Acta Joannis

Acta Joannis

Acta Joannis. Acta Apostolorum Apocrypha, Part 2, Vol. 1. Bonnet, Maximilian, editor. Leipzig: H. Mendelssohn, 1898.

44 Οἱ δὲ ὄχλοι ἀναστάντες τοῦ ἐδάφους πορευθέντες δρομαῖοι καὶ τὰ λοιπὰ τοῦ εἰδωλείου κατέβαλον βοῶντες· Τὸν Ἰωάννου θεὸν μόνον οἴδαμεν, ὃν καὶ λοιπὸν προσκυνοῦμεν ἐλεηθέντες ὑπʼ αὐτοῦ. Καὶ καταβαίνοντος ἐκεῖθεν τοῦ Ἰωάννου πολὺ πλῆθος αὐτοῦ ἥπτετο λέγοντες· Βοήθησον ἡμῖν Ἰωάννη· παράστα ἡμῖν ἀπολλυμένοις ματαίοις. ὁρᾷς τὴν προαίρεσιν· ὁρᾷς τὸν ἀκολουθοῦντά σοι ὄχλον ἀποκρεμάμενον ἐλπίδι τῇ πρὸς τὸν θεόν σου· εἴδομεν τὴν ὁδὸν ἣν ἐπλανήθημεν [*](12 scr ὁρμωμένην?? cf 178, 9 ‖ 13 scr ἑαυτῇ? ‖ 15 scr γενέθλιαι ‖ 19 εἰ- δωλίου R: cf 170, 1: 171. 10 ‖ 23 scr μταίως??? cf 173, 1) [*](Q 26 scr ἀπολλώμεθα?)

173
ἀπολέσαντες· εἴδομεν τοὺς θεοὺς ἡμῶν ματαίως ἱδραμένους· εἴδομεν τὸν ἐν αὐτοῖς πολὺν καὶ αἰσχρὸν καταγέλωτα. ἀλλ᾿ ἐπίτρεπε ἡμῖν, δεόμεθά σου, παραγενομένοις εἰς τὴν οἰκίαν βοηθεῖσθαι ἀκωλύτως. δέχου ἡμᾶς τοὺς ἐν ἀπορίᾳ   γεγονότας.

45 Ὁ δὲ Ἰωάννης εἶπεν αὐτοῖς· Ἄνδρες πιστεύσατε ὅτι ὑμῶν ἕνεκεν ἐν τῇ Ἐφεσίων πόλει ἔμεινα, τὴν ὁρμὴν εἰς Σμύρνην νην ἐσχηκὼς καὶ τὰς λοιπὰς πόλεις, ὅπως καὶ οἱ ἐκεῖ δοῦλοι τοῦ Χριστοῦ ἐπιστρέψουσι πρὸς αὐτόν. ἀλλʼ ἐπειδὴ ἀνισταμένην μηδέπω ἐν ὑμῖν τελείως ἀναπεπαυμένος, μεμένηκα εὐχόμενός μου τῷ θεῷ, καὶ παρεκάλουν αὐτὸν τότε ἐξελθεῖν Ἐφέσου ὁπόταν ὑμᾶς στηρίξω· ὃ καὶ ἰδὼν γεγονὼς καὶ ἔτι μᾶλλον γινόμενος οὐκ ἀπολειφθήσομαι ὑμῶν μέχρις ἂν καθάπερ παῖδας τοῦ τῆς τροφοῦ γάλακτος ἀποσπάσω καὶ ἐπὶ στερεὰν πέτραν καταστήσω.

46 Ἐπέμενεν οὖν ὁ Ἰωάννης παῤ αὐτοῖς εἰσδεχόμενος αὐτοὺς τοῖς ἐν τοῖς Ἀνδρονίκου. ἐν οἷς τις τῶν συνεδρευόντων καὶ τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ τοῦ ἱεροῦ τοῦ πυλῶνος ἀναπαύσας νεκρὸν εἰσεπήδησεν ἔνδον σὺν τοῖς λοιποῖς μηδενὶ εἰπών, συγγενὴς αὐτοῦ ὑπάρχων. ὁ οὖν Ἰωάννης μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τοὺς ἀδελφοὺς καὶ τὴν εὐχὴν καὶ τὴν εὐχαριστίαν καὶ μετὰ τὴν χειροθεσίαν τὴν ἐφʼ ἑκάστου τῶν συνεδρευόντων ποιησάμενος ἔφη ἐν τῷ πνεύματι· Ἐπὶ ταύτης τῶν ἐνθάδε πίστει τῇ εἰς θεὸν ἀγόμενος, τὸν τῆς Ἀρτέμιδος ἱερέα πρὸ [*](26 cf Matth 4, 23) [*](1 scr ἀπολέσαντα (scil αὐτόν)?? ‖ ἱδρυμένους Iames recte ut uid: nisi forte scr ἑδρασμένους ‖ 3 scr τὰ οἰκεῖα?? ‖ 6 Ἄνδρες ⟨ Εφέσιοι⟩?? cf 170, 5 ‖ 7 scr Σμύρναν?? cf 169, 25 ‖ 9 scr ἀνιστάμην? ‖ 12 scr γεγονὸς ‖ 13 scr γινόμενον ‖ 17 del τοῖς prius? cf 181, 17 ‖ 17—18 scr καί τις τ. συνεδρ.? ‖ 18 scr τ. πυλ. τ. ἱεροῦ?? del τ. ἱερ.? cf Chrysost ed Montf t X p 773 πρὸς τὴν θύραν τοῦ Ἰωάννου ‖ 22 del μετὰ? ‖ 23 ἐπὶ τ.] scr Ἔστιν τις? ‖ 25 ἀγόμενος ⟨ὃς⟩?) [*](Q 31 καταλειπὼν Q καταλείπων Zahn ‖ πρ.] cf 160, 3: Lipsius I p 468)

