Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Περὶ μὲν οὖν τῶν σωματικῶν συμπτωμάτων ὁ τύπος τῆς ἐπισκέψεως τοιοῦτος ἄν τις εἴη· τῶν δὲ ψυχικῶν ποιοτήτων αἱ μὲν περὶ τὸ λογικὸν καὶ νοερὸν μέρος καταλαμβάνονται διὰ τῆς κατὰ τὸν τοῦ Ἑρμοῦ ἀστέρα θεωρουμένης ἑκάστοτε περιστάσεως, αἱ δὲ περὶ τὸ αἰσθητικὸν καὶ ἄλογον ἀπὸ τοῦ σωματωδεστέρου τῶν φώτων, [*](14 cf. Heph. II 15 CCAG V 1, 200 ss.; Anonymus VIII 3, 129 firm 1—3) [*](2 εὐαπάλλ. Σβγ εὐεπάλλ. VY 3 γὰρ om.Y 8 ἐπιχάριτα V ἐπιχάρος Y ἐπιχαρῆ Σβγ 10 προσόντος Va Dy προσιόντος MS 11 ἐξαγοριῶν VYD ἐξαγορεύσεων ΣMS ἐξαγορειῶν γ μετ’ VYS κατ’ ΣDMγ 12 πορισμοῦ VYDSy μερισμοῦ ΣΜ ἢ δι’ αὐτῶν ΣβΑ ἢ καὶ δι’ αὐτῶν C διὰ τῶν VY 18 περι· γενομένου MS γινομένου Σ γιγνομένων VDγ μενομένων Υ 14 tit.: περὶ ποιότ. ψυχῆς ΣDMγ περὶ ψυχῆς ποιότ. Y ἐπίσκεψις περὶ τῶν ψυχικῶν ποιοτήτων S2 i. mg. 15 συμπτωμάτων om. Σ τύπος] τρόπος Y 17 λογ. καὶ νοερὸν VYDy νοερ. καὶ λογ. EMS 18 τῆς αγ τὸν τῆς V τῆς τῶν β 19 αἰ- σθητικὸν VDy αἰσθητὸν Y ἠθικὸν EMS add. A i. mg., C supra lin. 20 τοῦ σωματωδεστέρου γ τοῦ δευτέρου V τῶν δεστέρων ΣMS)

155
τουτέστι τῆς σελήνης, καὶ τῶν πρὸς τὰς ἀπορροίας ἢ καὶ τὰς συναφὰς αὐτῆς συνεσχηματισμένων ἀστέρων.

πολυτροπωτάτου δ’ ὄντος τοῦ κατὰ τὰς ψυχικὰς ὁρμὰς εἴδους εἰκότως ἂν καὶ τὴν τοιαύτην ἐπίσκεψιν οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε ποιούμεθα, διὰ πλειόνων δὲ καὶ ποικίλων παρατηρήσεων. καὶ γὰρ αἱ τῶν ζῳδίων τῶν περιεχόντων τόν τε τοῦ Ἑρμοῦ καὶ τὴν σελήνην ἢ τοὺς τὴν ἐπικράτησιν αὐτῶν εἰληφότας ἀστέρας διαφοραὶ πολὺ δύνανται συμβάλλεσθαι πρὸς τὰ τῶν ψυχῶν ἰδιώματα καὶ οἱ τῶν λόγον ἐχόντων πρὸς τὸ προκείμενον εἶδος ἀστέρων σχη- [*](m 155) ματισμοὶ πρὸς τὸν ἥλιόν τε καὶ τὰ κέντρα καὶ ἔτι τὸ κατ’ αὐτὴν τὴν ἑκάστου τῶν ἀστέρων φύσιν πρὸς τὰς ψυχικὰς κινήσεις ἰδιότροπον.

