Alexandra
Lycophron
Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.
- Θραμβουσία τε δειρὰς ἥ τʼ ἐπάκτιος
- στόρθυγξ Τίτωνος αἵ τε Σιθόνων πλάκες
- Παλληνία τʼ ἄρουρα, τὴν ὁ βούκερως
- Βρύχων λιπαίνει, γηγενῶν ὑπηρέτης.
- πολλῶν δʼ ἐναλλὰξ πημάτων ἀπάρξεται
- Κανδαῖος ἢ Μάμερτος, ἢ τί χρὴ καλεῖν
- τὸν αἱμοφύρτοις ἑστιώμενον μάχαις;
- οὐ μὰν ὑπείξει γʼ ἡ ʼπιμηθέως τοκάς,
- ἀλλʼ ἀντὶ πάντων Περσέως ἕνα σπορᾶς
- στελεῖ γίγαντα, τῷ θάλασσα μὲν βατὴ
- πεζῷ ποτʼ ἔσται, γῆ δὲ ναυσθλωθήσεται
- ῥήσσοντι πηδοῖς χέρσον. οἱ δὲ Λαφρίας
- οἶκοι Μαμέρσας, ᾐθαλωμένοι φλογὶ
- σὺν καλίνοισι τειχέων προβλήμασι