Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ἑπομένου δὲ τούτοις τοῦ περὶ τὰ σωματικὰ σίνη τε καὶ πάθη λόγου συνάψομεν αὐτοῖς κατὰ τὸ ἑξῆς τὴν κατὰ τοῦτο τὸ εἶδος συνισταμένην ἐπίσκεψιν ἔχουσαν οὕτως· καὶ ἐνταῦθα γὰρ πρὸς μὲν τὴν καθόλου διάληψιν ἀπο βλέπειν δεῖ πρὸς τὰ τοῦ ὁρίζοντος δύο κέντρα, τουτέστι [*](m 147) τό τε ἀνατέλλον καὶ τὸ δύνον, μάλιστα δὲ πρός τε τὸ δύνον αὐτὸ καὶ πρὸς τὸ προδύνον, ὅ ἐστιν ἀσύνδετον τῷ ἀνατολικῷ κέντρῳ, καὶ παρατηρεῖν τοὺς κακωτικοὺς τῶν ἀστέρων, πῶς ἐσχηματισμένοι πρὸς αὐτὰ τυγχάνουσιν·

ἐὰν γὰρ πρὸς τὰς ἐπαναφερομένας μοίρας τῶν εἰρημένων τόπων ὦσιν ἑστῶτες ἤτοι σωματικῶς ἢ τετραγωνικῶς ἢ καὶ κατὰ διάμετρον ἤτοι ὁπότερος αὐτῶν ἢ καὶ ἀμφότεροι, σίνη καὶ πάθη σωματικὰ περὶ τοὺς γεννω. μένους ἕξειν ὑπονοητέον, μάλιστα δ’ ἂν καὶ τῶν φώτων [*](8 cf. Heph. II 13; CCAG V 1,44 f. 176; ib. VIII 3,129; ib. VIII 4, 186 88.; Firm. VI 32, 40—44; VII 21, 220 Egypte 172 ss.) [*](1 ἐπὶ τὸ om. Y ὡς VYDSγ καὶ ΣΜ 5 συνεπικίρναντας V cf.Procl. συνεπικρίνοντας αβγ ἐκ VYDSγ ἐπὶΣΜ 8 περὶ—σωμ αDMγ ἐπίσκεψις περὶ σωματικῶν παθῶν S2 i. mg. 10 αὐτοῖς κατὰ τὸ VYDSy 0m. ΣΜ 12 γὰρ om. ΣΜ 14 ἀνατέλλον VYDy ἀνατολικὸν ΣMS δύνον VYDy δυτικὸν ΣMS 15 δύνον] δυτικὸν S καὶ—προδύνον om. S προδύνον Y cf. Procl. Cc (Le) 137, 45 δύνον VM ἡγούμενον Σγ ἑπόμενον D 17 αὐτὰ VYDSy αὐτὸ Σ αὐτὰς Μ 18 ἐπανα- αDMγ ἀναἕξειν VS 22 Υ om. Σβγ)

148
ἤτοι τὸ ἕτερον ἢ ἀμφότερα κεκεντρωμένοι, καθ’ ὃν εἰρήκαμεν τρόπον, τυγχάνῃ ἢ ἅμα ἢ κατὰ διάμετρον.

τότε γὰρ οὐ μόνον, ἐὰν ἐπαναφέρηταί τις τῶν κακοποιῶν, ἀλλὰ κἂν προαναφέρηται τῶν φώτων αὐτὸς κεκεντρωμένος, ἱκανός ἐστι διαθεῖναί τι τῶν ἐκκειμένων, ὁποῖον ἂν οἵτε τοῦ ὁρίζοντος τόποι καὶ οἱ τῶν ζῳδίων ὑποφαίνωσι σίνος ἢ πάθος καὶ αἱ τῶν ἀστέρων φύσεις τῶν τε κακούντων καὶ τῶν κακουμένων καὶ ἔτι τῶν συσχηματιζομένων ματιζομένων αὐτοῖς.