174
τοῖ πυλῶνος ἀναπαύσας εἰσῆλθεν, τῷ τῆς ψυχῆς τῆς ἑαυτοῦ πόθῳ πρότερον τὴν ἑαυτοῦ ἐπιμέλειαν ποιούμενος ἐνεθυμήθη τοῦτο ἐν ἑαυτῷ· Ἄμεινον ἐμὲ τοῦ ζῶντος φροντίζειν ἢ τοῦ νεκροῦ μου συγγενοῦς· οἶδα γὰρ ὅτι ἐπιστρέψαντός μου πρὸς κύριον καὶ διασώσαντος τὴν ἐμαυτοῦ ψυχὴν οὐκ ἀντερεῖ ὁ Ἰωάννης καὶ τὸν νεκρὸν ἀναστῆσαι. Καὶ ἀναστὰς τοῦ τόπου ὁ Ἰωάννης ἐπορεύθη κατʼ ἐκεῖνον καθ᾿ ὃν ὁ ταῦτα ἐννοήσας εἰσῆλθε συγγενὴς τοῦ ἱερέως, καὶ λαβόμενος αὐτοῦ τῆς χειρὸς εἶπεν· Ἐνεθυμήθης ταῦτα παραγενόμενος πρός με τέκνον; Κἀκείνῳ τρόμῳ καὶ φρίκῃ συνεχόμενος εἶπε Ναὶ κύριε, ῥίψας ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ. Καὶ ὁ Ἰωάννης· Ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς Χριστός, ὅστις τὴν δύναμιν αὐτοῦ δείξει ἐν τῷ νεκρῷ σου συγγενεῖ ὁ ἀναστήσας αὐτόν.

47 Καὶ ἀναστήσας τὸν νεανίσκον καὶ τῆς χειρὸς αὐτοῦ λαβόμενος εἶπεν· Οὐκ ἔστι μέγας ἀνδρὶ μεγάλων μυστηρίων κρατούντων ἔτι ἐν τοῖς μικροῖς κατατρίβεσθαι. ἢ τί μέγα νόσοις νόσους σωματικὰς ἀπαλλάττεσθαι; Καὶ ἔτι τὸν νεανίσκον ἐκ τῆς χειρὸς κρατῶν ἔφη· Σοὶ λέγω τέκνον, πορευθεὶς αὐτὸς τὸν τεθνεῶτα ἔγειρον μηδὲν εἰπὼν ἢ τοῦτο μόνον· Λέγει σοι ὁ τοῦ θεοῦ δοῦλος Ἰωάννης· Ἀνάστα. Ὁ δὲ νιανίσκος πορευθεὶς ἐπὶ τὸν ἴδιον συγγενῆ μόνον τοῦτο εἰπὼν συνόντος αὐτοῦ ὄχλου πολλοῦ, ἔχων αὐτὸν ζῶντα εἰσῆλθεν εἰς [*](2 scr προτέραν ? ‖ ποιούμενος· ἐνεθυμήθη ⟨γἂρ⟩? uel ⟨καὶ⟩ ἐνεθυ- μύθη? ‖ 3 scr ἐμοῦ? ‖ 6 τοῦ ⟨ἰδίου⟩?? ‖ 10 scr Κἀκεῖνος ‖ φρίκει R: cf 28 ‖ 13 del ὁ? ‖ 15 scr μέγα? ‖ 16 scr κρατοῦντι? ‖ 17 νόσοις del ? ‖ 20 scr νεανίσκος ‖ 22 scr αὐτῷ? ‖ εἰς] scr πρὸς?  cf 178, 34) [*](Q 23 deest uerbum: cf 171, 38 ‖ 25 ⟨ἐκ⟩ νεκρῶν? ‖ 28 scr αὐτῷ? item Zahn ‖ 30 ⟨τόπῳ⟩?? ‖ 35 scr αὐτοῦ? item Zahn)

175
τὸν Ἰωάννην. ὁ δὲ Ἰωάννης ἰδὼν τὸν ἐγηγερμένον εἶπε· Νῦν ἀναστὰς οὐ ζῇς ὄντως οὐδὲ τῆς ἀληθινῆς ζωῆς κοινωνὸς καὶ κληρονόμος· βούλει γενέσθαι οὗ ὀνόματι καὶ δυνάμει ἀνέστης; καὶ νῦν πίστευσον, καὶ ζήσεις εἰς ἅπαντας αἰῶνας. Ὃ δὲ αὐτόθε πιστεύσας ἐπὶ τὸν κύριον Ἰησοῦν ἦν λοιπὸν προσκαρτερῶν τῷ Ἰωάννῃ.

