Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

Ὅτι μὲν τοίνυν διαδίδοται καὶ διικνεῖταί τις δύναμις ἀπὸ τῆς αἰθερώδους καὶ ἀϊδίου φύσεως ἐπὶ πᾶσαν τῆν [*](c 1v) περίγειον καὶ δι’ ὅλων μεταβλήτην, τῶν ὑπὸ τὴν σελήνην πρώτων στοιχείων πυρὸς καὶ ἀέρος περιεχομένων μὲν καὶ τρεπομένων ὑπὸ τῶν κατὰ τὸν αἰθέρα κινήσεων, περιεχόντων δὲ καὶ συντρεπόντων τὰ λοιπὰ πάντα, γῆν καὶ ὕδωρ καὶ τὰ ἐν αὐτοῖς φυτὰ καὶ ζῷα, πᾶσιν ἂν ἐναργέστατον καὶ δι’ ὀλίγων φανείη.

ὅ τε γὰρ ἥλιος διατίθησί [*](m3) πως ἀεὶ μετὰ τοῦ περιέχοντος πάντα τὰ περὶ τὴν γῆν, οὐ μόνον διὰ τῶν κατὰ τὰς ἐτησίους ὥρας μεταβολῶν πρὸς γονὰς ζῴων καὶ φυτῶν καρποφορίας καὶ ῥύσεις ὑδάτων καὶ σωμάτων μετατροπάς, ἀλλὰ καὶ διὰ τῶν καθ’ ἑκάστην ἡμέραν περιόδων θερμαίνων τε καὶ ὑγραίνων καὶ ξηραίνων καὶ ψύχων τεταγμένως τε καὶ ἀκολούθως τοῖς πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν γινομένοις ὁμοιοτρόποις σχηματισμοῖς.

ἤ τε σελήνη πλείστην ὡς περιγειοτάτη διαδίδωσιν ἡμῖν ἐπὶ τὴν γῆν τὴν ἀπόρροιαν, συμπαθούντων αὐτῇ καὶ συντρεπομένων τῶν πλείστων καὶ ἀψύχων καὶ ἐμψύχων καὶ ποταμῶν μὲν συναυξόντων καὶ συμμειούν- των τοῖς φωσὶν αὐτῆς τὰ ῥεύματα, θαλασσῶν δὲ συντρεπουσῶν ταῖς ἀνατολαῖς καὶ ταῖς δύσεσι τὰς ἰδίας ὁρμάς, φυτῶν δὲ καὶ ζῴων ἢ ὅλων ἢ κατά τινα μέρη [*](5 Zeller III 1³, 127, sed cf. Diog. Laert. VII 161 17 Tetrab. p.17, 17; p. 30, 12; Servius in Aen. XI 51) [*](1 tit. hic om. supra. p. 3, 15 pos. Y β' V α' Dγ om. α MS καταληπτική Α 5 ὅλων V Σ ὅλου Υβγ 7 τῶν] τὸν V 9.10 ἐναργέστατον V Σβγ ἐναργέστατα Y ἐνεργέστατον cm 12 ἐτησίας β 15 ὑγραίνων τε καὶ θερμαίνων Y 17 τὸν (scil. τόπον) VS τῶν Μ τῷ α- τὸ γ τῆς D 18 πλεῖστα Υ om. Σ 19 δίδωσι Σ ἡμῖν om. α ἐπὶ] ὑπὸ Y τοῖς πρὸς Σ τῇ γῇ Σ 20.21 καὶ ἐμψύχων καὶ ἀψύχων Σ 21 καὶ συμμειούντων om. Y 22 αὐτῆς α Sγ αὐτοῖς VDM δὲ om. V)

5
συμπληρουμένων τε αὐτῇ καὶ συμμειουμένων.

αἴ τε τῶν ἀστέρων τῶν τε ἀπλανῶν καὶ τῶν πλανωμένων πάροδοι πλείστας ποιοῦσιν ἐπισημασίας τοῦ περιέχοντος καυματώδεις καὶ πνευματώδεις καὶ νιφετώδεις, ὑφ’ ὧν καὶ τὰ ἐπὶ τῆς γῆς οἰκείως διατίθεται.

