιον ἐμποιοῦντες τῆς ἰδιιοτροπίας, ὑπὲρ ὧν εὐκαιρότερον ἐν τοῖς περὶ αὐτῆς τῆς γενέσεως ἐπεξεργασόμεθα· καὶ ἔτι παρατηρητέον ἡμέρας μὲν μάλιστα τόν τε ἥλιον καὶ τὴν Ἀφροδίτην, νυκτὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὴν σελήνην. λοιπὸν δὲ ἐπὶ τῶν κατ’ εἶδος ἐξεργασιῶν ἁρμόζον· καὶ ἀκόλουθον ἂν εἴη τὸν τῆς αἱρέσεως πατρικὸν ἢ μητρικὸν τόπον ὥσπερ ὡροσκόπον ὑποστησαμένους τὰ λοιπὰ ὡς ἐπὶ γενέσεως αὐτῶν τῶν γονέων [*](c 30v) ἐπισκοπεῖν κατὰ τὰς ἐφεξῆς ὑποδειχθησομένας τῶν ὁλοσχρερστέρων εἰδῶν πραγματικάς τε καὶ συμβατικὰς ἐφόδους.

τοῦ μέντοι συγκρατικοῦ τρόπου καὶ ἐνταῦθα καὶ ἐπὶ πάντων μεμνῆσθαι προσήκει καταστοχαζομένους, ἐὰν μὴ μονοειδεῖς ἀλλὰ διάφοροι ἢ τῶν ἐναντίων ποιητικοὶ τυγχάνωσιν οἱ τὰς κυρίας τῶν ἐπιζητουμένων τόπων εἰληφότες ἀστέρες, τίνες ἐκ τῶν περὶ ἕκαστον συμβεβηκότων πρὸς δύναμιν πλεονεκτημάτων πλείους ἔχοντες εὑρίσκονται ψήφους πρὸς τὴν ἐπικράτησιν τῶν ἀποτελεσθησομένων, ἵνα ἢ ταῖς τούτων φύσεσιν ἀκόλουθον ποιώμεθα τὴν ἐπίσκεψιν ἢ τῶν ψήφων ἰσορρόπων οὐσῶν, [*](2 καὶ (pr.) ΣDMγ ἢ VYS καὶ (alt.) αβγ ἢ V 4 κρουστικῶς M 5 δὲ] μὲν V νόσων] νόμων VY ἀναβράσεων V VYγ ἐπεργαζόμεθα Σβ 12 ἐξεργασιῶν VY ἐπεξεργασιῶν Σβγ 14 ὑποστησαμένους VYMSC ἐπιστησαμένους DA ἐπισταμένους Σ 16 ἐπισκοπεῖν VY βγ σκοπεῖν Σ. τὰς αβγ τὰ V ὑποδ. VYS ἐπιδ. ΣDMγ 17 πραγματικὰς Σβγ πρακτικῶν VY συμβατικὰς Σβγ συμβατικῶν V σημαντικῶν Y 18 συγκρατικοῦ V Σ² i. mg. γ συγκρατηκοῦς Y συγκραματικοῦ Σβ τρόπου VYγ τόπου Σβ 19 δαταστοχ. VYD γ στοχ. EMS 23 πρὸς om. V)

120
ὅταν μὲν ἅμα ὦσιν οἱ ἐπικρατοῦντες, τὸ ἐκ τῆς κράσεως τῶν διαφόρων φύσεων συναγόμενον εὐστόχως ἐπιλογιζώμεθα, ὅταν δὲ διεστηκότες, ἀνὰ μέρος ἕκαστος, κατὰ τοὺς ἰδίους καιροὺς τὰ οἰκεῖα τῶν συμπτωμάτων ἀπομερίζωμεν, προτέροις μὲν τοῖς ἑῴοις μᾶλλον, ὑστέροις [*](m 118) δὲ τοῖς ἑσπερίοις.

ἀπ’ ἀρχῆς μὲν γὰρ ἀνάγκη συνοικειωθῆναι τῷ ζητουμένῳ τόπῳ τὸν μέλλοντά τι περὶ αὐτὸν ἀπεργάζεσθαι τῶν ἀστέρων, καὶ τούτου μὴ συμβεβηκότος, οὐδὲν οἷόν τε καθόλου διαθεῖναι τὸν μηδ’ ὅλως τῆς ἀρχῆς κοινωνήσαντα τοῦ μέντοι χρόνον τῆς κατὰ τὸ ἀποτελούμενον ἐκβάσεως οὐκέτι τὸ τῆς πρώτης δεσποτείας αἴτιον, ἀλλ’ ἡ τοῦ κυριεύσαντός πως πρός τε τὸν ἥλιον καὶ τὰς τοῦ κόσμου γωνίας διάστασις.