48 Τῇ δὲ ἑξῆς ἡμέρᾀ ὄναρ θεασάμενος ὁ Ἰωάννης μίλια τρία ἔξω πυλῶν περιπατῆσαι, οὐκ ἠμέλησεν, ἀλλ᾿  ὄρθρου ἀναστὰς ἅμα τοῖς ἀδελφοῖς ἐπὶ τὴν ὁδὸν ἐβάδιζε. καί τις χωρικὸς νουθετούμενος ὑπὸ τοῦ ἰδίου πατρὸς ὅπως τὴν τοῦ συνεργοῦ γυναῖκα μὴ λάβῃ ἑαυτῷ, ἀπειλοῦντος ἑαυτῷ σφάξαι ἐκείνου, ὁ νεανίσκος μὴ φέρων τὴν νουθεσίαν τοῦ πατρὸς λακτίσας αὐτὸν ἄφωνον ἔθηκεν. ἰδὼν δὲ τὸ συμβὰν ὁ᾿ Ἰωάννης εἶπε πρὸς τὸν κύριον· Κύριε, τούτου με ἕνεκεν ἐκέλευσας σήμερον ἐνθάδε ἐξελθεῖν;

49 Ὁ δὲ νεανίσκος ἰδὼν τὸ ὀξὺ τοῦ θανάτου, προσδοκῶν συλληφθῆναι, σπασάμενος ὃ ἦν ἐν τῇ ζώνῃ αὐτοῦ δρέπανον ὁρμᾷ εἰς τὴν ἑαυτοῦ ἔπαυλιν δρομαίως· καὶ ὁ Ἰωάννης ἀπαντήσας [*](21 cf Matth 4, 23) [*](3 ⟨ὑπάρχεις⟩· βούλει? ‖ 11 scr ἑαυτὸν σφ.?‖ 13 scr ἄφνω ἔθηκε ⟨νε- κρό⟩ν? cf 29; 188, 16; 48, 2 ‖ 18 scr δρομαῖος?) [*](Q 22 θαλάσσης utroque loco Zahn recte ut uid ‖ 28 scr διαβόλου: item Zahn ‖ 34 scr ὧ ἐπεφ. δρεπάνῳ?)

176
αὐτῷ ἔφη· Στῆθι σὺ δαῖμον ἀναιδέστατε, καὶ λέγε μοι ποῦ τὴν ὁρμὴν ἔχων φέρεις δρέπανον αἵματος ὀρεγόμενον. Καὶ ὁ νεανίσκος ταραχθεὶς καὶ τὸ σίδηρον εἰς γῆν ἀφεὶς εἶπεν αὐτῷ· Ἄθλιόν τι καὶ ἀπάνθρωπον διαπραξάμενος, καὶ ἐπιστάμενος, βιαιότερον τὸ κακὸν ἔκρινα πρᾶξαι καὶ ὠμότερον ἑαυτόν, ἀποθανεῖν ἅπαξ. τοῦ γὰρ πατρὸς ἀεὶ σωφρονίζοντός με ἀμοίχευτον βίον ἔχειν καὶ σεπτόν, νὴ φέρων αὐτὸν διελέγχοντά με λακτίσας αὐτὸν ἀπέκτεινα, καὶ ἰδὼν τὸ συμβὰν ἔσπευδον πρὸς τὴν γυναῖκα διʼ ἣν πατρὸς γέγονα φονεύς, καὶ αὐτὴν σφάξαι πειρώμενος καὶ τὸν ἄνδρα αὐτῆς καὶ ἐμαυτὸν ὕστερον πάντων, μὴ ὑποφέρων ὁραθῆναι τῷ τῆς γυναικὸς ἀνδρί, δίκην θανάτου ὑπομένων.

50 Καὶ ὁ Ἰωάννης εἶπεν αὐτῷ· Ἰνα μὴ τόπον δῶ τῷ ἐν σοὶ θέλοντι γελᾶν καὶ παίζειν ὑποχωρήσας καὶ παριδὼν ὑμᾶς κινδυνεύοντας, ἐλθὲ σὺν ἐμοὶ καὶ τὸν πατέρα σου δεῖξόν μοι ποῦ ἐστι κείμενος. καὶ ἐάν σοι αὐτὸν ἀναστήσω, ἀποστήσω ἔτι τῆς ἐπισφαλοῦς σοι γενομένης γυναικός; Ὁ δὲ νεανίσκος εἶπεν· Ἐὰν ζῶντά μοι αὐτὸν τὸν πατέρα μου ἀναστήσῃς, καὶ ὄψομαι αὐτὸν ὅλον διαλεγόμενον ἐν τῷ βίῳ, ἀποστήσομαι τοῦ λοιποῦ.