τῶν μὲν οὖν ζῳδίωνκαθόλου τὰ μὲν τροπικὰ δημοτικωτέρας ποιεῖ τὰς ψυχάς, ὀχλικῶν τε καὶ πολιτικῶν πραγμάτων ἐπιθυμητικάς, ἔτι δὲ καὶ φιλοσόξους καὶ θεοπροσπλόκους, εὐφυεῖς τε καὶ εὐκινήτους, ζητητικάς τε καὶ εὑρετικάς, εὐεικάστους καὶ ἀστρολογικάς καὶ μαντικάς, τὰ δὲ δίσωμα ποικίλας, εὐμεταβόλους, δυσκαταλήπτους, κούφας, εὐμεταθέτους, διπλάς, ἐρωτικάς, πολυτρόπους, φιλομούσους, ῥᾳθύμους, εὐπορίστους, μεταμελητικάς, τὰ δὲ στερεὰ δικαίας, ἀκολακεύτους, ἐπιμόνους βεβαίας, συνετάς, ὑπομονητικάς, φιλοπόνους, σκληράς, ἐγκρατεῖς, μνησικάκους, ἐκβιβαστικάς, ἐριστικάς, φιλοτίμους, στασιώδεις, πλεονεκτικάς, ἀποκρότους, ἀμεταθέτους.

τῶν δὲ σχηματισμῶν αἱ μὲν ἀνατολικαὶ ὡροσκοπίαι καὶ μάλιστα αἱ ἰδιοπροσωπίαι ἐλευθερίους καὶ ἁπλᾶς καὶ [*](2 αὐτῆς αγ αὐτῶν VD αὐτοῦ MS 3 κατὰ VYDy περὶ ΣMS 4 ἂν α οὖνβ δὴ γ 5 ποιούμεθα VYy ποιοίμεθα Σ ποιύμεθ᾿ ἂν β δὲ om. VM 8 διαφοραῖς V 9 ψυχῶν ΣDMγ ψυχικῶν VYS 10 τῶν ἀστ. Σβ 11 τὸν β 14 τροπικὰ καὶ ἰσημερινὰ γ ποιεῖ] ποιεῖται V 16 θεοπροσπλόκους βγ θεοπροσπόλους Σ 17 ἀστρολογικάς Υβγ ἀστρολογίας V ἀπολογιτικὰς Σ 19 διπλάς Va διπλοῦς MS ῥᾳθύμους Dy πολυτρόμους Υ 20 φιλομούσους om. Dy ῥᾳθύμους hic om. Dy 22 σκληρὰς om. Y 24 ἀποκρότας V)

156
αὐθάδεις καὶ ἰσχυρὰς καὶ εὐφυεῖς καὶ ὀξείας καὶ ἀπαρακαλύπτους τὰς ψυχὰς ἀπεργάζονται, οἱ οἱ ἑῷοι στηριγμοὶ καὶ αἱ μεσουρανήσεις ἐπιλογιστικάς, ἐπιμόνους, μνημονικάς, βεβαίας, συνετάς, μεγαλόφρονας, ἀποτελεστικὰς ὧν βούλονται, ἀτρέπτους, ῥωμαλέας, ἀνεξαπατήτους, καριτικάς,

ἐμπράκτους, κολαστικάς, ἐπιστημονικάς, αἱ δὲ προηγήεις [*](m 156 c 40v) καὶ αἱ δύσεις εὐμεταθέτους καὶ ἀβεβαίους, ἀσθενεῖς, ἀφερεπόνους, ἐμπαθεῖς, ταπεινάς, δειλάς, ἀμφιβόλους, θρασυδείλους, ἀμβλείας, βλακώδεις, δυσκινήτους, οἱ δὲ ἑσπέριοι στηριγμοὶ καὶ αἱ ὑπὸ γῆν μεσουρανήσεις, ἔτι δὲ ἐφ Ἑρμοῦ καὶ Ἀφροδίτης ἡμέρας μὲν αἱ ἑσπέριοι δύσεις, νυκτὸς δὲ αἰ ἑῷοι, εὐφυεῖς μὲν καὶ φρενήρεις, οὐκ ἄγαν δὲ μνημονικάς οὐδ’ ἐπιμόχθους ἢ φιλοπόνους, διερευνητικὰς δὲ τῶν ἀποκρύφων καὶ ζητητικάς τῶν ἀθεωρήτων, οἷονμαγ ικάς, μυστηριακάς, μετεωρολογικάς, ὀργανικάς, μηχανικάς, θαυματοποιούς, ἀστρολογικάς, φιλοσόφους, οἰωνοσκοπικάς, ὀνειροκριτικάς καὶ τὰς ὁμοίας.

