Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὁ δὲ ἐν τῷ Πρόκυνι λαμπρὸς τῷ τε τοῦ Ἑρμοῦ ἠρέμα τῷ τοῦ Ἄρεως.

Οἱ δὲ κατὰ τὸν Ὕδρον λαμπροὶ τῷ τε τοῦ καὶ τῷ τῆς Ἀφροδίτης.

Οἱ δὲ ἐν τῷ Κρατῆρι τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.

Οἱ δὲ περὶ τὸν Κόρακα τῷ τε τοῦ Ἄρεως καὶ τῷ τοῦ Κρόνου.

Οἱ δὲ τῆς Ἀργοῦς λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τοῦ Διός.

Τῶν δὲ περὶ τὸν Κένταυρον οἱ μὲν ἐπὶ τῷ σώματι τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ τοῦ Ἑρμοῦ· οἱ δὲ ἐν τῷ ἵππῳ λαμπροὶ τῷ τε τῆς Ἀφροδίτης καὶ τῷ

[*](m 28)

Οἱ δὲ περὶ τὸ Θηρίον λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ ἠρέμα τῷ τοῦ Ἄρεως.

[*](1. 2 Ἑρμῆς καὶ τῷ τοῦ Ἑρμοῦ V 4 τῶν (prius) βγ οἱ α οἱ Vα ὁ βγ 5 λοιποὶ α om. βγ 9 Κρόνου] Κριὸς 12 περὶ τὸ στόμα Vγ ἐπὶ τοῦ στόματος αβ Heph. 14 βγ Procl. Διὸς Heph. 11,15 om. α 24 ἐπὶ Vγ ἐν α 25 Ἑρμοῦ Vα ABBREV βγ 26 ἵππῳ VLYDy Procl. MS Heph.)
30

Οἱ δὲ ἐν τῷ Θυμιατηρίῳ τῷ τε τῆς Ἀφροδίτης καὶ ἠρέμα τῷ τοῦ Ἑρμοῦ.

Οἱ δὲ ἐν τῷ Νοτίῳ στεφάνῳ λαμπροὶ τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἑρμοῦ.

Αἱ μὲν οὖν τῶν ἀστέρων καθ’ ἑαυτοὺς δυνάμεις τοιαύτης ἔτυχον ὑπὸ τῶν παλαιοτέρων παρατηρήσεως. καὶ τῶν ὡρῶν δὲ τοῦ ἔτους τεσσάρων οὐσῶν ἔαρός τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος τὸ μὲν ἔαρ ἔχει τὸ [*](c 8) μᾶλλον έν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψῦχος ἀρχομένης τῆς θερμασίας διάχυσιν· τὸ δὲ θέρος τὸ πλεῖον ἔχει ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ· κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάποσιν· ὁ δὲ χειμὼν τὸ πλεῖον ἔχει έν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου.

διόπερ καὶ τοῦ ζῳδιακοῦ μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου τὸ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον τὸ τοῦ Κριοῦ καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμψύχου ζῴου τοῦ ζῳδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερβολὴν προκαταρκτικὴν ποιούμενοι καὶ ἐφεξῆς τὰς λοιπὰς [*](5 Phys. et med. Gr. I 423–429 20 ss. Antiochi prooem. I 143,7ss.; Porphyr. 2, CCAG V 4, 184, 7 ss. (182,35 Wolf)) [*](8 οἱ . . . λαμπροὶ α Procl. Heph. ὁ ... λαμπρὸς V βγ 5 tit. post παρατηρήσεως (infra. v. 7) VLDy τοῦ ἔτους om. α Μ add. καὶ (τῶν D) τεσσάρων γωνίων δυνάμεως αβ 12 ἔχει om. α 18 τόπον om. Σ 14 τὸ μᾶλλον βγ τῶν ἄλλων Y μᾶλλον VL 15 ἀνάποσιν Vy ἀνάπωσιν β ἀνείπωσιν L ἀνίπωσιν Y ἀνάπαυσιν Σ ἔχει om. α MS 16 τὸ VΣ Procl. τε Y τότε Α τὸ β C πλεῖον VLDy πλεῖστον α τὸ πλεῖστον MS 17 ζῳδιακῦ κύκλου VLβγ Procl. 19 τὸ om. VL Procl. 20. 21 VaS ἔμψυχον ΒΜγ 21 ζῴου om. βγ τοῦ ζῳδιακοῦ] διὰ γ τὴν om. VD ἔαρος MS Co ἀέρος VLYDy 22 προκαταρκτικὴν αMS προκαταρτικὴν V προκαταρκτικὸν γ προκαταρτικῶς D ποιούμενοι VYD ποιούμενος MS ποιούμενοι τοῦ ζῳδιακοῦ γ)

31
[*](m 29) ὥρας, διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλεῖον ἔχειν τῆς ὑγρασίας παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας ἔτι καὶ τρυφεράς, τὰς δὲ δευτέρας τὰς μέχρι τῆς ἀκμαιότητος τὸ πλεῖον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει, τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλεῖον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παρα- πλησίως τῷ μετοπώρῳ, τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει τὸ πλεῖον ἔχειν ἐν τῷ ψυχρῷ, καθάπερ καὶ ὁ χειμών.