τά τε γὰρ μέρη τῶν ζῳδίων ἑκάστου τὰ περιέχοντα τὸ ἀδικούμενον μέρος τοῦ ὁρίζοντος δηλώσει τὸ μέρος τοῦ σώματος, περὶ ὃ ἔσται τὸ αἴτιον, καὶ πότερον σίνος πάθος ἢ καὶ ἀμφότερα τὸ δηλούμενον μέρος ἐπιδείξασθαι δύναται, αἴ τε τῶν ἀστέρων φύσεις τὰ εἴδη καὶ τὰς αἰτίας τῶν συμπτωμάτων ποιοῦσιν,

ἐπειδὴ τῶν κυριωτάτων τοῦ ἀνθρώπου μερῶν ὁ μὲν τοῦ Κρόνου [*](m 143) κύριός ἐστιν ἀκοῶν τε δεξιῶν καὶ σπληνὸς καὶ κύστεως καὶ φλέγματος καὶ ὀστέων, ὁ δὲ τοῦ Διὸς ἁφῆς τε καὶ πνεύμονος καὶ ἀρτηριῶν καὶ σπέρματος, ὁ δὲ τοῦ Ἄρεως ἀκοῶν εὐωνύμων καὶ νεφρῶν καὶ φλεβῶν καὶ μορίων, ὁ δὲ ἥλιος [*](c 38v) ὁράσεως καὶ ἐγκεφάλου καὶ καρδίας καὶ νεύρων καὶ τῶν δεξιῶν πάντων, ὁ δὲ τῆς Ἀφροδίτης ὀσφρήσεως τε καὶ ἣπατος καὶ σαρκῶν, ὁ δὲ τοῦ Ἑρμοῦ λόγου καὶ διανοίας καὶ γλώσσης καὶ χολῆς καὶ ἕδρας, ἡ δὲ σελήνη γεύσεως τε καὶ καταπόσεως καὶ στομάχου καὶ κοιλίας καὶ μήτρας καὶ τῶν εὐωνύμων πάντων.

ἔστι δὲ τῶν καθόλου καὶ τὰ σίνη μὲν ὡς ἐπὶ τὸ πολὺ συμπίπτειν ἀνατολικῶν ὄντων τῶν τὸ [*](22 λόγου καὶ διανοίας cf. Boll. Studien 124 s.; Boll. Offenb.Joh.144) [*](2 ἢ ἅμα ἢ vY Procl. ἅμα καὶ Σβγ 5 διαθεῖναι (scr. διαθῆναι) VY διατιθέναι Σβγ 7 αἱ—φύσεις VYDy ἡ— φύσις ΣMS 8 κακουμένων αβγ κακούντων V (.it.) 13 δέξααθαι Y αἴ τε] ἔτι Y 14 ποιοῦσιν om. ΣMS 16 κύστη. καὶ σπληνὸς ΣΜ 17 φλέγματος γ φλεγμάτων EMS 19 φλεβιῶν V 21 ὕπατος Y 24 καὶ κοιλ. αDγ κοιλ. τε MS 25 εὐωνύμων πάντων ΣΜS Procl. γ τῶν] τὸ V)

149
αἴτιον ποιούντων κακοποιῶν,

πάθη δὲ τοὐναντίον δυτικῶν αὐτῶν ὑπαρχόντων, ἐπειδήπερ καὶ διώρισται τούτων ἑκάτερον τῷ τὸ μὲν σίνος ἅπαξ διατιθέναι καὶ μὴ διατείνουσαν ἔχειν τὴν ἀλγηδόνα, τὸ δὲ πάθος ἤτοι συνεχῶς ἢ ἐπιληπτικῶς τοῖς πάσχουσιν ἐπισκήπτειν.

πρὸς δὲ τὴν κατὰ μέρος ἐπιβολὴν ἤδη τινὰ παρατηρήσεως ἔτυχεν ἐξαιρέτου σινωτικά τε καὶ παθητικὰ σχήματα διὰ τῶν ὡς ἐπίπαν κατὰ τὰς ὁμοιοσχήμονας θέσεις παρακολου- θούντων συμπτωμάτων· πηρώσεις γὰρ ὄψεως ἀποτελοῦνται κατὰ μὲν τὸν ἕτερον τῶν ὀφθαλμῶν, ὅταν τε ἡ σελήνη καθ’ αὑτὴν ἐπὶ τῶν προειρημένων οὖσα κέντρων ἢ συνοδεύουσα [*](m 149) ἢ πανσεληνιάζουσα τύχῃ,