ἤδη δὲ καὶ οἱ πρὸς ἀλλήλους αὐτῶν συσχηματισμοί, συνερχομένων πως καὶ (??) συγκιρναμένων τῶν διαδόσεων, πλείστας καὶ ποικίλας μεταβολὰς ἀπεργάζονται, κατακρατούσης μὲν τῆς τοῦ ἡλίου δυνάμεως πρὸς τὸ καθόλου τῆς ποιότητος τεταγμένης, συνεργούντων δὲ ἢ ἀποσυνεργούντων κατά τι [*](m4) τῶν λοιπῶν, καὶ τῆς μὲν σελήνης ἐκφανέστερον καὶ συνεχέστερον ὡς ἐν ταῖς συνόδοις καὶ διχοτόμοις καὶ πανσελήνοις, τῶν δὲ ἀστέρων περιοδικώτερον καὶ ἀσημότερον, ὡς ἐν ταῖς φάσεσι καὶ κρύψεσι καὶ προσνεύσεσιν.

ὅτι δὲ τούτων οὕτως θεωρουμένων οὐ μόνον τὰ ἤδη συγκραθέντα διατίθεσθαί πως ὑπὸ τῆς τούτων κινήσεως ἀναγκαῖον, ἀλλὰ καὶ τῶν σπερμάτων τὰς ἀρχὰς καὶ τὰς πληροφορήσεις διαπλάττεσθαι καὶ διαμορφοῦσθαι πρὸς τὴν οἰκείαν τοῦ τότε περιέχοντος ποιότητα, πᾶσιν ἂν δόξειεν ἀκόλουθον εἶναι.

οἱ γοῦν παρατηρητικώτεροι τῶν γεωργῶν καὶ τῶν νομέων ἀπὸ τῶν κατὰ τὰς ὀχείας καὶ τὰς τῶν σπερμάτων καταθέσεις συμβαινόντων πνευμάτων στοχάζονται τῆς ποιότητος τῶν ἀποβησομένων· καὶ ὅλως τὰ μὲν ὁλοσχερέστερα καὶ διὰ τῶν ἐπιφανεστέρων συσχηματισμῶν ἡλίου καὶ σελήνης καὶ ἀστέρων ἐπισημαινό- [*](c2) μενα καὶ παρὰ τοῖς μὴ φυσικῶς, μόνον δὲ παρατηρητικῶς [*](1 συγκληρουμένων . . . σημειουμένων Υ 2 τε om. γ πλανωμένων καὶ τῶν ἀπλανῶν Υ περίοδοι Y 3. 4 πνευμ. καὶ καυμ. Y 6 συσχηματισμοί β Procl. σχηματισμοί αγ 7 συγκρινομένων Α συγκιρνωμένων C Procl. 8 μὲν] μὲν μετὰ Σ 12 διχοτόμοις om. βγ 13 ἀσυμότερον V 14 ὡς om. γ προσνεύσεσιν] ταῖς πλαταῖς προσνεύσεσιν Y 15 ἤδη] εἴδη γ ἥδη καὶ γινόμενα καὶ φθειρόμενα Y 19 πᾶσιν VY καὶ πᾶσιν Σβγ 20. 21 τὸν δὲ γεωργὸν καὶ τὸν νομαῖον Υ 21 καὶ τὰς α καὶ V βγ 24 σχηματισμῶν Y 25. 26 ἐπισημαινομένων Υ)

6
σκεπτομένοις ὡς ἐπίπαν προγινωσκόμενα θεωροῦμεν,

τὰ μὲν ἐκ μείζονάς τε δυνάμεως καὶ ἁπλουστέρας τάξεως καὶ παρὰ τοῖς πάνυ ἰδιώταις, μᾶλλον δὲ καὶ παρ’ ἐνίοις τῶν ἀλόγων ζῴων, ὡς τῶν ὡρῶν καὶ τῶν πνευμάτων τὰς ἐτησίους διαφοράς (τούτων γὰρ ὡς ἐπίπαν ὁ ἥλιος αἴτιος), τὰ δὲ ἧττον οὕτως ἔχοντα παρὰ τοῖς ἤδη κατὰ τὸ ἀναγκαῖον ταῖς παρατηρήσεσιν ἐνειθισμένοις, ὡς τοῖς ναυτιλ- [*](m5) λομένοις τὰς κατὰ μέρος τῶν χειμώνων καὶ τῶν πνευμάτων ἐπισημασίας ὅσαι γίνονται κατὰ τὸ περιοδικώτερον ὑπὸ τῶν τῆς σελήνης ἢ καὶ τῶν ἀπλανῶν ἀστέρων πρὸς τὸν ἥλιον συσχηματισμῶν.

