Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε. ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθείκασιν αὐτῷ, καθ’ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία.

ὁ δὲ τοῦ Κρόνου [*](c 11v) πάλιν ἵνα πρὸς τὸν ἥλιον ἔχη διάμετρον στάσιν ὥσπερ καὶ ἐπὶ τῶν οἴκων, τὸν μὲν Ζυγὸν ἀντικειμένως ὡς ὕψωμα ἔλαβε, τὸν δὲ Κριὸν ὡς ταπείνωμα. ὅπου γὰρ τὸ θερμὸν αὔξεται, ἐκεῖ μειοῦται τὸ ψυχρόν, καὶ ὅπου τὸ ψυχρὸν [*](m 42) αὔξεται, ἐκεῖ μειοῦται τὸ θερμόν.

πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου τῷ Κριῷ συνοδεύσασα ἡ σελήνη ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως [*](1 ἡ σελήνη VLDy ὁ τῆς ABBREV Μ S ἄρης α 2 τῆς Ἀφρ] τῆς Ἑρμῆς V 4 οἱ δὲ bis scr. V 6 τῆς VLYS τὴν τῆς ΣDMγ S συνοικ. βγ οἰκοδ. α 9 ὑψ. Vα DMγ ἰδιωμάτων SV (in ind.) 14 εἰκότως VL (-ος) βγ οἰκείως α 18 ἔχῃ διάμ. VLD Proc]. διάμ. στάσιν ἔχῃ α διάμ. στάσιν σχῇ MS διάμ. ἔχει στάσιν γ 19 Ζυγὸν om. V (lac. ind.) 21 ἐκεῖ μειοῦται τ.ψ. L ἐκμειοῦται ἐκεῖ τ. ψ. V μειοῦται ἐκεῖ τ. ψ. α MS μειοῦται τ. ψ. ἐκεῖ Dy καὶ] πάλιν L 21.22 τ. ψ. αὔξεται VL Procl. ἐκεῖνο μειοῦται αβγ 22 ἐκεῖ—θερμὸν V Procl. μηοῦτε ἐκει τὸ θερμὸν τὸ θερμὸν αὔξεται Y τὸ ψυχρὸν αὔξεται β αὔξεται τ. ψ. γ 23 ἐν τῷ Κριῷ α συνοδεύουσα Lα)

44
καὶ ὡσπερανεὶ ὑψώσεως ἐν τῷ τοῦ ἰδίου τριγώνου πρώτῳ ζῳδίῳ τῷ Ταύρῳ, τοῦτο μὲν αὐτῆς ὕψωμα ἐκλήθη, τὸ δὲ διάμετρον τὸ τοῦ Σκορπίου ταπείνωμα.

μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ γονίμων πνευμάτων ἀποτελεστικὸς ὤν,

ἐν τῷ Καρκίνῳ μάλιστα βορειότατος γινόμενος, αὔξεται πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν, ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπείνωμα. ὁ δὲ τοῦ ’Ἀρεως φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ νοτιώτατος γίνεσθαι καυστικώτατος γινόμενος, καὶ αὐτὸς ὕψωμα μὲν ἔλαβεν εἰκότως κατ’ ἀντίθεσιν τῷ τοῦ Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον.

πάλιν ὁ τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν τοῖς Ἰχθύσιν, ἐν οἷς ἡ τοὺ ὑγροῦ ἔαρος ἀρχὴ προσημαίνει, μαίνει, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ Παρθένῳ. ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος ὢν εἰκότως κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ, καθ’ ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνει, καὶ αὐτὸς ὥσπερ ὑψοῦται, κατὰ δὲ Ἰχθύας ὥσπερ ταπεινοῦται.

[*](m 43)

Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι· καὶ ὁ μέν ἐστιν Αἰγυπτιακὸς (ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπίπαν [*](21 CCAG Ι 35 f. ν: I 70 f. ν: VIII 3, 105, 38 cf. B.-L. 207 53.; Boll, Plan. 342 ss. ad tab. cf. Val. Additam. p. 366) [*](1 ὡσπερανεὶ Boll ὥσπερ ἂν εἰ Y ὥσπερ ἂν εἴη VL ἤει) ὡσπερεὶ Σβγ 2 τῷ Ταύρῳ LY Ταύρῳ 0111. V (lac. ind.) τῷ τοῦ Ταύρου βγ 7 ὅθεν om. γ δωδεκατημόριον om. V (lac. ind.) 10 καυστικώτατος ​VLDγ καυστικώτερος MS καὶ καυστικώτερος α 12 τὸν Αἰγ. Lo: τῷ τοῦ Αἰγοκέρου V om. βγ 14 ἐν οἷς α ἐν οἷς μᾶλλον βγ 18.19 κατὰ—προσημαίνει οom. D 20 ὥσπερ΄(alt. om. α 21 ὁρίων βγ τῶν ὁρίων LE διαθέσεως VDSy τῶν πέντε ἀστέρων L om. αΜ 22 L deest 44„—50, 23 VDγ om. YMS ὁ πρὸς—κυρείας α Co (Le) om. Vβγ)

45
κυρείας), ὁ δὲ Χαλδαϊκὸς (ὁ πρὸς τὰς τῶν τριγώνων ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθ’ ἕκαστον ποσότητος.

πρῶτον μὲν ἐπὶ τῆς τάξεως πῇ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν, πῇ δὲ τοῖς τῶν τριγώνων, ἐνίοτε δὲ τοῖς τῶν ὑψωμά- των. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴτε τοῖς οἴκοις ἠκολουθήκασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτω δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; καὶ διά τί ἐν Κριῷ τῷ τοῦ Διὸς καὶ οὐ τῷ τοῦ Ἄρεως;