καὶ ὅταν ἐφ’ ἑκατέρου μὲν τῶν πρὸς τὸν ἥλιον σχήματος λόγον ἐχόντων, συνάπτῃ δέ τινι τῶν νεφελοειδῶν ἐν τῷ ζῳδιακῷ συστροφῶν, ὡς τῷ νεφελίῳ τοῦ Καρκίνου καὶ τῇ πλειάδι τοῦ Ταύρου καὶ τῇ ἀκίδι τοῦ Τοξότου καὶ τῷ κέντρῳ τοῦ Σκορπίου καὶ τοῖς περὶ τὸν πλόκαμον μέρεσι τοῦ Λέοντος τῇ κάλπιδι τοῦ Ὑδροχόου, καὶ ὅταν ὁ τοῦ Ἄρεως ἢ καὶ ὁ τοῦ Κρόνου ἐπικέντρῳ οὔσῃ αὐτῇ καὶ ἀποκρουστικῇ ἀνατολικοὶ αὐτοὶ ὄντες ἐπιφέρωνται ἢ πάλιν τοῦ ἡλίου ἐπικέντρου ὄντος προαναφέρωνται.

ἐὰν δὲ ἀμφοτέροις ἅμα τοῖς φωσὶν ἤτοι κατὰ τὸ αὐτὸ ζῴδιον ἢ καὶ κατὰ διάμετρον, ὡς εἴπομεν, συσχηματισθῶσιν, ἑῷοι μὲν τᾷ ἡλίῳ ὄντες, τῇ δὲ σελήνῃ ἑσπέριοι, περὶ ἀμφοτέρους τοὺς ὀφθαλμοὺς τὸ [*](14 cf. Boll.Abh.63 ss.; Cumont Egypte 1735.; CCAG VIII 4, 190 s.) [*](5 ἐπισκήπτειν Σβγ ἐπισκεπτέον V ἐπισκήπτη YS 7 ἐξαιρέτως Y 9 πληρώσεις V ὄψεως] ὁράσεως Y 12 ἑκατέρου Σβγ ἑτέρου VY 13 λόγον αDMγ λόγων VS ante λόγ.: τὸν Y τῶν Vβ συνάπτῃ δὲ Υβ συνάπτει δὲ V συνάπτηται γ καὶ συνάπτῃ Σ 15 τοῦ ταύρου om. αMS 17 κάλπιδι Dy καλπίδη VY κάλπη ΣMS 19.20 ἀν. αὐτοὶ VDy αὐτοὶ τε αὐτοὶ (τε add. Y ἀν. αMS 20 post ἡλίου add. αὐτοὶ ω falso, cf. Procl, ἐπ. ὄντος VY Procl, ἐπίκεντροι ὄντες Σβγ 22 ὡς εἴπομεν om. γ 23 συσχημ. VYDSγ σχημ. ΣΜ ὄντες om. Σβγ)

150
αἴτιον ποιήσουσιν· ὁ μὲν γὰρ τοῦ Ἄρεως ἀπὸ πληγῆς κρούσματος ἢ σιδήρου ἢ κατακαύματος ποιεῖ τὰς πηρώσεις, μετὰ δὲ Ἑρμοῦ συσχηματισθεὶς ἐν παλαίστραις γυμνασίοις ἢ κακούργων ἐφόδοις, ὁ δὲ τοῦ Κρόνου δί ὑποχύσεων ἢ ψύξεων ἢ ἀπογλαυκώσεων καὶ τῶν τοιούτων.

πάλιν ἐπὰν ὁ τῆς Ἀφροδίτης ἐπί τινος ᾗ τῶν προειρημένων κέντρων, μάλιστα δὲ ἐπὶ τοῦ δύνοντος τῷ μὲν τοῦ Κρόνου συνὼν ἢ συσχηματιζόμενος ἢ ἐνηλλαχὼς τοὺς τόπους, ὑπὸ δὲ τοῦ Ἄρεως καθυπερτερούμενος διαμετρούμενος, οἱ μὲν ἄνδρες ἄγονοι γίνονται, αἱ δὲ γυναῖκες ἐκτρωσμοῖς ἢ ὠμοτοκίαις ἢ καὶ ἐμβρυοτομίαις περικυλίονται, μάλιστα δὲ ἐν Καρκίνῳ καὶ Παρθένῳ καὶ [*](m 150) Αἰγοκέρωτι, κἂν ἡ σελήνη ἀπὸ ἀνατολῆς τῷ τοῦ Ἄρεως συνάπτῃ. ἐὰν δὲ καὶ τῷ τοῦ Ἑρμοῦ κατὰ τὸ αὐτὸ συσχηματισθῇ σὺν τῷ τοῦ Κρόνου, τοῦ τοῦ Ἄρεως πάλιν καθυπερτεροῦντος ἢ διαμετροῦντος, εὐνοῦχοι ἢ ἑρμαφρόδιτοι [*](c 39) ἢ ἄτρωγλοι καὶ ἄτρητοι γίγνονται.