51 Καὶ ὡς ταῦτα ἔλεγεν, ἐπέστησαν τῷ τόπῳ λέγοντες ἔνθα ἔκειτο ὁ πρεσβύτης νεκρός, καὶ παροδιτῶν πλειόνων παρεστώτων τῷ τόπῳ. Ὁ δὲ Ἰωάννης ἔφη τῷ νεωτέρῳ· Ταλαίπωρε, οὐδὲ τὸ γῆρας ἐφείσω τοῦ πατρός σου; Ὁ δὲ κλαίων καὶ κατατιλλόμενος ἐπὶ τούτῳ μετεγνωκέναι ἔλεγεν· ὁ δὲ τοῦ κυρίου δοῦλος Ἰωάννης εἶπεν· Ὁ ἐμφανίσας μοι σήμερον στείλασθαι [*](1 σὺ δαίμων R (cf Q): scr δύσδαιμον? ‖ ἀναιδ. del? ‖ 3 scr τὸν?? ‖ 5 τὸ] scr τι? ‖ 6 scr ἐμαυτόν?? cf 195, 4, 202, 7 ‖ 16 ἀποστήσω ⟨σε⟩? an scr ἀποστήσει? cf 19 ‖18 scr παραστήσης?? cf 177, ‖ 19 scr διαιτώμενον? ‖ 21 λέγοντες num sanum ??? ‖ 24 scr τοῦ γήρως? ‖ 25 scr κατατεινόμενος??) [*](Q 27 δαίμων Q : cf 1 ‖ 28 τῷ Ἰωάννῃ Zahn: recte? ‖ 34 scr τοῦ κακοῦ??)

177
εἰς τὸν τόπον τοῦτον, ὁ ἐπιστάμενος ὅτι τοῦτο ἤμελλε γίνεσθαι, ὃν μηδὲ λαθεῖν δύναται τῶν ἐν τῷ βίῳ πράξεων, ὅπως ἂν θεραπείαν καὶ ἴασιν παρεχόμενός μοι θελήματι τῷ σῷ· καὶ νῦν παράσχου τὸν πρεσβύτην ζῶντα, ὁρῶν τὸν φονέαν ἑαυτοῦ δικαστὴν γενόμενον· καὶ φεῖσαι αὐτοῦ μόνος σὺ κύριε ἀφειδήσαντῶ πατρὸς συμβουλεύεσθαι αὐτῷ τὰ ἄριστα.

52 Καὶ ταῦτα εἰπὼν προσελθὼν τῷ γέροντι εἶπεν· Οὐκ ἀτονήσει μου ὁ κύριος καὶ μέχρι σοῦ τὸ χρηστὸν ἔλεος καὶ τὰ ἀνυπερήφανα σπλάγχνα ἁπλῶσαι· ἀναστὰς οὖν δὸς τοῦ ἐπιχείρου γεγενημένου ἔργου δόξαν τῷ θεῷ. Καὶ ὁ γέρων εἶπεν· Ἀνίσταμαι κύριε. Καὶ ἀνέστη. ὃς ἀνακαθίσας ἔφη· Ἀπηλλαγμένον με βίου δεινοτάτου καὶ ὕβρεις υἱοῦ ἐπιφέροντα δεινὰς καὶ πολλὰς, καὶ φιλοστοργίαν μετεκαλέσω ἄνθρωπε τοῦ θεοῦ τοῦ ζῶντος ἐπὶ τίνι; ἐπὶ τοῖς αὐτοῖς ἀνίστασαι, ἔδει σε μᾶλλον τεθνάναι· ἀλλ᾿ ἐπὶ κρείττοσιν ἔγειραι. Καὶ παραλαβὼν αὐτὸν εἰσήγαγεν εἰς τὴν πόλιν εὐαγγελιζόμενος αὐτῷ τὴν χάριν τοῦ θεοῦ, ὡς πρὶν ἐπιβῆναι τῇ πύλῃ τὸν πρεσβύτην πιστεῦσαι.

53 Ὁ δὲ νεανίσκος θεασάμενος τὴν ἀπροσδόκητον τοῦ πατρὸς ἀνάστασιν καὶ τὴν ἑαυτοῦ σωτηρίαν, λαβὼν δρέπανον τὰ ἑαυτοῦ μόρια ἀφείλατο, καὶ δραμὼν εἰς τὴν οἰκίαν ἐν ᾗ τὴν μοιχαλίδα εἶχεν, εἰς ὄψιν αὐτῆς προσέρριψεν εἰπών· Διὰ σὲ πατρὸς φονεὺς καὶ ὑμῶν τῶν δύο καὶ ἐμαυτοῦ ἐγενόμην. ἔχεις τὰ τούτῳ ὅμοια καὶ αἴτια. ἐμὲ γὰρ ὁ θεὸς ἠλέησεν ἐπιγνῶναι αὐτοῦ τὴν δύναμιν.

