Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὁμοίως δὲ καὶ τῶν τεσσάρων τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφ’ ὧν καὶ οἱ καθόλου πνέοντες ἄνεμοι τὰς ἀρχὰς ἔχουσιν, ὁ μὲν πρὸς ταῖς ἀνατολαῖς αὐτός τε τὸ πλεῖον ἔχει ἐν τῷ ξηρῷ, διὰ τὸ κατ’ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαι· οἵ τε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσιν καὶ ξηραντικοί.

ὁ δὲ πρὸς μεσημβρίᾳ τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν· οἵτε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν, θερμοί τέ εἰσι καὶ πληρωτικοί.

ὁ δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατ’ αὐτὸν γινομένου [*](m 30) τοῦ ἡλίου τὰ ἀπὸ τῆς ἡμέρας ἀναποθέντα τότε πρῶτον [*](1 διὰ τὸ] διατάττουσι V 2 πλεῖον V α πλεῖστον βγ ὑγρασίας VDy ὑγρᾶς οὐσίας L α MS Procl. ἁπαλὰς οὔσας] ἀπολαβούσας Y 4 θερμῷ VLβγ θερμαίνειν α 9 tit. μερῶν τοῦ ὁρίζοντος L om. α Μ post δυνάμεως: ἤτοι τῆς φύσεως τῶν ἀνέμων add. D 10.11 καὶ γωνιῶν ἀφ’ ὧν] τῆς γῆς MS 11 κοθόλου V1 (ex corr.) β καθόλα Lαγ κ. μέρη VL α 12 ἀνατολαῖς VLS ἀνατολαῖς Μ τὰς ἀνατολὰς α ἀνατολὰς γ τε α om. βγ 21 πληρωτικοί VL βγ μανωτικοί α 22 ὑγρὸς Va ὑγρότατος MS γ ἐνυγρότατος D 23 ἀναποθέντα VL Σ ἀναπωθέντα βγ ἀνειπωθέντα L ἀνυποθέντα Y)

32
ἄρχεσθαι ὑγραίνεσθαι· οἵτε ἀπ’ αὐτοῦ φερόμενοι ἄνεμοι, οὓς κοινότερον ζεφύρους καλοῦμεν, νεαροί τέ εἰσι καὶ ὑγραντικοί.

ὁ δὲ πρὸς ταῖς ἄρκτοις τόπος αὐτός τέ ἐστι ψυχρότατος διὰ τὸ κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν τὰς τῆς θερμότητος αἰτίας τοῦ ἡλίου μεσουρανήσεις πλεῖον αὐτοῦ διεστάναι ὥσπερ τοῦ ἡλίου ἀντιμε- [*](c 8v) σουρανοῦντος· οἵτε ἀπ’ αὐτοῦ πνέοντες ἄνεμοι καλούμενοι δὲ κοινῶς βορέαι ψυχροί τε ὑπάρχουσι καὶ πυκνωτικοί. χρησίμη δὲ καὶ ἡ τούτων διάληψις πρὸς τὸ τὰς συγκράσεις πάντα τρόπον ἑκάστοτε δύνασθαι διακρίνειν. εὐκατανόητον γάρ,

διότι καὶ παρὰ τὰς τοιαύτας καταστάσεις ἤτοι τῶν ὡρῶν ἢ τῶν ἡλικιῶν ἢ τῶν γωνιῶν τρέπεταί πως τὸ ποιητικὸν τῆς τῶν ἀστέρων δυνάμεως καὶ ἐν μὲν ταῖς οἰκείαις καταστάσεσιν ἀκρατοτέραν τε ἴσχουσι τὴν ποιότητα καὶ τὴν ἐνέργειαν ἰσχυροτέραν, οἷον ἐν ταῖς θερμαῖς οἱ θερμαντικοὶ τὴν φύσιν καὶ ἐν ταῖς ὑγραῖς οἱ ὑγραντικοί, έν δὲ ταῖς ἐναντίαις κεκραμένην καὶ ἀσθενεστέραν, ὡς ἐν ταῖς ψυχραῖς οἱ θερμαντικοὶ καὶ ἐν ταῖξηραῖς οἱ ὑγραντικοὶ καὶ ἐν ταῖς ἄλλαις δὲ ὡσαύτως κατὰ τὸ ἀνάλογον τῆς διὰ τῆς μίξεως συγκιρναμένης ποιότητος.