πρὸς τούτοις δὲ ἐν ἰδίοις μὲν ἢ καὶ οἰκείοις ὄντες τόποις καὶ αἱρέσεσιν οἱ τὴν κυρείαν ἔχοντες τῶν ψυχικῶν, καθ’ ὃν ἐν ἀρχῇ διωρισάμεθα τρόπον, προφανῆ καὶ ἀπαραπόδιστα καὶ αὐθέκαστα καὶ ἐπιτευκτικά ποιοῦσι τά ἰδιώματα, καὶ μάλισθ’ ὅταν οἱ αὐτοὶ τῶν δύο τόπων ἐπικρατήσωσιν ἅμα, τουτέστι τῷ μὲν τοῦ Ἑρμοῦ [*](8 ἐπιμόνους om. V μνημονικάς Υ μνημονευτικὰς βγ, quod μεγαλ. antepos. D postpos. Σγ om.V 4 βεβαίας verbis ὧν βούλ. antepos.Dpostpos.y ἀποτελεστικὰς—5 ἀτρέπτους om.YMS 7 εὐμεταθέτους καὶ ἀβεβαίους VDy ἀβεβ. εὐμετ. Σ ἀβεβαίας YMS 8 ἀθενεῖς(!) V ἀφεροπόνους V 9 ἀμβλύαςν 11 ἐφ’ Ἑρμοῦ Σβγ καὶ ἐπὶ Ἑρ. V ἀφ’ Ἑρ. Y αἱ om. VDy 12 ἑσπέριοι βγ ἑσπεριαι α αἱ om. VYDy φρενήρεις βΑ φρονίμους ΣC 18 μνημονικὰς VYS μνημονευτικὰς ΣDMγ 15 τῶν ἀθεωρήτων om.V (spat. rel.) μετρολογικὰς Y 16 μηχ.] τε καὶ μηχ. V 17 φιλοσ. οἰωνοσκ. om. V 18 πρὸς τούτοις VYDy ὅτι ΣMS μὲν ΣΜ καὶ VYDy ἐν ΣMS ὄντες] ὄντες τύχοιεν Σ 19 καὶ VD τε καὶ aMS ἢ γ τῶν ψυχικῶν VYDy τὴν ψυχικὴν ΣMS 21 αὐθέκαστα] αὐθεντικὰΥ ἐντευκτικὰ Y 28 τόπων VDC τρόπων αMSA έπικρατήσουσιν VD)

157
τυγχάνωσιν ὁπωσδήποτε συνεσχηματισμένοι, τὴν δὲ τῆς σελήνης ἀπόρροιαν ἢ καὶ συναφὴν ἐπέχοντες·

μὴ οὕτως δὲ διακείμενοι ἀλλ’ ἐν ἀνοικείοις ὄντες τόποις τὰ μὲν τῆς ἑαυτῶν φύσεως οἰκεῖα πρὸς τὴν ψυχικὴν ἐνέργειαν ἀνεπίφαντα καὶ ἀμαυρὰ καὶ ἀτελείωτα καὶ ἀπρόκοπα καθιστᾶσι, [*](m 157) τὰ δὲ τῆς τῶν κρατησάντων ἢ καθυπερτερησάντων ἰσχυρά τε καὶ ἐπιβλαβῆ τῶν προκειμένων, ὡς ὅταν οἵ τε διὰ τὴν τῶν κακοποιῶν οἰκείωσιν ἄδικοι καὶ πονηροὶ κρατούντων μὲν αὐτῶν εὐπροχώρητον καὶ ἀνεμπόδιστον καὶ ἀκίνδυνον καὶ ἐπίδοξον ἔχωσι τὴν πρὸς τὸ κακῶς ἄλλους ποιεῖν ὁρμήν, κρατουμένων δὲ ὑπὸ τῶν τῆς ἐναντίας αἱρέσεως κατάφοροι καὶ ἀνεπίτευκτοι καὶ ἀτιμώρητοι γίνωνται,