παρὰ μέντοι τὸ μήτε αὐτῶν τούτων τοὺς χρόνους καὶ τοὺς τόπους ὑπὸ ἀπειρίας, ἀκριβῶς δύνασθαι κατανοεῖν μήτε τὰς τῶν πλανωμένων ἀστέρων περιόδους πλεῖστον καὶ αὐτὰς συμβαλλομένας τὸ πολλάκις αὐτοῖς σφάλλεσθαι συμβαίνει.

τί δὴ οὖν κωλύει τὸν ἠκριβωκότα μὲν τάς τε πάντων τῶν ἀστέρων καὶ ἡλίου καὶ σελήνης κινήσεις, ὅπως αὐτὸν μηδενὸς τῶν σχηματισμῶν μήτε ὁ τόπος μήτε ὁ χρόνος λανθάνῃ, διειληφότα δὲ ἐκ τῆς ἔτι ἄνωθεν συνεχοῦς ἱστορίας ὡς ἐπίπαν αὐτῶν τὰς φύσεις, κἄν μὴ τὰς κατ’ αὐτὸ τὸ ὑποκείμενον ἀλλὰ τάς γε δυνάμει ποιητικάς, οἷον ὡς τὴν τοῦ ἡλίου ὅτι θερμαίνει καὶ τὴν τῆς σελήνης ὅτι ὑγραίνει, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως, ἱκανὸν δὲ πρὸς τοιαῦτα ὄντα φυσικῶς ἅμα καὶ εὐστόχως ἐκ τῆς συγκράσεως πάντων τὸ [*](21 Tetrab. p. 85, 3, 4; Servius in Aen. XI 51) [*](1 ἐπισκεπτομένοις Y προσγινωσκόμενα V 8 μᾶλλον–5 αἴτιος om. γ 5 ἐτησίας DM 11 σχηματισμῶν Y Procl. παρὰ-χρόνους] παρὰ μήτε τὸ τοὺς αὐτῶν τούτων χρόνους Υ 10 τὸν] τῶν V 18 σχημ. VΣSA συσχημ. YDMC Procl. λανθάνῃ YSy λανθάνει V λανθάνοι ΣDM 19 δὲ] δὲ ὡς ἐπίπαν αὐτὰ φύσει Σ ἱστορίας om. Y 20 αὐτῶν τὰς β αὐτῶν Y αὐτὰς τὰς γ αὐτὰ V (Σ v. 19) φύσεις Υβγ φύσει V hic om. Σ (v. 19) τὰς κατ’ αὐτὸ τὸ] κατὰ τὴν οὐσίαν τῶν ἀστέρων κατ’ αὐτὸν Υ 22 ὑγραίνει] ψυχραίνη ἢ ὅτι ὑγραίνη Υ 23 δὲ] εἶναι γ 24 συγκράσεως Υβγ συγκρίσεως Υ τὸ om. V)

7
ἴδιον τῆς ποιότητος διαλαβεῖν, ὡς δύνασθαι μὲν ἐφ’ ἑκάστου τῶν διδομένων καιρῶν ἐκ τῆς τότε τῶν φαινο- μένων σχέσεως τὰς τοῦ περιέχοντος ἰδιοτροπίας εἰπεῖν, οἷον ὅτι θερμότερον ἢ ὑγρότερον ἔσται,

δύνασθαι δὲ καὶ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων τήν τε καθόλου ποιότητα [*](m6) τῆς ἰδιοσυγκρασίας ἀπὸ τοῦ κατὰ τὴν σύστασιν περιέχοντος συνιδεῖν, οἷον ὅτι τὸ μὲν σῶμα τοιόσδε, τὴν δὲ ψυχὴν τοιόσδε, καὶ τὰ κατὰ καιροὺς συμπτώματα, διὰ τὸ τὸ μὲν τοιόνδε περιέχον τῇ τοιᾷδε συγκράσει σύμμετρον ἢ καὶ πρόσφορον γίνεσθαι πρὸς εὐεξίαν, τὸ δὲ τοιόνδε ἀσύμμετρον καὶ πρόσφορον πρὸς κάκωσιν;

