Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

σεως καὶ τῷ πρὸς τὸ φυλάσσεσθαι χρησίμῳ -— τάς τε γὰρ ὥρας καὶ τὰς τῶν ἀπλανῶν ἐπισημασίας καὶ τοὺς τῆς σελήνης σχηματισμοὺς οἱ πλεῖστοι προγινώσκειν ὁμολογοῦσί καί πολλὴν πρόνοιαν ποιοῦνται τῆς φυλακῆς αὐτῶν, πεφροντικότες ἀεὶ πρὸς μὲν τὸ θέρος τῶν ψύχειν δυναμένων, πρὸς δὲ τὸν χειμῶνα τῶν θερμαινόντων καὶ [*](7 Lyd. de mens. IV 13(p. 77)) [*](1 διότι β 2 λόγου ἕνεκεν V ἕνεκεν β om. γ 4 ἀντιπα- θησόντων VA -παθησάντων βC, 5 ἀκολουθήσει βγ 9 τὰ om. βγ κωλύσοντα βγ 9.10 ἀντεπάθησεν V ἀντεπάθησαν β ἀντεπάθησιν γ 12 ἀκολουθεῖ β γ 14 θεραπευσόντων β γ 16 ὅλως] ὅμως Y 17 ὁλοσχερεστέρων MS 18 δήποτ’ οὖν Υ μὲν om. V 20 τὸ φυλάσσεσθαι Boll τῷ φυλάξασθαι YMS τῷ προφυλάσσεσθαι VD γ 23 πολλὴν] πάλιν Y 25 δυνησομένων γ τῶν θιρμτιινόντων V τῶν θερμαινούντων β γ τοῦ θερμαίνειν Υ)

15
ὅλως προπαρασκευάζοντες αὑτῶν τὰς φύσεις ἐπὶ τὸ εὔκρατον καὶ ἔτι πρὸς μὲν τὸ ἀσφαλὲς τῶν τε ὡρῶν καὶ τῶν ἀναγωγῶν παραφυλάσσοντες τὰς τῶν ἀπλανῶν ἀστέρων ἐπισημασίας, πρὸς δὲ τὰς καταρχὰς τῶν ὀχειῶν καὶ φυτειῶν τοὺς κατὰ πλήρωσιν τῶν φώτων τῆς σελήνης σχηματισμούς, καὶ οὐδὲ εἷς οὐδαμῆ τῶν τοιούτων κατέ- γνωκεν οὔθ’ ὡς ἀδυνάτων οὔθ’ ὡς ἀχρήστων — ἐπὶ [*](c4v) δὲ τῶν κατὰ μέρος ἐκ τῆς τῶν λοιπῶν ἰδιωμάτων συγκράσεως,

οἷον <τοῦ> μᾶλλον καὶ ἦττον χειμώνων ἢ καὶ τῆς καθ’ ἕκαστον ἰδιοσυγκρασίας οὔτε τὸ προγινώσκειν ἔτι δυνατὸν ἡγοῦνταί τινες οὔτε τὸ πολλὰ [*](m 15) ἐγχωρεῖν φυλάξασθαι, καίτοι προδήλου τυγχάνοντος, ὅτι, εἰ πρὸς τὰ καθόλου καύματα, εἰ τύχοιμεν προκαταψώξαντες ἑαυτούς, ἧττον καυσούμεθα, δύναται τὸ ὅμοιον ἐνεργεῖν καὶ πρὸς τά ἰδίως τήνδε τὴν σύγκρασιν εἰς ἀμετρίαν αὔξοντα τοῦ θερμοῦ.

ἀλλά γὰρ αἴτιον τῆς τοιαύτης ἁμαρτίας τό τε δύσκολον καὶ ἄηθες τῆς τῶν κατὰ μέρος προγνώσεως, ὅπερ καὶ ἐπὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ἀπιστίαν ἐμποιεῖ, καὶ τὸ μὴ συναπτομένης ὡς ἐπίπαν τῆς ἀντιπαθούθσης δυνάμεως τῇ προγνωστικῇ διὰ τὸ σπάνιον τῆς οὕτως τελείας διαθέσεως τὰς πρῶτας φύσεις ἀνεμποδίστως ἀποτελουμένας δόξαν ὡς περὶ ἀτρέπτων καὶ ἀφυλάκτων [*](12. 13 ad ὅτι, εἰ cf. Synt. 1, 17,10; 18, 14 17 33. ad constructionem τὸ δύσκολον ... τὸ παρέχειν cf. Tetrab. p. 19, 2420 τὸ εὔκρατο νκαὶ τὸ πλεῖον ἔχειν; similia Synt. 1, 4, 12 διὰ τὸ . . τῷ et 1, 13, 11 τό τε δύνασθαι καὶ ὅτι 23 Phas. 10, 20 ἐκ παντὸς ἀποβησομένας) [*](2 τῶν τε ὡρῶν καὶ om. Y 4 καταρχὰς Υβγ ἀρχὰς V χετῶν Y 5 κατὰ τὴν πλήρωσιν γ 6 συσχηματισμοὺς V οὐδὲ εἷς β οὐδεὶς Υγ 8 ἐκ] καὶ ἐκ V συγκράσεως ω transpos. Boll 9 τοῦ Boll cf. infra p. 57, 24 10 ἰδιοσυγκρασίας βγ ἰδιοσυγκρισίας VY 14 δύναται] καὶ ὅτι δύναται γ 15 σύγκρασιν V (corn) βγ σύγκρισιν Υ ἀμετρίαν YM Sy μετρίαν YD 17 ἄηθες] ἀληθές V 20 προγνωστικῆ (??)νωστικῆ(!) V 21 τὰς] καὶ περὶ τὰς V 22)

16
παρέχειν καὶ πάντων ἁπλῶς ἀποβησομένων.