[*](2 scr μηδεμία?? μηδὲν? ‖ 3 ὅπως ἄν] scr ὁ πᾶσαν ‖ 4scr ζῶντα δρᾶν? ‖ scr φονέα?  ‖ 5 σοὶ R ‖ 6 scr ἀφειδήσαντος τοῦ π. ⟨διὰ τὸ⟩?? ‖ 10 ἐπιχ. mum sanum ? ‖ 12 scr ὑποφέροντα? ‖ 13 scr ἀφιλοστοργίαν? ‖ 14 τίνι; ⟨Ὁ δὲ Ἰωάννης ἀπεκρίνατο αὐτῷ Εἰ⟩ ἐπὶ τοῖς α.? ‖ 20 ⟨τὸ⟩ δρέπανον? cf Q et 175, 17 ‖ 21 scr ἀφείλετο? cf Q et 182, 3 et 3 - 4 ‖ 23 scr ἡμῶν (κ. ἐμ. del: cf Q) ?? cf 176, 10 ‖ 21 scr τούτων: cf Q)
178

54 Καὶ ἀνελθὼν ἀνήγγειλε τῷ Ἰωάννῃ ἔμπροσθεν τῶν ἀδελφῶν τὸ ὑπʼ αὐτοῦ πραχθέν. ὁ δὲ Ἰωάννης εἶπεν αὐτῷ· Ὁ ὑποβαλών σοι νεανίσκε τὸν πατέρα σου ἀποκτεῖναι καὶ μοιχὸν ἀλλοτρίας γυναικὸς γενέσθαι, οὗτός σοι ὡς δίκαιον ἔργον καὶ τὸ ἀφελεῖν τὰ ἄκαιρα ἐποίησεν. ἔδει δέ σε οὐχὶ τοὺς τόπους ἀφανίσαι, ἀλλὰ τὴν ἔννοιαν, ἥτις διὰ τῶν μορίων ἐκείνων ἐδείκνυτο χαλεπαίνουσα· οὐ γὰρ τὰ ὄργανά ἐστι βλαπτικὰ τῷ ἀνθρώπῳ ἀλλʼ αἱ ἀφανεῖς πηγαὶ διʼ ὧν πᾶσα κίνησις αἰσχρὰ κινεῖται καὶ εἰς τὸ φανερὸν πρόεισιν. μετεγνωκὼς οὖν τέκνον ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ καὶ καταμαθὼν τὰς τοῦ Σατανᾶ τέχνας ἔχεις τὸν θεὸν βοηθοῦντά σοι εἰς πάντα τὰ τῆς ψυχῆς σου ἐγχειρίζοντα. Ὁ δὲ νεανίσκος ἡσυχάζων προσεκαρτέρει μετεγνωκὼς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὅπως ἀφέσεως τύχῃ παρὰ τῆς τοῦ θεοῦ χρηστότητος· καὶ οὐκ ἐχωρίζετο τοῦ Ἰωάννου.

55 Τούτων οὖν γινομένων ὑπʼ αὐτοῦ ἐν τῇ Ἐφεσίων πόλει Σμυρναῖοι διεπέμψαντο πρὸς αὐτὸν πρέσβεις λέγοντας· Ἀκούο- [*](5 scr ἀκραῖα ἐνεποίησεν? ‖ 8 scr τῶν ἀνθρώπων?? ‖ 9 κινεῖται satin sanum? ‖ 11 scr ἕξεις? ‖ 12 scr ἔγχρήζοντα?) [*](Q 19 scr σοι? ‖ 20 scr σοι? ‖ 21 αὐτῶν del? cf R: ἐκ τοῦ σώματος ex- spectabat Vsener ‖ 25 λαβεῖν Zahn rect ut uid: cf 154, 2; 173, 11 ‖ 27 αὐτὸν Zahn ‖ 37 scr κονιζομένης? cf 32; 35; 179, 18; 21)

179
μεν ὃν κηρύσσεις θεὸν ἄφθονός ἐστι καὶ διετάξατό σοι μὴ ἐμφιλοχωρεῖν ἐν ἑνὶ τόπῳ. ὡς οὖν θεοῦ τοιούτου κῆρυξ ὑπάρχεις, ἐλθὲ εἰς τὴν Σμύρναν καὶ εἰς τὰς λοιπὰς πόλεις, ἵνα σου τὸν θεὸν ἐπιγνῶμεν, καὶ ἐπιγνόντες αὐτὸν ἐν αὐτῷ τὰς ἐλπίδας ἔχωμεν.