ἀλλὰ γὰρ τὸ μὲν δυνατὸν τῆς τοιαύτης καταλήψεως διὰ τούτων καὶ τῶν ὁμοίων ἔστι συνιδεῖν. ὅτι δὲ εὐπροφασίστως μέν, οὐ προσηκόντως δὲ τὴν πρὸς τὸ ἀδύνατον ἔσχε διαβολήν, οὕτως ἂν κατανοήσαιμεν. πρῶτον μὲν γὰρ τὰ πταίσματα τῶν μὴ ἀκριβούντων τὸ ἔργον πολλὰ ὄντα ὡς ·έν μεγάλῃ καὶ πολυμερεῖ θεωρίᾳ καὶ τοῖς ἀληθευομένοις τὴν τοῦ ἐκ τύχης παρέσχε δόξαν, οὐκ ὀρθῶς· τὸ γὰρ τοιοῦτον οὐ τῆς ἐπιστήμης ἀλλὰ τῶν μεταχειριζομέ- νων ἐστὶν ἀδυναμία.

ἔπειτα καὶ οἱ πλεῖστοι τοῦ πορίζειν ἕνεκεν ἑτέραν τέχνην τῷ ταύτης ὀνόματι καταξιοπιστευόμενοι τοὺς μὲν ἰδιώτας ἐξαπατῶσι πολλὰ προλέγειν δο- [*](c 2v) κοῦντες καὶ τῶν μηδεμίαν φύσιν ἐχόντων προγινώσκεσθαι, τοῖς δὲ ζητητικωτέροις διὰ τούτου παρέσχον ἀφορμὴν έν ἴσω καὶ τῶν φύσιν ἐχόντων προλέγεσθαι καταγινώσκειν, οὐδὲ τοῦτο δεόντως· οὐδὲ γὰρ φιλοσοφίαν ἀναιρετέον, ἐπεί τινες τῶν προσποιουμένων αὐτὴν [*](21. 22 Phas. 13,10; Tetrab. p.46,24; 49,4 26 ss. Plat. Gorg. 457 A) [*](6 ἰδιοσυγκρασίας MSγ ἰδιοσυγκρισίας VD ἰδιοσυγκρησίας Υ 9 συγκράσει] συγκρίσει Υ 11 πρὸς] εἰς Σ 13 τούτων] τοῦτο VD 15 κατανοήσαμεν V 18 τοῦ Υ τούτου cett. 20 ἀδυνάμενα V 21. 22 καταξιοπιστευόμενοι] καὶ ἀξίᾳ προστησάμενοι καὶ πιστευόμενοι Σ 22 διαπατῶσι Y 25 ἐν ἴσῳ VY ἐν ἑκάστῳ Σβγ προλέγεσθαι] προγινώσκεσθαι Σ)

8
πονηροὶ καταφαίνονται.

ἀλλ’ ὅμως ἐναργές ἐστιν ὅτι κἂν [*](m 7) διερευνητικῶς τις ὡς ἔνι μάλιστα καὶ γνησίως τοῖς μαθήμασι προσέρχηται, πολλάκις πταίειν αὐτὸν ἐνδέχεται, δι’ οὐδὲν μὲν τῶν εἰρημένων, δι’ αὐτὴν δὲ τὴν τοῦ πράγματος φύσιν καὶ τὴν πρὸς τὸ μέγεθος τῆς ἐπαγγελίας ἀσθένειαν.

καθόλου γάρ, πρὸς τῷ τὴν περὶ τὸ ποιὸν τῆς ὕλης θεωρίαν πᾶσαν εἰκαστικήν εἶναι καὶ οὐ διαβεβαιωτικὴν καὶ μάλιστα τὴν ἐκ πολλῶν ἀνομοίων συγκιρναμένην, ἔτι καὶ τοῖς παλαιοῖς τῶν πλανωμένων συσχηματισμοῖς, ἀφ’ ὧν ἐφαρμόζομεν τοῖς ὡσαύτως ἔχουσι τῶν νῦν τὰς ὑπὸ τῶν προγενεστέρων ἐπ’ ἐκείνων παρατετηρημένας προτελέσεις, παρόμοιοι μὲν δύνανται γίνεσθαι μᾶλλον ἢ ἦττον καὶ οὗτοι διὰ μακρῶν περιόδων,