οἱ δ’ αὖ πάλιν διὰ τὴν τῶν ἀγαθοποιούντων πρὸς τοὺς εἰρημένους ὅρους συνοικείωσιν ἀγαθοὶ καὶ δίκαιοι ἀκαθυπερτερήτων μὲν ὄντων αὐτοί τε χαίρωσι καὶ εὐφημῶνται ἐπὶ ταῖς τῶν ἄλλων εὐποιίαις καὶ ὑπὸ μηδενὸς ἀδικούμενοι ἀλλ’ ὀνησιφόρον ἔχοντες τὴν δικαιοσύνην διατελῶσι, κρατουμένων δὲ ὑπὸ τῶν ἐναντίων ἀνάπαλιν καὶ δι’ αὐτὸ τὸ πρᾷον καὶ φιλάνθρωπον καὶ ἐλεητικὸν εὐκαταφρόνητοί τε καὶ [*](15 s. Plato rep. 613 CD) [*](2 ἐπέχ. EMS cf. Procl. Heph. ἀπέχ. VYDy 3 ὄντες τόποις αMS τόπ. ὄντες γ 6 κρατησάντων VYS ἐπικρατησάντων ΣDMγ καθυπερτερ. γ ὑπερτερ.ΣMS 7 προκειμ. ΣDMγ ὑποκ. VYS 8 τὴν Σ om. βγ τῶν α βγ 10 καὶ ἢ καὶ V ἐπίδοξον Σβγ ἑτερόδοξον VY ἔχωσι VYy ἔχουσι Σβ 11 κακῶς VYy καλῶς Σβ ἄλλους Σβγ Heph. ἀλλήλους VY κρατουμένων] κρατοῦσιν τῶν om. VYDy 13 ἀτιμώρη τοι εὐτιμώρητοι αβγ γίνωνται γ γίνονται αβ om. V (lac. ind.) 14 εἰρημένους VYDSy προκειμένους ΣΜ 15 καθυπερτεήτων Y 16 χαίρωσι γ χαίρουσι ναβ εὐφημῶνται γ εὐφημοῦνται Va S 17 ἀλλ’ ἀνγσίφορον] ἀλλὰ συμφαίρον(!) Y 18 διατελῶσι γ διατελοῦσι αS 19 τὸ Σ τε τὸ Y τοῦτο βγ 80 ἐλεητικὸν γ ἐλεγκτικὸν Σ ἐλεκτικὸν 7 εὐκαταφρύνητον Μ)

158
ἐπίμεμπτοι ὑπὸ τῶν πλείστων εὐαδίκητοι τυγχάνωσιν.

ὁ μὲν οὖν καθόλου τρόπος τῆς ἠθικῆς ἐπισκέψεως τοιοῦτός τις ἂν εἴη, τὰς δὲ κατὰ μέρος ἀπ’ αὐτῆς τῆς τῶν ἀστέρων φύσεως κατὰ τὴν κυρίαν ἀποτελουμένας ἰδιοτροπίας ἑξῆς κατὰ τὸ κεφαλαιῶδες ἐπεξελευσόμεθα μέχρι τῆς καθ’ ὁλοσχέρειαν θεωρουμένης συγκράσεως