58 Χρόνου δὲ ἱκανοῦ διελθόντος καὶ μηδενὸς τῶν ἀδελφῶν [*](225 Z) λυπηθέντος πώποτε ὑπὸ Ἰωάννου, ἐλυπήθησαν τότε εἰρηκότος αὐτοῦ· Ἀδελφοί, ἤδη με καιρὸς τὴν Ἐφεσον καταλαβεῖν· συντίθεμαι γὰρ τοῖς ἐκεῖ μένουσι, μήπως ῥᾳθυμήσωσι πολλῷ χρόνῳ μὴ ἔχοντες ἄνθρωπον τὸν ἐπιστηρίζοντα αὐτούς· εἰς δὲ τὸν θεὸν ἔχειν ὑμᾶς πάντας τὸν νοῦν, τὸν μὴ ἀπολιμπανόμενον ἡμῶν. Ἀκούοντες δὲ ταῦτα παῤ αὐτοῦ οἱ ἀδελφοὶ ἐπένθουν, ἐπειδὴ αὐτοῦ ἐχωρίζοντο. καὶ ὁ Ἰωάννης εἶπεν· Εἰ κἀγὼ χωρίζομαι ὑμῶν, ἀλλ᾿ ὁ Χριστὸς σὺν ὑμῖν ἐστιν ἀεί· ὃν ἐὰν καθαρῶς φιλῆτε, ἀνεπίλειπτον ἕξετε τὴν ἀπʼ αὐτοῦ κοινωνίαν· φιλούμενος γὰρ φθάνει τοὺς φιλοῦντας αὐτόν.

[*](1 θεὸν ⟨ὅτι⟩? ‖ 3 scr ὑπάρχων? ‖ 5 ἔχομεν R)[*](MR 6 ἀπὸ λαοδικίας ἐν ἐφέσω τὸ δεύτερον inscr M ‖ διαγενομένου R ‖ 7 λυπηθέντων M  ‖ποτὲ R ‖ 8 με] ῥ add R ‖ τ. Ἔ. κ.] ἐν τῆ ἐφέσω ἐπανελθεῖν ἐπισπεύδει R ‖ 9 συντ. μέν. om R ‖ 10 ἄνθρωπον del Vsener ‖ 10—12 εἰς - ἡμῶν om R ‖ 12 scr ὑμῶν? ‖ οἱ ἀδ. παῤ α. R ‖ 13 ἐπειδὴ] ὅτι R ‖ αὐτῶ R ‖ καὶ ὁ] ὁ δὲ R ‖ 14 ἐγὼ ὑμᾶς R ‖ ἀλλ᾿ ὁ om R Χρ.] ἰησοῦς add R ‖ 15 ἀνυπόληπτον R ἀνεπίληπτον Zahn: cf 180,24 ἀδιόχλητοι ‖ ἀπ᾿ α.] ἑαυτοῦ R)[*](Q 29 κατηχίσας Q ‖ 30 δοξάζοντα Zahn ‖ c 58 - 105 om (add Prochori p 162, 3 - 9) Q: cf 169, 31)
180

59 Καὶ ταῦτα εἰπὼν καὶ συνταξάμενος αὐτοῖς, καταλιπών τε πολλὰ χρήματα τοῖς ἀδελφοῖς εἰς διάδοσιν, πενθούντων ἀπάντων τῶν ἀδελφῶν καὶ στεναζόντων ἐξῆλθεν εἰς Ἔφεσον. συνῄεσαν δὲ αὐτῷ ἐκ τῆς Ἐφέσου Ἀνδρόνικός τε καὶ Δρουσιανή, καὶ οἱ περὶ τὸν Λυκομήδην καὶ Κλεόβιον. ἠκολούθησαν δὲ αὐτῷ καὶ Ἀριστοβούλα, ἐγνωκυῖα τὸν ἄνδρα αὐτῆς Τέρτυλλον ἐν τῇ ὁδῷ τεθνάναι, Ἀρίστιππος δὲ ἅμα τῷ Ξενοφῶντι, καὶ ἡ σώφρων πόρνη, καὶ ἕτεροι πλείονες, οὓς ἑκάστοτε προέτρεπεν ἐπὶ τὸν κύριον, καὶ μηκέτι βουλόμενοι χαωρίζεσθαι αὐτοῦ.

60 Καταχθέντων δὲ ἡμῶν ἔν τινι πανθοχείῳ ἐρήμῳ τὴν πρώτην ἡμέραν, καὶ ἀπορούντων κραββάτου ἕνεκεν Ἰωάννου, παίγνιον εἴδομεν. εἷς τις ἦν ἐκεῖ ἄστρωτος κράββατος κείμενος [*](226 Z) ἔν τινι τόπῳ, ἐφʼ ᾧ ἃ ἐπεφερόμεθα περιβόλαια στρώσαντες παρεκαλέσαμεν αὐτὸν ἀναπεσόντα ἐν αὐτῷ ἀναπαυθῆναι, τῶν λοιπῶν ἁπάντων ἐπὶ τοῦ ἐδάφους ὑπνωσάντων. κατακλιθεὶς οὖν ὑπὸ τῶν κορίων διωχλεῖτο· καὶ ὡς ἐπὶ πλεῖον αὐτῷ ὀχληρότεροι ἐγίνοντο, ἤδη τῆς νυκτὸς τὸ μέσον καταλαβούσης, ἀκουόντων πάντων ἡμῶν ἔφη αὐτοῖς· Ὑμῖν λέγω ὦ κόραι, εὐγνωμονήσατε σὺν ἑνὶ πάντες, καὶ καταλιπόντες τὴν νύκτα ταύτην τὸν οἶκον ὑμῶν ἡσυχάσατε ἐν ἐνὶ τόπῳ, καὶ ἔστε πόρρω τῶν δούλων τοῦ θεοῦ. Καὶ ἡμῶν γελώντων καὶ ἐπὶ πλέον ὁμλούντων ὁ Ἰωάννης εἰς ὕπνον ἐτράπετο· αὐτοὶ δὲ ἡρέμα λαλοῦντες ἀδιόχλητοι αὐτῷ ἐγινόμεθα.