ὥσπερ δὲ οἶμαι καὶ ἐπ᾿ αὐτοῦ τοῦ προγνωστικοῦ, κἂν μὴ διὰ παντὸς ἄπταιστον, τό γε δυνατὸν αὐτοῦ μεγίστης ἄξιον σπουδῆς κατεφαίνετο, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ φυλακτικοῦ καὶ εἰ μὴ πάντων ἐστὶ θεραπευτικόν, ἀλλὰ τό γ’ ἐπ’ ἐνίων κἂν ὀλίγα κἂν μικρὰ ἀγαπᾶν καὶ ἀσπάζεσθαι καὶ κέρδος οὐ τὸ τυχὸν ἡγεῖσθαι προσήκει.

τούτοις δὲ ὡς ἔοικε συνεγνωκότες οὕτως ἔχουσι καὶ οἱ μάλιστα τὴν τοιαύτην δύναμιν τῆς τέχνης προαγαγόντες Αἰγύπτιοι συνῆψαν πανταχῆ τῷ δι’ ἀστρονομίας προγνωστικῷ τὴν ἰατρικήν. οὐ γὰρ ἄν ποτε ἀποτροπιασμούς τινας καὶ φυλακτήρια [*](m 16) καὶ θεραπείας συνίσταντο πρὸς τὰς ἐκ τοῦ περιέχοντος ἐπιούσας παρούσας περιστάσεις καθολικάς τε καὶ με· ρικάς, εἴ τις αὐτοῖς ἀκινησίας καὶ ἀμετατρεψίας τῶν ἐσομένων ὑπῆρχε δόξα.

νῦν δὲ καὶ τὸ κατὰ τὰς ἐφεξῆς φύσεις ἀντιπρᾶξαι δυνάμενον ἐν δευτέρᾳ χώρᾳ τοῦ καθ’ εἱμαρμένην λόγου τιθέμενοι συνέζευξαν τῇ τῆς προγνώσεως δυνάμει τὴν κατὰ τὸ χρήσιμον καὶ ὠφέλιμον διὰ τῶν καλουμένων παρ’ αὐτοῖς ἰατρομαθηματικῶν συντάξεων, ὅπως διὰ μὲν <τῆς> ἀστρονομίας τάς τε τῶν συγκράσεων ποιότητας εἰδέναι συμβαίνῃ καὶ τὰ διὰ τὸ περιέχον ἐσόμενα συμπτώματα καὶ τὰς ἰδίας αὐτῶν αἰτίας, ὡς ἄνευ τῆς τούτων γνώσεως καὶ τῶν βοηθημάτων κατὰ τὸ πλεῖστον διαπίπτειν ὀφειλόντων, ἅτε μὴ πᾶσι σώμασιν ἢ πάθεσι τῶν αὐτῶν συμμέτρων ὄντων, διὰ δὲ τῆς ἰατρικῆς ἀπὸ τῶν ἑκάστοις οἰκείως [*](19 Phys. et med. Gr. ed. Ideler I 387396 1 παρέχειν βγ παρέχει Y παρέσχε V τῶν ἀποβησομένων ω τῶν del. Boll 2 κἂν V καὶ εἰ βγ καὶ ἡ Υ 6 κἂν ὀλίγα VY ὀλίγα βγ 9 τῆς τέχνης VYy τῆς τέχνης ψυχῆς (!) D τῆς ψυχῆς S om. M sed add. m² τῆς ψυχῆς in marg. 11 φυκτήρια 12 VY συνίστανον βγ 16 ἀντιπρᾶξαι] ἀντιπαρατάξαι Y 21 συγκράσεων Υγ συγκρίσεων β συγκρίσεως V συμβαίνειν 22 διὰ om. Y ἐσόμενα γ ἰδίας Σ om. Υβγ 23 αὐτῶν αἰτίας V αἰτίας αὐτῶν Υβγ προγνώσεως Y 24 βοημάτων V)

17
συμπαθούντων ἢ ἀντιπαθούντων τάς τε τῶν μελλόντων παθῶν προφυλακὰς καὶ τὰς τῶν ἐνεστώτων θεραπείας ἀδιαπτώτους ὡς ἔνι μάλιστα ποιούμενοι διατελῶσιν.

ἀλλὰ [*](c5) ταῦτα μὲν μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες προτετυπώσθω. ποιησώμεθα δὲ ἤδη τὸν λόγον κατὰ τὸν εἰσαγωγικὸν τρόπον, ἀρξάμενοι ἀπὸ τῆς ἑκάστου τῶν οὐ· [*](m 17) ρανίων περὶ αὐτὸ ποιητικὸν ἰδιοτροπίας, ἀκολούθως ταῖς ὑπὸ τῶν παλαιῶν κατὰ τὸν φυσικὸν τρόπον ἐφηρμοσμέναις παρατηρήσεσι καὶ πρώτως τῆς τῶν πλανωμένων ἀστέρων δυνάμεως ἡλίου τε καὶ σελήνης.