ἀπαράλλακτοι δὲ οὐδαμῶς, τῆς πάντων ἐν τῷ οὐρανῷ μετὰ τῆς γῆς κατὰ τὸ ἀκριβὲς συναποκαταστάσεως, εἰ μή τις κενοδοξοίη περὶ τὴν τῶν ἀκαταλήπτων κατάληψιν καὶ γνῶσιν, ἢ μηδόλως ἢ μὴ κατά γε τὸν αἰσθητὸν ἀνθρώπῳ χρόνον ἀπαρτιζομένης, ὡς διὰ τοῦτο καὶ τὰς προρρήσεις ἀνομοίων ὄντων τῶν ὑποκειμένων παραδειγμάτων ἐνίοτε διαμαρτάνεσθαι.

περὶ μὲν οὖν τὴν ἐπίσκεψιν τῶν κατὰ τὸ περιέχον γινομένων συμπτωμάτων τοῦτ’ ἂν εἴη μόνον τὸ δυσχερές, καὶ μηδεμιᾶς ἐνταῦθα συμπαραλαμβανομένης αἰτίας τῇ κινήσει τῶν οὐρανίων.

περὶ δὲ τὰς γενεθλιαλογίας καὶ ὅλως τὰ κατ’ ἰδίαν τῆς ἑκάστου συγκράσεως [*](m8) [*](8 τὴν] τῶν V συγκιρναμένην] συγκειμένην Υ συγκιρνωμένων γ 9 σχηματισμοῖς Y 11 γενεστέρων Υ παρατετηρημένας α παρατηρημένας V τετηρημένοις βγ 12 post προτελέσεις: μὴ καθάπαξ τοὺς αὐτοὺς συμβεβηκέναι τοὺς νῦν add. Σ μὲν Boll μὲν γὰρ ω 17 ἢ μηδόλως om. Y τὸν—χρόνον] τῶν αἰσθητῶν ἀνθρώπων χρόνῳ Υ 18 καταρτιζομένης D προρρήσεις VY βγ παρατηρήσεις i. mg. add. Σ Cam. in annot. m 81 συμπτωμάτων YMS συναπτωμάτων VDy om. Σ 22 καὶ V om. αβγ 23 αἰτίας om. C γενεθλιαλογίας] γενεθλιαλογικὰς V ... κὰς (!) add. i. mg. Σ 24 τὰ Boll τὰς ω τὰς προρρήσεις m κατ’ ἰδίαν] κατὰ δι’ αὐτὰς Y ἑκάστου] ἑκάστης Y συγκράσεως γ συγκρίσεως Σβ συγκρήσιως (!) Y)

9
οὐ μικρὰ οὐδὲ τὰ τυχόντα ἐστὶν ἰδεῖν συναίτια καὶ αὐτὰ γινόμενα τῆς τῶν συνισταμένων ἰδιοτροπίας. αἴ τε γὰρ τῶν σπερμάτων διαφοραὶ πλεῖστον δύνανται πρὸς τὸ τοῦ γένους ἴδιον, ἐπειδήπερ τοῦ περιέχοντος καὶ τοῦ ὁρίζοντος ὑποκειμένου τοῦ αὐτοῦ κατακρατεῖ τῶν σπερμάτων ἕκαστον εἰς τὴν καθόλου τοῦ οἰκείου μορφώματος διατύπωσιν οἷον ἀνθρώπου καὶ ἵππου καὶ. τῶν ἄλλων. οἵ τε τόποι τῆς γενέσεως οὐ μικρὰς ποιοῦνται περὶ τὰ συνιστάμενα παραλλαγάς.