τούτων δὲ οὕτως ἐχόντων, ἐπὰν καὶ ὁ ἥλιος συσχηματισθῇ τῶν μὲν φώτων καὶ τοῦ τῆς Ἀφροδίτης ἠρρενωμένων, ἀποκρουστικῆς δὲ τῆς σελήνης οὔσης καὶ τῶν κακοποιῶν ταῖς ἐπαναφερομέναις μοίραις ἐπαναφερομένων, οἱ μὲν ἄνδρες ἀπόκοποι ἢ τὰ μόρια σεσινωμένοι γίνονται καὶ μάλιστα ἐν Κριῷ καὶ Λέοντι καὶ Σκορπίῳ καὶ Αἰγοκέρωτι καὶ Υδροχόῳ, αἱ δὲ γυναῖκες ἄτοκοι καὶ στεῖραι. ἐνίοτε δὲ οὐδὲ ἀσινεῖς ταῖς ὄψεσιν οἱ [*](11 ss. cf. Cumont, Egypte 189, 3) [*](1 γὰρ V οὖν Y om, Σβγ 2 κατακ. Σβγ κατὰ καύματος V ἀπὸ καύματος Y 5 ἀπογλ. VαDγ ἀπὸ γλαυκώσεων MS 6 ἐπὰν] ἐὰν V 11 ἢ καὶ ἐμβρυοτομίαις om.Y 13 αἰγοκέρῳ S post αἰγ.; καὶ τοῖς νεφελοειδεσι ὀφθαλμὸν πηροῖ ἡ σελήνη VD κ. τ. ν. ἡ (??) ὀφθ. πηοῖ Σy ἀπὸ VYMSy ἐπ’ ΣΜ 14 συνάπτει V αὐτὸ om. V συσχημ. VYDSy σχημ. ΣΜ 17 ἄτρωγλοι καὶ VYDy om. ΣMS 20 ταῖς ἐπ. μοίραις VYDγ κατὰ τὰς ἐπαναφερομένας μοίρας ΣMS 21 ἐπαναφερομένων VYDγ ἐπιφερομένων ΣΜS 22.28 καὶ λέοντι—αἰγοκ. VY om. Σβγ)

151
τοιοῦτοι διαμένουσιν, ἐμποδίζονται δὲ τὴν γλῶτταν καὶ γίνονται τραυλοὶ ἢ μογγιλάλοι, ὅσοι τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ συνόντας ἐπὶ τῶν εἰρημένων κέντρων ἔχουσι τῷ ἡλίῳ, μάλιστα δὲ ὅταν καὶ δυτικὸς ὁ τοῦ Ἑρμοῦ, καὶ συσχηματίζωνται ἀμφότεροι τῇ σελήνῃ. σελήνῃ. τούτοις δ’ ὁ τοῦ Ἄρεως παρατυχὼν λύειν εἴωθεν ὡς ἐπὶ τὸ πολὺ τὸ τῆς γλώττης ἐμπόδιον, ἀφ’ οὗ ἂν ἡ σελήνη τὴν πρὸς αὐτὸν συνάντησιν ποιήσηται.