61 Ἡμέρας δὲ ἐπιφαυούσης ἤδη φθάσας ἀνίσταμαι καὶ σὺν ἐμοὶ Βῆρος καὶ Ἀνδρόνικος· καὶ ὁρῶμεν πρὸς τὴν θύραν [*](1 ἀποταξάμενος R ‖ 1—2 κατ. τε] καταλειπόντες R ‖ 2 εἰς δ. τ. ἀδ, R ‖ 3 τ. ἀδ. om R: del?? cf 181, 2 ‖ ἐξῆλθον R ‖ 3—4 εἰς Ἔ.] ἐκ τῆς ἐφέσου R: cf 4; 179, 3; 181, 15 ‖ 4 συνῆσαν δὲ om M ‖ ἐκ τ. Ἐ. om R: cf 3 - 4 ‖ 5 λυκομίδην M: cf 161, 11 ss ‖ κλαιόβιον M Κλέοβιν suspicabatur V sener ‖ 6 ἠκολούθησε R ‖ 7 αὐτῆς om M ‖ τέρτηλον R τέρτυλον M ‖ Ἀρ.] ὁ ἀρ. R ‖ scr τε? ‖ 8—10 οὓς - αὐτοῦ om R ‖ 9 καὶ del V sener recte ut uid ‖ 12 ἕν, Ἰ.] ἐν τῆ τοῦ μακαρίου ἰω. ἀναπαύσει R ‖ 13 παίγν.] αὐτοῦ ἓν add R ‖ ἄστ. κρ. ἐκεῖ M ‖ 14 ἐφ᾿ ᾧ ἃ] ἅπερ οὖν R ‖ ἐφερόμεθα M olim correxeram: cf 175, 35 ‖ περιβ. om et add ἐν αὐτῶ R ‖ 15 πεσόντα M ‖ ἐν α. om M ‖ ἀναπαύεσθαι R ‖ 16 ὑπν.] πεσόντων R ‖ 17 τ. κ.] κ. παμπόλλων M ‖ scr κόρεων?  cf 181, 1 | ἐνοχλεῖτο R ‖ 17—18 αὐτῷ ὀ. ἐγ.] ἐνόχλουν αὐτόν R: cf 181, 6 ‖ 18 τ. ν. - κατ.]  περὶ τὸ μ. τ. ν. R ‖ 19 κόριδες R: scr κόρεις? item Zahn cf 181, 8 ss ‖ 20 σ. ἑ.] συνενῆν R ‖ 20—21 τῆ ὥρα ταύτη R ‖ 21 κ. ἔστε] κἦτε (uel ut Hilgardo uisum κεἶτε) sup scr ει compendio M: scr κἦτε uel καὶ ἦτε?? ‖ 22—23 κ. ἡμ. - δὲ] εἰς ὕπνον οὖν τοῦ ἰωάννου τραπέντος ἡμεῖς R ‖ 24 λαλ.] ἀκηκοότες R ‖ γεγόναμεν R: scr ἐγενόμεθα?? ‖ 25 οὖν ἐπιφωσκούσης R ‖ ἤδη φθ. om R ‖ ἀν.] ἐγὼ add R)

181
τοῦ οἰκήματος οὗ  εἰλήφαμεν πλεονασμὸν κορίων ἑστῶτα· ἐξεστηκότων δὲ ἡμῶν ἐπὶ τῇ πολλῇ θέᾳ αὐτῶν, καὶ τῶν ἀδελφῶν πάντων ἐγηγερμένων δι᾿ αὐτούς, ὁ Ἰωάννης ἐκάθευδεν. καὶ μετὰ τὸ διυπνισθῆναι αὐτὸν ἐνεφανίσαμεν αὐτὸν ἃ εἴδομεν· αὐτὸς δὲ ἀνακαθίσας τοῦ κραββάτου καὶ θεασάμενος αὐτοὺς εἶπεν· Ἐπειδὴ εὐγνωμονήσατε φυλάξαντές μου τὸ ἐπιτίμιον, ἔλθετε εἰς τὸν τόπον ὑμῶν. Καὶ εἰπόντος τοῦτο καὶ ἀναστάντος ἐκ τοῦ κραββάτου οἱ κόρεις δρομαῖοι ἀπὸ τῆς θύρας ἔσπευδον εἰς τὸν κράββατον καὶ διὰ τῶν αὐτοῦ ποδῶν ἀνελθόντες εἰς τὰς ἁρμογὰς ἀφανεῖς ἐγένοντο. καὶ ὁ Ἰωάννης πάλιν ἔφη· Τὸ μὲν ζῷον τοῦτο φωνὴν ἀνθρώπου ἀκοῦσαν ἔμεινε παῤ ἑαυτῷ ἠρεμῆσαν καὶ μὴ παραβάν· ἡμεῖς δὲ φωνὴν θεοῦ ἀκούοντες καὶ ἐντολῶν παρακούομεν καὶ ῥᾳθυμοῦμεν· καὶ μέχρι πότε;

