Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὁ ἥλιος κατείληπται τὸ ποιητικὸν ἔχων τῆς οὐσίας ἐν τῷ θερμαίνειν καὶ ἠρέμα ξηραίνειν· ταῦτα δὲ μάλιστα τῶν ἄλλων ἡμῖν εὐαισθητότερα γίνεται διά τε τὸ μέγεθος αὐτοῦ καὶ τὸ τῶν κατὰ τὰς ὥρας μεταβολῶν ἐναργές, ἐπειδήπερ, ὅσω ἂν μάλιστα ἐγγίζῃ τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, μᾶλλον ἡμᾶς οὕτως διατίθησιν.

ἡ δὲ σελήνη τὸ μὲν πλεῖστον ἔχει τῆς δυνάμεως ἐν τῷ ὑγραίνειν διὰ τὴν περιγειότητα δηλονότι καὶ τὴν τῶν ὑγρῶν ἀναθυμίασιν καὶ διατίθησιν οὕτως ἄντικρυς τὰ [*](11 ss. Heph. 67; Antiochus(?) CCAG VII, 118, 22; 120, 9; 121, 26 17 s. Tetrab. p. 38,20) [*](2 ἐνεστώτων V ἐνστάντων Υβγ 3 ἀδιαπτώτως β ποιούμενοι VY ποιοῦντες βγ 5 προτετυπώσθω VY βγ ἤδη om. βγ 6 ἀρξάμενοι hic inc. L 9 πρώτως τῆς Boll πρώταις ταῖς V πρώτης τῆς βγ πρώτης ἁψάμενοι τῆς L πρὸ τῆς Y 10 ἀστέρων om. L δυνάμεως LY δυνάμεσιν VA om. βC ἡλίου τε καὶ σελήνης om. L 11 δ’ V γ’ γ β΄ Y om ΣMS πλαν. ἀστ. VDSy πλανωμένων Μ πλανήτων Y 16 αὐτοῦ VY αὐτὸ βγ τῶν ὡρῶν μεταβολάς L 17.18 τοῦ . . . τό· που VLY τῷ. τόπῳ βγ 18 τότε μᾶλλον VL 19 πλεῖστον VLD γ Ἐλέου YMS 21 ἀθυμίασιν V διατίθησιν VLY διατιθέναι βγ τιθεναι βγ)

18
σώματα πεπαίνουσα καὶ διασήπουσα τὰ πλεῖστα· κεκοινώνηκε δὲ ἠρέμα καὶ τοῦ θερμαίνειν διὰ τοὺς ἀπὸ τοῦ ἡλίου φωτισμούς.

ὁ δὲ τοῦ Κρόνου ἀστὴρ τὸ πλεῖον ἔχει τῆς ποιότητος ἔν τε τῷ ψύχειν καὶ τῷ κατὰ ψῦξιν ἠρέμα ξηραίνειν, διὰ τὸ πλεῖστον ὡς ἔοικεν ἀπέχειν ἅμα τῆς τε τοῦ ἡλίου θερμασίας καὶ τῆς τῶν περὶ τὴν γῆν ὑγρῶν ἡλίουθερμασίας συνίστανται δὲ δυνάμεις ἐπί τε τούτου καὶ τῶν λοιπῶν καὶ διὰ τῶν ἐν τοῖς πρὸς ἥλιον καὶ σελήνην σχηματισμοῖς παρατηρήσεων, ἐπειδήπερ οἱ μὲν οὕτως οἱ δὲ [*](m18) οὕτως τὴν τοῦ περιέχοντος κατάστασιν ἐπὶ τὸ μᾶλλον ἦττον συντρέποντες φαίνονται.

ὁ δὲ τοῦ Ἄρεως ξηραίνειν τε μάλιστα καὶ καυσοῦν ἔχει φύσιν τῷ τε πυρώδει τοῦ χρώματος οἰκείως καὶ τῇ πρὸς τὸν ἥλιον ἐγγύτητι, ὑποκειμένης αὐτῷ τῆς ἡλιακῆς σφαίρας.

ὁ δὲ τοῦ Διὸς εὔκρατον ἔχει τὸ ποιητικὸν τῆς δυνάμεως, μεταξὺ γινομένης τῆς κινήσεως αὐτοῦ τοῦ τε κατὰ τὸν Κρόνον ψυκτικοῦ καὶ τοῦ κατὰ τὸν Ἄρεα καυστικοῦ· θερμαίνει τε γὰρ ἅμα καὶ ὑγραίνει καὶ διὰ τὸ μᾶλλον [*](4 De planetarum ordine ABBREV b ABBREV cf. Callicrat. CCAG VIII 3,103, 5; templi Denderaei pronaon (RE. VII 2564, 43). Solitum ordinem planetarum a. Pseudo-Zoroastre (apud Palchum et in excerptis Byz.) ideo fortasse conversum esse, at Mars Saturnusque, οἱ κακοποιοί, inter se coniungantur, Cumont me dbcet; cf. Bidez-Cumont, Les Mages II, 208 ss.) [*](1 δισήπουσα V 2 τοῦ prius τῷ V τὸ L τοῦ alt. om. VY 5 τῷ (alt) V τὸ LY om. βγ κατὰ ψῦξιν VL 0111. βγ 7 περὶ τὴν γῆν VLY περιττῶν βγ 8 δυνάμεις βγ αἱ δυν. VL καὶ αἱ δυν. τῶν V ἐπὶ τῶν Υβγ 13 Ἄρεως] πυρόεντος MS τε βC τὸ L τε τὰ Α om. Y 17 Iovem codices classis ante Martem ponunt scil. ut solitum planetarum ordinem (cf. RE. l. c. restituant, supra, receptum ordinem habent etiam Procl. Heph. et Co. cf. praef. Χ. ΧΙ 17.18 δυνάμεως—γινομένης τῆς om. Y 19 Ἄρεα] πυρόεντα β)

19
εἶναι θερμαντικὸς ὑπὸ τῶν ὑποκειμένων σφαιρῶν γονίμων πνευμάτων γίνεται ποιητικός.

καὶ ὁ τῆς Ἀφροδίτης δὲ τῶν μὲν αὐτῶν ἐστι κατὰ τὸ εὔκρατον ποιητικός, ἀλλὰ κατὰ τὸ ἐναντίον. θερμαίνει μὲν γὰρ ἠρέμα διὰ τὴν ἐγγύτητα τὴν πρὸς τὸν ἥλιον, μάλιστα δὲ ὑγραίνει καθάπερ ἡ σελήνη καὶ αὐτός, διὰ τὸ μέγεθος τῶν ἰδίων φώτων νοσφιζόμενος τὴν ἀπὸ τῶν περιεχόντων τὴν γῆν ὑγρῶν ἀναθυμίασιν.

ὁ δὲ τοῦ Ἑρμοῦ ὡς ἐπίπαν ἐξ ἴσου ποτὲ μὲν ξηραν- [*](c5v) τικὸς καταλαμβάνεται καὶ τῶν ὑγρῶν ἀναπωτικὸς διὰ τὸ μηδέποτε πολὺ τῆς τοῦ ἡλίου θερμασίας κατὰ μῆκος ἀφίστασθαι, ποτὲ δ’ αὖ ὑγραντικὸς διὰ τὸ τῇ περιγειοτάτῃ σφαίρᾳ τῆς σελήνης ἐπικεῖσθαι· ταχείας δὲ ποιεῖται [*](m19) τὰς ἐν ἀμφοτέροις μεταβολάς, πνευματούμενος ὥσπερ ὑπὸ τῆς περὶ αὐτὸν τὸν ἥλιον ὀξυκινησίας.