πάλιν ἐὰν ἤτοι τὰ φῶτα ἐπικέντροις τοῖς κακοποιοῖς ἐπιφέρηται ἅμα ἢ κατὰ διάμετρον, ἢ ἐὰν τοῖς φωσὶν οἱ κακοποιοὶ καὶ μάλιστα τῆς σελήνης ἐπὶ συνδέσμων ἢ ἐπὶ καμπίων οὔσης ἢ ἐπὶ [*](m 151) τῶν ἐπαιτίων ζῳδίων, οἷον Κριοῦ, Ταύρου, Καρκίνου, Σκορπίου, Αἰγοκέρωτος, γίνονται λωβήσεις τοῦ σώματος κυρτώσεων ἢ κυλλώσεων ἢ χωλώσεων ἢ παραλύσεων, ἐὰν μὲν σὺν τοῖς φωσὶν ὦσιν οἱ κακοποιοί, ἀπὸ τῆς γενήσεως αὐτῆς, ἐὰν δὲ ἐν τοῖς μεσουρανήμασι καθυπερτεροῦντες τὰ φῶτα ἢ διαμηκίζοντες ἀλλήλους ὦσιν, ἀπὸ κινδύνων μεγάλων ὡς τῶν ἀποκρημνισμῶν ἢ συμπτώσεων ἢ λῃστηρίων ἢ τετραπόδων, Ἄρεως μὲν γὰρ ἐπικρατοῦντος τῶν διὰ πυρὸς ἢ τραυμάτων ἢ ὀχλικῶν ἢ λῃστηρίων, Κρόνου δὲ τῶν διὰ συμπτώσεων ἢ ναυαγίων ἢ σπασμῶν.

ὡς ἐπὶ τὸ πολὺ δὲ γίνεται σίνη καὶ περὶ τὰ τροπικὰ καὶ [*](2 μογγιλάλοι cf. Bidez-Cumont, Mages II 334) [*](1 γλῶσσαν YMS 2 μογιλ.Σ 4 ἔχωσι γ ὅταν Σβγ ἂν vY 7 ἀφ᾿ VY ἐφ’ Σβγ 8 συνάντησιν VYDγ ἀπάντησιν ΣMS 9 ἐπιφέρηται ἐπαναφέρηται Σβγ 10 ἢ ἐὰν VY ἢ γ ὦσι Σβ ἐπὶ καμπίων αΜ ἐπικαμπίων VDS ἐπὶ καμπτίων γΣ i.mg 12 ἐπαιτίων VYy ὑπαιτίων Σβ 13 αἰγοκέρω V 14 κυρτ.— παραλύσεων] κυρτώσεως—παραλύσεως S (semper sing.) ἢ παραλύσεων om. V 16 ἀπὸ γ τῶν ἀπὸ ΣMS 16 αὐτῆς om, V καθ. VY καθ. μὲν Σβγ 17 ἢ Σβγ ὦσιν Σβγ 18 ὡς om. MS τῶν om. EMS ἀπὸ κρημνισμῶν α 19 μὲν γὰρ VYDy μὲν EMS 20 ὀχλικῶν ΣΜS χολικῶν VYDy 21 συμπτώσεων ΣDMγ τῶν συμπτώσεων VY συμπτωμάτων S 22 γίνεται Υβγ γίνονται Σ)

152
ἰσημερινὰ σημεῖα τῆς σελήνης οὔσης, μάλιστα δὲ περὶ μὲν τὸ ἐαρινὸν τὰ δι’ ἀλφῶν, περὶ δὲ τὸ θερινὸν τὰ διὰ λειχήνων, περὶ δὲ τὸ μετοπωρινὸν τὰ διὰ λεπρῶν, περὶ δὲ τὸ χειμερινὸν τὰ διὰ φακῶν καὶ τῶν ὁμοίων.

πάθη δὲ συμβαίνειν εἴωθεν, ὅταν ἐπὶ τῶν προκειμένων στάσεων οἱ κακοποιοὶ συσχηματισθῶσι, κατὰ τὸ ἐναντίον μέντοι, τουτέστιν ἑσπέριοι μὲν τῷ ἡλίῳ τῇ δὲ σελήνῃ ἑῷοι.