ὁ μὲν οὖν τοῦ Κρόνου ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν καὶ αὐθεντήσας τοῦ τε Ἑρμοῦ [*](c 41 m 158) καὶ τοῦ τῆς σελήνης, ἐὰν μὲν ἐνδόξως ἔχῃ πρός τε τὸ κοσμικὸν καὶ τὰ κέντρα, ποιεῖ φιλοσωμάτους, ἰσχυρογνώμονας, βαθύφρονας, αὐστηρούς, μονογνώμονας, ἐπιμόχθους, ἐπιτακτικούς, κολαστικούς, περιουσιαστικούς, φιλοχρημάτους, βιαίους, θησαυριστικούς, φθονερούς,

ἐναντίως δὲ καὶ ἀδόξως κείμενος ῥυπαρούς, μικρολόγους, μικροψύχους, ἀδιαφόρους, κακογνώμονας, βασκάνους, δειλούς, ἀνακεχωρηκότας, κακολόγους, φιλερήμους, φιλοθρήνους, ἀναιδεῖς, δεισιδαίμονας, φιλομόχθους, ἀστόργους, ἐπιβουλευτικοὺς τῶν οἰκείων, ἀνευφράντους, μισοσωμήτους·

τῷ δὲ τοῦ Διὸς κατὰ τὸν ἐκκείμενον τορπον συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων πάλιν διαθέσεων ποιεῖ ἀγαθούς, τιμητικοὺς τῶν πρεσβυτέρων, καθεστῶτας, καλογνώμονας, ἐπικούρους, κριτικούς, φιλοκτήμονας, μεγαλοψύχους, μεταδοτικούς, εὐπροαιρέτους, φιλοικείους, πρᾴους, συνετούς, ἀνεκτικούς, ἐμφιλοσόξους,

ἐπὶ δὲ τῶν ἐναντίων ἀπειροκάλους, μανιώδεις, ψοφοδεεῖς, [*](1 τυγχάνωσιν γ τυγχάνουσιν αβ 2 ὁ μὲν οὖν om. V καθ· όλου VY βγ καθολικὸς Σ τις om. Σ τὰς δὲ] τὰς V μέρος— 161, 8 ἀνευφράντους deest in Σ 4 κυρίαν VDy τοιαύτην κυρ. YMS 5 ἐπεξελευσόμεθα β ἐπελευσόμεθα γ 8 S i. mg. (??) 13 περιουσιαστικοὺς] περιθυσιαστικοὺς V 15 σμικρολόγους 16 μικροψύχους VYDy σμικροψ. S om. M ἀδιαφόρους βγ διαφόρους V κακογνώμονας VY Procl. μονογνώμονας βγ Heph. 22 τῶν om. V 23 κριτικοὺς VY ἀπίκρους κριτ. MS κριτ. ἀπίκρ. Dy 26 ψοφοειδεῖς V)

159
δεισιδαίμονας, ἱεροφοιτοῦντας, ἐξαγορευτάς, ὑπόπτους, μισοτέκνους, ἀφίλους, ἐνδομύχους, ἀκρίτους, ἀπίστους, μωροκάκους, ἰώδεις, ὑποκριτικούς, ἀδρανεῖς, ἀφιλοτίμους, μεταμελητικούς, αὐστηρούς, δυσεντεύκτους, δυσπροσιτους, εὐλαβητικούς, εὐήθεις δὲ ὁμοίως καὶ ἀνεξικάκους·

[*](m159) τῷ δὲ τοῦ ’Ἀρεως συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ ἀδιαφόρους, ἐπιπόνους, παρρησιαστικούς, ὀχληρούς, θρασυδείλους, αὐστηροπράκτους, ἀνελεήμονας, καταφρονητικούς, τραχεῖς, πολεμικούς, ῥιψοκινδύνους, φιλοθορύβους, δολίους, ἐνεδρευτάς, δυσμήνιδας, ἀδήκτους, ὀχλοκόπους, τυραννικούς, πλεονέκτας, μισοπολίτας, φιλέριδας, μνησικάκους, βαθυπονήρους, δράστας, ἀνυποίτους, σοβαρούς, φορτικούς, καυχηματίας, κακώτας. ἀδίκους, ἀκαταφρονήτους, μισανθρώπους, ἀτρέπτους, ἀμεταθέτους, πολυπράγμονας,

