Alexandra

Lycophron

Lycophron. Callimachus and Lycophron, Aratus. Mair, A. W., editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1921.

  1. καὶ χερσόνησον τοῦ πάλαι ληκτηρίαν
  2. θεᾷ Κυρίτᾳ πάμπαν ἐστυγημένου,
  3. τῆς παντομόρφου βασσάρας λαμπούριδος
  4. τοκῆος, ἥτʼ ἀλφαῖσι ταῖς καθʼ ἡμέραν
  5. βούπειναν ἀλθαίνεσκεν ἀκμαίαν πατρός,
  6. ὀθνεῖα γατομοῦντος Αἴθωνος πτερά.
  7. ὁ Φρὺξ δʼ, ἀδελφὸν αἷμα τιμωρούμενος,
  8. πάλιν τιθηνὸν ἀντιπορθήσει χθόνα
  9. τοῦ νεκροτάγου, τὰς ἀθωπεύτους δίκας
  10. φθιτοῖσι ῥητρεύοντος ἀστεργεῖ τρόπῳ.
  11. ὃς δή ποτʼ ἀμφώδοντος ἐξ ἄκρων λοβῶν
  12. φθέρσας κύφελλα καλλυνεῖ παρωτίδας,
  13. δαπταῖς τιτύσκων αἱμοπώταισιν φόβον.
  14. τῷ πᾶσα Φλεγρὰς αἶα δουλωθήσεται