καθόλου γὰρ ὁ μὲν τοῦ Κρόνου ψυχροκοιλίους ποιεῖ καὶ πολυφλεγμάτους καὶ ῥευματώδεις κατίσχνους τε καὶ ἀσθενικοὺς καὶ ἰκτερικοὺς καὶ δυσεντερικοὺς καὶ βηχικοὺς καὶ ἀναφορικοὺς καὶ κωλικοὺς καὶ ἐλεφαντιῶντας, τὰς δὲ γυναῖκας ἔτι καὶ ὑστερικάς· ὁ δὲ τοῦ Ἄρεως αἱμοπτυϊκούς,[*](m 152) μελαγχολικούς, πνευμονικούς, ψωριῶντας ἔτι τε τοὺς διὰ τομῶν ἢ καύσεων κρυπτῶν τόπων συνεχῶς ἐνοχλουμένους συρίγγων ἕνεκεν ἢ αἱμορροίδων ἢ κονδυλωμάτων ἢ καὶ τῶν πυρωδῶν ἑλκώσεων ἢ νομῶν, τὰς δὲ γυναῖκας ἔτι καὶ ἐκτρωσμοῖς ἢ ἐμβρυοτομίαις ἢ ἀναβρώσεσιν εἴωθε περικυλίειν.

ἰδίως δὲ καὶ παρὰ τὰς προειρημένας [*](c 39v) τῶν συσχηματιζομένων ἀστέρων φύσεις πρὸς τὰ μέρη τοῦ σώματος τὰ ἰδιώματα ποιοῦσι τῶν παθῶν, συνεργεῖ δὲ αὐτοῖς μάλιστα πρὸς τὰς ἐπιτάσεις τῶν φαύλων ὁ τοῦ Ἑρμοῦ ἀστὴρ τῷ μὲν τοῦ Κρόνου πρὸς τὸ ψυχρὸν συνοικειούμενος καὶ μᾶλλον ἐν κινήσει συνεχεῖ ποιῶν τοὺς ῥευματισμοὺς καὶ τὰς τῶν ὑγρῶν ὀχλήσεις, ἐξαιρέτως δὲ τῶν περὶ θώρακα καὶ στόμαχον καὶ φάρυγγα, τῷ δὲ τοῦ Ἄρεως πρὸς τὸ ξηραντικώτερον συνεπισχύων [*](5 συμβαίνειν] συμβαίνοντα V 6 ἐναντιούμενον γ 9 φλεγμάτους αβγ -φλεγματώδεις V καὶ ῥευματώδεις 0m.VDy 11 V ἐλεφαντιῶν V 12 αἱμοπτυϊκοὺς MS πτοϊκοὺς αDγ 13 πνευμονικοὺς] πνευματικοὺς V 15 κονδυλωμάτως VYS καὶ πυρωμάτων ΣDMγ 16 καὶ om.VDy 17 ἐμβρυοτοκίαις Σ ἀναβρώσεσιν αMS ἀμβλώσεων γ 18 παρὰ VY περὶ Σβγ 18.19 προειρημένας VY εἰρημένας Σβγ 21 μάλιστα om. ΣΜS ἐπιτάσεις αMS ἐπιστάσεις VDy 24 ῥευματικοὺς Μ ὀχλήσεως V 25 τῶν αβγ τὸν V στόμ. καὶ φάρ. αMS φάρ. καὶ στόμ. γ)

153
ὡς ἐπί τε τῶν ἑλκωδῶν ψιλώσεων καὶ ἐσχαρῶν καὶ ἀποστημάτων καὶ ἐρυσιπελάτων καὶ λειχήνων ἀγρίων καὶ μελαίνης χολῆς ἢ μανίας ἢ νόσου ἱερᾶς ἢ τῶν τοιούτων.

καὶ παρὰ τὰς τῶν ζῳδίων δὲ ἐναλλαγὰς τῶν τοὺς προειρημένους ἐπὶ τῶν δύο κέντρων συσχηματισμοὺς περιεχόντων γίνονταί τινες ποιότητες παθῶν. ἰδίως γὰρ ὁ μὲν Καρκίνος καὶ ὁ Αἰγόκερως καὶ οἱ Ἰχθύες καὶ ὅλως τὰ [*](m153) χερσαῖα καὶ τὰ ἰχθυϊκά ζῴδια τὰ διὰ τῶν νομῶν πάθη ποιεῖ καὶ λειχήνων ἢ λεπίδων ἢ χοιράδων ἢ συρίγγων ἡ ἐλεφαντιάσεων καὶ τῶν τοιούτων, ὁ δὲ Τοξότης καὶ οἱ Δίδυμοι τὰ διὰ πτωματισμῶν ἢ ἐπιλήψεων. καὶ ἐν ταῖς ἐσχάταις δὲ μοίραις παρατυγχάνοντες οἱ ἀστέρες τῶν Λωδεκατημορίων περὶ τὰ ἄκρα μάλιστα τὰ πάθη καὶ τὰ σίνη ποιοῦσι διὰ λωβήσεων ἢ ῥευματισμῶν, ἀφ’ ὧν ἐλεφαντιάσεις τε καὶ ὡς ἐπίπαν χειράγραι καὶ ποδάγραι συμβαίνουσι.