εὐαναστρόφους μέντοι καὶ πρακτικοὺς καὶ ἀκαταγωνίστους καὶ ὅλως ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ἅρπαγας, λῃστάς, νοθευτάς, κακοπαθεῖς, αἰσχροκερδεῖς, ἀθέους, ἀστόργους, ὑβριστάς, ἐπιβουλευτικούς, κλέπτας, ἐπιόρκους, μιαιφόνους, ἀθεμιτοφάγους, κακούργους, ἀνδροφόνους, φαρμακευτάς, ἱεροσύλους, ἀσεβεῖς, τυμβωρύχους καὶ ὅλως παγκάκους·

τῷ [*](19 cf. Cumont, Egypte 150,4 21 ib. 141,2 ib. 135,5) [*](2 μισοτέχνους Y ἐνδομοίχους Y ἀκριτικοὺς Y 8 μωροκάκους VDy ἀμωροκάκους Υ μωροκάλους Μ ἀφιλοτίμους VYDy φιλοτίμους MS 4.5 αὐστήρους —εὐλαβητικοὺς VDSy om. YM dvcmpoaltongDy δυσπροαιρέτους S 5 εὐλαβ. γ εὐλαβ. μελητικοὺς S 6 i.mg. ABBREV S 7 διαφώρους(!) Υ 9 καταφρονητικοὺς VYS καταφρονητὰς DMγ 10 δυσμήνιδας VY δυσμηνίτας βγ 12 ἀνυποίστους βC ἀνυπίστους v ἀνοιπίστους YA 18 φορτικούς γ φοβερούς, φορτικούς MS καυχηματίας βA καυχηματικούς Υ καυμαχητίας C 14 post ἀδίκους: φοβεροὺς D ἀκαταφρ VY β ἀκαταφρ. φοβεροὺς γ 15 ἀμεταθέτους βγ ἀκαταθέκτους Y πολυπράγμ. VYDy ἁπολυπράγμ. SM 18 ἀθέους VYy ἀθέτους β 19 ἐπιόρκους μιαιφόνους VYMSA ἐπιμιαιφόνους C μιαιφόνους D 80.21 ἱεροσύλους ἀσεβεῖς VDy ἀσ. ἱεροσ. YMS 21 ὅλως παγκάκους· VY ὁλοπαγκάκους βγ)

160
δὲ τῆς Ἀφροδίτης συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ μισογυναίους, φιλαρχαίους, φιλερήμους, ἀηδεῖς πρὸς τὰς ἐντεύξεις, ἀφιλοτίμους, μισοκάλους, φθονερούς, αὐστηροὺς πρὸς συνουσίας, ἀσυμπεριφόρους, μονογνώμονας, φοιβαστικούς, θρησκευτάς, μυστηρίων καὶ τελετῶν ἐπιθυμητάς, ἱεροποιούς, ἐνθεαστικούς, θεοπροσπλόκους, σεμνοὺς δὲ καὶ εὐεντρέπτους, αἰδήμονας, [*](c 41v) ἐμφιλοσόφους, πιστοὺς πρὸς συμβιώσεις, ἐγκρατεῖς, ἐπιλογιστικούς, [*](m 160) εὐλαβεῖς,

ἀγανακτητάς τε καὶ πρὸς τὰς τῶν γυναικῶν ὑποψίας ζηλοτύπους, ἐπὶ δὲ τῶν ἐναντίων λάγνους, ἀσελγεῖς, αἰσχροποιούς, ἀδιαφόρους καὶ ἀκατάρτους, πρὸς τὰς συνουσίας ἀνάγνους, ἐπιβουλευτικοὺς θηλυκῶν προσώπων καὶ μάλιστα τῶν οἰκειοτάτων, σαθρούς, παμψόγους, καταφερεῖς, μισοκάλους, μωμητικούς, κακολόγους, μεθύσους, λατρευτικούς, ὑπονοθευτάς, ἀθεμίτους, πρὸς τὰς συνελεύσεις διατιθέντας καὶ διατιθεμένους οὐ μόνον πρὸς τὰ κατὰ φύσιν ἀλλὰ καὶ τὰ παρὰ φύσιν, πρεσβυτέρων καὶ ἀτίμων καὶ παρανόμων καὶ θηριωδῶν μίξεων ἐπιθυμητάς, ἀσεβεῖς, θεῶν καταφρονητικούς, μυστηρίων καὶ ἱερῶν διασυρτικούς, πάμπαν ἀπίστους, διαβολικούς, φαρμακούς, παντοποιούς·