καὶ τῶν σπερμάτων γὰρ κατὰ γένος ὑποκειμένων τῶν αὐτῶν, οἷον ἀνθρωπίνων, καὶ τῆς τοῦ περιέχοντος καταστάσεως τῆς αὐτῆς, παρὰ τὸ τῶν χωρῶν διάφορον πολὺ καὶ τοῖς σώμασι καὶ ταῖς ψυχαῖς οἱ γεννώμενοι διήνεγκαν· πρὸς δὲ τούτοις αἵ τε τροφαὶ καὶ τὰ ἔθη πάντων τῶν προκειμένων ἀδιαφόρων ὑποτιθεμένων συμβάλλονταί τι πρὸς τὰς κατὰ μέρος τῶν [*](c3) βίων διαγωγάς, ὧν ἕκαστον ἐὰν μὴ συνδιαλαμβάνηται ταῖς ἀπὸ τοῦ περιέχοντος αἰτίαις, εἰ καὶ ὅτι μάλιστα τὴν πλείστην ἔχει τοῦτο δύναμιν τῷ τὸ μὲν περιέχον κἀκείνοις αὐτοῖς εἰς τὸ τοιοῖσδε εἶναι συναίτιον γίνεσθαι, τούτῳ δὲ ἐκεῖνα μηδαμῶς,

πολλὴν ἀπορίαν δύναται παρέχειν τοῖς ἐπὶ τῶν τοιούτων οἰομένοις ἀπὸ μόνης τῆς [*](m9) τῶν μετεώρων κινήσεως πάντα καὶ τὰ μὴ τέλεον ἐπ’ αὐτῇ δύνασθαι διαγινώσκειν. τούτων δὲ οὕτως ἐχόντων προσῆκον ἂν εἴη μήτε ἐπειδὴ διαμαρτάνεσθαί ποτε τὴν [*](2 ἐνσταμένων Υ 5 κατακρατεῖ Boll κατακρατεῖν VΣβυ κρατε (!) Y 8 περὶ τὰ] τὰς περὶ τὰς Y τὰς περὶ τὰ Σ 9 γὰρ Va om. βγ 9.10 ὑποκειμένων κατὰ γένος γ 10 τῶν om. α αὐτῶν οm. Y ἀνθρωπίνων] ἀνθρωπίνων καὶ τῶν τοιούτων ἐμψύχων Υ 10.11 καὶ τῆς τοῦ—τὰ μείζω συμφέροντος (=p.11,20) hic οm. Y et add. post 14, 1 13 γεννώμενοι βγ VΣ γενάμενοι Y αἴ τε] ἔτι Υ 14 προκ. ἀδιαφ.] διαφόρων MS κειμένων διαφόρων Υ 16 βίων] νέων V συνδιαλαμβάνηται VS συλλαμβάνεται Μγ συμπαραλαμβάνηται Υ 17 ταῖς αἰτίαις] τῆς αἰτίας β 20 δὲ om. β δύναται S δύνανται cett. 21 οἰομένους V τῆς οm. V 22. 23 καὶ—αὐτῇ om. γ ἐπ’ om. β τὰ om. Y 23 αὐτῇ VΣ αὐτὴν YMSA² αὐτὰ D πρὸς οἶκον Υ ποτε Va ποτε κατὰ β ποτε μὲν κατὰ γ)

10
τοιαύτην πρόγνωσιν ἐνδέχεται, καὶ τὸ πᾶν αὐτῆς ἀναι- ρεῖν, ὥσπερ οὐδὲ τὴν κυβερνητικὴν διὰ τὸ πολλάκις πταίειν ἀποδοκιμάζομεν, ἀλλ’ ὡς ἐν μεγάλοις οὕτως καὶ θείοις ἐπαγγέλμασιν ἀσπάζεσθαι καὶ ἀγαπητὸν ἡγεῖσθαι τὸ δυνατόν, μήτ’ αὖ πάλιν πάντα ἡμῖν αἰτεῖν παρ’ αὐ- τῆς, ἀλλὰ ἀνθρωπίνως καὶ ἐστοχασμένως συμφιλοκαλεῖν καὶ ἐν οἷς οὐκ ἦν ἐπ’ αὐτῇ τὸ πᾶν ἐφοδιάζειν καὶ ὥσπερ τοῖς ἰατροῖς ὅταν ἐπιζητῶσί τινα καὶ περὶ αὐτῆς τῆς νόσου καὶ περὶ τῆς τοῦ κάμνοντος ἰδιοτροπίας, οὐ μεμψόμεθα λέγοντες, οὕτως καὶ ἐνταῦθα τὰ γένη καὶ τὰς χώρας καὶ τὰς τροφὰς ἢ καί τινα τῶν ἤδη συμβεβηκότων μὴ ἀγανακτεῖν ὑποτιθεμένους.