τούτων δὲ οὕτως ἐχόντων, ἐὰν μὲν μηδεὶς τῶν ἀγαθοποιῶν συσχηματίζηται τοῖς τὰ αἴτια ποιοῦσι κακοποιοῖς ἢ τοῖς κεκεντρωμένοις φωσίν, ἀνίατα καὶ ἐπαχθῆ τά τε σίνη καὶ τὰ πάθη γενήσεται, ὡσαύτως δέ, κἂν συσχηματίζωνται μέν, καθυπερτερῶνται δὲ ὑπὸ τῶν κακοποιῶν ἐν δυνάμει ὄντων· ἐὰν δὲ καὶ αὐτοὶ κατὰ κυρίων ὄντες σχημάτων καθυπερτερῶσι τοὺς τὸ αἴτιον ἐμποιοῦντας κακοποιούς, τότε τὰ σίνη εὐσχήμονα καὶ οὐκ [*](11 cf. Cumont, Egypte 168, 5) [*](1 ψιλώσεων Σβγ πιλλώσεων V πτηλώσεων Υ 2 ἐρυσιπελάτων αS ἐρυσιπελείων γ 3 ἢ μανίας om. Σ 5 συσχημ VYDy σχημ. ΣMS 6 γὰρ ὁ μὲν VY μὲν γὰρ ὃ ΣMS μὲν γὰρ ὁ μὲν γ μὲν γὰρ ὁ μὲν γὰρ D 8 ἰχθυϊκὰ ΣMS Procl. ἰχθυκὰ Y ἰχθυακὰ VDy διὰ om, ΣMS 9 λεπίδων VYDy λέπρων ΣMS 11 πτωματισμῶν VYβ πτωσματισμῶν ΣC Α ἐπιλήψεων V ΣSy ἐπιλείψεων DM λήψεων Y 18 περὶ] παρὰ V ἄκρα VY ἄγρια Σβγ τὰ πάθη VY πάθη Σβγ 14 ὧν Σβγ ὧν miVY 15 χειρ. καὶ ποδ. VDγ ποδ. τε add. Y) καὶ χειρ. αMS 19 σίνη om. Σ 20.21 κακοποιῶν ΣΜS κακούντων VYD y 28 κακοποιοῦσι V)

154
ἐπονείδιστα γίνεται καὶ τὰ πάθη μέτρια καὶ εὐπαρηγόρητα, ἔσθ᾿ ὅτε δὲ καὶ εὐαπάλλακτα ἀνατολικῶν ὄντων τῶν ἀγαθοποιῶν.

ὁ μὲν γὰρ τοῦ Διὸς βοηθείαις ἀνθρωπίναις διὰ πλούτων ἀξιωμάτων τά τε σίνη κρύπτειν εἴωθε καὶ τὰ πάθη παρηγορεῖν, σὺν δὲ τῷ τοῦ Ἑρμοῦ καὶ φαρμακείαις ἢ ἰατρῶν ἀγαθῶν ἐπικουρίαις, ὁ δὲ τῆς Ἀφροδίτης διὰ προφάσεως θεῶν καὶ χρησμῶν τὰ μὲν σίνη τρόπον τινὰ εὔμορφα καὶ ἐπιχάριτα κατασκευάζει, τὰ [*](m154) δὲ πάθη ταῖς ἀπὸ θεῶν ἰατρείαις εὐπαρηγόρητα, τοῦ μέντοι· τοῦ Κρόνου προσόντος μετὰ παραδειγματισμῶν καὶ ἐξαγοριῶν καὶ τῶν τοιούτων, τοῦ δὲ τοῦ Ἑρμοῦ μετ’ ἐπικουρίας καὶ πορισμοῦ τινος ἢ δι’ αὐτῶν τῶν σινῶν ἢ καὶ παθῶν τοῖς ἔχουσι περιγενομένου.