Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

῾Η δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζῳδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ΄ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα τέσσαρα, τὸ μὲν πρῶτον ὅ ἐστι διά τε τοῦ [*](2 δωδεκατημορίων V 3 Κριὸς et Σκορπίος VLDy ord. mut. m 39 α MS ἀσυμφώνῳ βγ συμφώνῳ L ἀκολούθως Σ errore, inde lacuna c, καυστικῇ ἢ ξηραντικῇ suppl. Cam. in notis 4 τοῦ τετραγώνου VL τετράγωνον cett. 5 τ. Ἀφρ. YDMγ τῆς V τοῦ Ἑρμοῦ S (corr. m2) εὐκρατοτέρῳ βγ εὐκράτω VLoc 6 τὴν τοῦ VLDSy τὸν τοῦ ΣΜ τὴν Y ἐδόθη om. α 7 καὶ ὁ ὅ] εὖ V 8 τῆς τοῦ V 10 τὸ πλεῖστον α MS om. VL post ἡλίου Dy 11 οὐδέποτε VLDy μηδέποτε α MS ἑνὸς om. α 12 ποιουμένου β 13 πως] πρὸς L ὄντι γ 15 δωδεκατημορίοις VS 16 τὸ γ om. VY β 20 ἑαυτῷ] αὐτῷ VY ζῳδιακὸς Va ζῳδιακὸς κύκλος βγ Procl. 21 τριῶν om. V 23 ὅ VLy om. αβ τοῦ Κριοῦ bis scr. V)

41
Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον καὶ οἴκους ἔχον ἡλίου τε καὶ Διὸς καὶ Ἄρεως, ἐδόθη τῷ Διὶ καὶ ἡλίῳ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην συνοικοδεσποτείαν ἡμέρας μὲν ὁ ἥλιος, νυκτὸς δὲ ὁ τοῦ Διός. καί ἐστιν ὁ μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ κύκλῳ, ὁ δὲ Λέων πρὸς τῷ θερινῷ, ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ.

γίνεται δὲ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτείαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης, οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις· διὰ δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει τινὰ μίξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβικόν, ἐπειδήπερ ὁ Ἄρεως τοιούτων ἐστὶ πνευμάτων ποιητικὸς διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον.

[*](c11)

τὸ δὲ δεύτερον τρίγωνον, ὅ ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης [*](m 40) αὐτοῦ νυκτὸς μὲν τῆς σελήνης, ἡμέρας δὲ τοῦ τῆς Ἀφροδίτης. καί ἐστιν ὁ μὲν Ταῦρος πρὸς τῷ θερινῷ μᾶλλον κύκλῳ, ἡ δὲ Παρθένος πρὸς τῷ ἰσημε- [*](3 Quod in hoc capitulo contra usum non ὁ τοῦ Διὸς etc. sed nomen dei simplex nominatur, cf. Boll Stud. 181; Boll Er- forschung 110 ss.; Cumont, Nome des Planètes. 32 ss.; similia. venies in Synt., cf. Hbg. Prol. CXXXVII; Kroll, Plin. 2) [*](1 ἐκ γὰρ VL 3 Διὸς καὶ Ἄρεως Lβ Procl. Ἄρ. καὶ Διὸς Διὸς καὶ ἄρρεν V ABBREV ABBREV καὶ ABBREV γ τῷ Διὶ καὶ ἡλίῳ LDy δι . . . V καὶ ἡλίῳ YMS τῷ ABBREV καὶ ABBREV ABBREV Σ παρὰ om. V 4 Ἄρεως om. V (lac. ind.) 5 συνοικοδ. VL οἰκοδ. αβγ 6 ὁ τοῦ Διὸς VaDy ὁ Ζεὺς MS 7 τῷ ἰσ.—Λέων πρὸς om. Y 8 δὲ (alt) γ δὲ καὶ Lαβ 9 μὲν αγ om. VLβ 10 τε om. VL Procl. om. α 13 συνίσταται αβγ γίνεται VL 17 θηλυκῶν VLoz θηλυκῶν ζῳδίων βγ 18 ἀκολούθως] ὅπερ ἀκ. β σελήνῃ] σελητὲ τὲ(!) V τῇ τὲ ABBREV γ τῷ τῆς ABBREV γ 19 αὐτοῦ Υβγ αὐτῷ VL αὐτῶν Σ 20 τῆς Ἀφρ.] τῆς Ἑρμῆς Ταῦρος] Κριὸς V 21 Παρθένος —42, 1 δὲ (pr.) om. V)

42
ρινῷ, ὁ δὲ Αἰγόκερως πρὸς τῷ χειμερινῷ.

γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτείαν, ἐπειδήπερ ὁ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ποιητικός·

προσλαβὸν δὲ μίξιν ἀπηλιώτου διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατ’ ἀντίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοιούτων ἐστὶ πνευμάτων ποιητικός, οἰκειούμενος καὶ αὐτὸς ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν.

τὸ δὲ τρίτον τρίγωνον, ὅ ἐστι διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου ἐκ τριῶν ἀρρενικῶν ζῷδίων συγκείμενον καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τοὺς οἴκους, τούτοις ἀπενεμήθη πάλιν, οἰκοδεσποτούντων ἡμέρας μὲν τοῦ τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ τοῦ τοῦ Ἑρμοῦ.

καί ἐστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου, κατὰ δὲ τὴν μίξιν βορραπηλιωτικόν, διὰ τὸ τὴν τοῦ Διὸς αἵρεσιν τῇ τοῦ Κρόνου πρὸς τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι.

τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ [*](m 41) Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μόνῳ λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον τοῦ Σκορπίου, συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν [*](6 τὸ τὸν VS τὸν σDMγ 7 αὐτὸ νοτ.] αὐτὸν ὄντα ἀφηλιωτικὸν VL 9 ὠκειωμένος βγ 11 τρίτον δὲ τρίγωνον α ὅ om α ΜS καὶ om. Vy 12 καὶ om. V Ὑδροχ.] Σκορπίου V τοῦ ABBREV γ 13 καὶ om. γ οὐδένα Dy 14 ἔχει γ 16 οἰκοδεσποτοῦτος α 19 Ὑδρ.] Σκορπίου V 22 τῇ LY βγ τὴν V τῷ Σ 23 ἡμερινὸν] ἰσημερινὸν V 24 ὅ ἐστι dom. α 25 μόνῳ] μὲν VL 27 τοῦ Σκορπίου LDγ τὸν Σκορπίον VY Σκορπίου ΣS om. M)

43
αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν ἡ σελήνη, ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης, καί ἐστιν ὁ μὲν Καρκίνος πρὸς τῷ θερινῷ κύκλῳ, ὁ δὲ Σκορπίος πρὸς τῷ χειμερινῷ μᾶλλον, οἱ δὲ Ἰχθύες πρὸς τῷ ἰσημερινῷ.

καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβικὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτείαν, κατὰ μίξιν δὲ νοτολιβικόν, διὰ τὴν τῆς Ἀφροδίτης συνοικοδεσποτείαν.