τῷ δὲ τοῦ Ἑρμοῦ συνοικειωθεὶς ἐπὶ μὲν ἐνδόξων διαθέσεων ποιεῖ [*](5 Cumont, Egypte 151,3; 155,2; 162,5 16 ib. 1833 19 ib. 135,3) [*](1 i. mg. ABBREV S 2 φιλαρχαίους VY φιλαρχίους S φιλάρχους γ 4 ἀστόργους add. post αὐστ. MS post συνουσίας Dy 6 ἐπιθυμητικάς Μ ἐνθεαστικὰς Μ θεοπροσπλόκους ἱεροπροσλόκους γ 7 εὐτρέπτους Y 8 πρὸς συμβ. YMS ἐνσυμβιώσεις VD ἐν συμβιώσεσιν γ ἐγκρατεῖς VYDγ εὐσταθεῖς ἐγκρατεῖς 10 ἐπὶ VYDy πρὸς MS 11.12 αἰσχρ.—ἀνάγνους post οἰκειοτάτων S 12 ἀνάγνους Υβγ ἀναγώουςν 13.14 σαθροὺς VY Procl. θρασεῖς βγ Heph. 15 κακολόγους κακούργους Y ἀθεμίτους VYDSy ἀθεμίτως Μ 17 τὰ (pr.) VY τὸ βγ τὰ (alt) VY τὸ β πρὸς τὸ γ 20 πάμπαν ἀπίστους βγ καναπιστὰς VY 21 παντοποίους βγ καὶ παντὶ. Y παντοίους V 22 i. mg. ἔ S)

161
περιέργους, φιλοπεύστας, ομίμων φητητικούς,φιλιάτρους. μυστικούς, μετόχους ἀποκρύφων καὶ ἀπορρήτων, τερατουργούς, παραλογιστάς, ἐφημεροβίους, ἐντρεχεῖς, διοικητικοὺς πραγμάτων καὶ ἀγχίφρονας, περιπίκρους καὶ ἀκριβεῖς, νήπτας, φιλοφρόνους, φιλοπράκτους, ἐπιτευκτικούς, ἐπὶ δὲ τῶν ἐναντίων ληρώδεις, μνησικάκους, νηλεεῖς,

[*](m 161) ταῖς ψυχαῖς ἐπιμόχθους, μισοϊδίους, φιλοβασάνους. ἀνευφράντους, νυκτερέμβους, ἐνεδρευτάς, προδότας, ἀσυμπαθεῖς, κλέπτας, μαγικούς, φαρμακευτάς, πλαστογράφους, ῥᾳδιουργούς, ἀποτευκτικούς τε καὶ εὐεμπτώτους.

ὁ δὲ τοῦ Διὸς ἀστὴρ μόνος τὴν οἰκοδεσποτείαν τῆς ψυχῆς λαβὼν ἐπὶ μὲν ἐνδόξου διαθέσεως ποιεῖ μεγαλοψύχους, χαριστικούς, θεοσεβεῖς, τιμητικούς, ἀπολαυστικούς, φιλανθρώπους, μεγαλοπρεπεῖς, ἐλευθερίους, δικαίους, μεγαλόφρονας, σεμνούς, ἰδιοπράγμονας, ἐλεήμονας, φιλολόγους, εὐεργετικούς, φιλοστόργους, ἡγεμονικούς.