62 Μετὰ δὲ ταῦτα γινόμεθα εἰς τὴν Ἔφεσον· καὶ οἱ ἐκεῖ ἀδελφοὶ ἐγνωκότες διὰ χρόνου ἱκανοῦ τὸν Ἰωάννην ἀφικόμενον [*](227 Z) συνέτρεχον ἐν τοῖς Ἀνδρονίκου, ἔνθα καὶ κατήγετο, τῶν ποδῶν αὐτοῦ ἁπτόμενοι, καὶ τὰς χεῖρας αὐτοῦ εἰς τὰ ἴδια πρόσωπα τιθέντες ἐφίλουν αὐτάς, ὡς ὅτι κἂν ἥψαντο τῶν ἐκείνου ἐνδυμάτων.

63 Καὶ πολλῆς ἀγάπης οὔσης καὶ χαρᾶς ἀνυπερβλήτου ἐν τοῖς ἀδελφοῖς, εἷς τις ἐπίπεμπτος τοῦ Σατανᾶ ἐρᾷ τῆς Λρουσιανῆς, ὁρῶν καὶ ἐπιστάμενος τοῦ Ἀνδρονίκου ταύτην εἶναι γυναῖκα· ᾧ οἱ πλείονες ἔλεγον· Ἀδύνατόν σε τυχεῖν ταύτης τῆς γυναικός, ἐκ πολλοῦ καὶ τοῦ ἀνδρὸς κεχωρισμένης αὐτῆς διὰ θεοσέβειαν. σὺ μόνος ἀγνοεῖς ὅτι μὴ πρὶν ὢν ὁ [*](1 οἴκου R ‖ οὗ εἰλ. om R ‖ πλ. κ. ἑ.] πλῆθος ὑπάρχων κ. R: cf 2 ‖ scr κόρεων? cf 180, 17 ‖ 2 π. θ.] θ. τοῦ πλήθους R: cf 1 ‖ 3 ἁπάντων R: cf 180, 3; 183, 8; 184, 14; 18 ‖ αὐτὰς R ‖ 4 ἐγερθῆναι R ‖ ἐνεφ. - δὲ om M ‖ scr αὐτῷ? ‖ 5 ἀνακαθίσας ⟨ἐπὶ⟩ uel ⟨ἐπένω⟩ (cf 186, 3)? ‖ 5—6 αὐτὰς εἶπεν αὐταῖς R ‖ 6 εὐγν.] εὐγνωμονέστεραι γεγόνατε R: cf 180, 20 (at 17 et 24) ‖ φυλ. - ἐπ. om R ‖ 7 scr ἀνέλθετε?? τοῦτο] αὐτοῦ ταῦτα R ‖ 7—8καὶ -κρ. om R ‖ 8 αἱ κόριδες (κορεῖς M) δρομαῖε R ‖ 9 π. αὐτ. R ‖ ἀνιοῦσαι R ‖ 10 ἀρμονίας R ‖ ἀφ. ἐγ.] ἔδυσαν R ‖ 11 πάλιν om M ‖ 11—12 ἤκουσαν ἔμειναν ἐφʼ ἑαυτὰ καὶ ἡρέμησαν R ‖ 12 καὶ μὴ π. om R ‖ 13 παρακ.] ο ex ω M ‖ ῥαθυμῶμεν M ‖ 14 μ. π. om R ‖ 15 δὲ om R ‖ γενομένων ἡμῶν R ‖ τὴν om R: del? cf 180,3 ‖ καὶ om R ‖ 18 εἰς] |||σ M ει compend in ras m ‖ 19—20 ὡς - ἐνδ. om R ‖ 20 ἐνδ.] plerigue etiam tactu uestis hilarati quia tetigerant amictum sancti apostoli sanabantur (cf act 19, 12) add 𝔘 uera ut uid ‖ 22 ἐν τ. ἀδ. om R ‖ 23 καὶ] αὐτὴν καίπερ R(𝔘?) ‖ ταύτην om R ‖ 24 οὖσαν R ‖ ᾧ] ὃν R ‖ 25 κεχ.] καὶ χωρισμένην R ‖ αὐτῆς om R ‖ 26 σὺ μ.] ἢ R ‖ πρώην R)

182
Ἀνδρόνικος τοῦτο ὅπερ ἐστὶ νῦν, θεοσεβὴς ἀνύρ, κατέκλεισεν αὐτὴν εἴς τι μνημεῖον λέγων· Ἢ γυναῖκά σε ἔχω ἔχειν ἣν εἶχον πάλαι, ἢ τεθνήξῃ· Καὶ εἵλατο μᾶλλον ἀποθανεῖν ἢ τὸ μύσος ἐκεῖνο διαπράξασθαι· εἰ οὖν δεσπότῃ αὐτῆς καὶ ἀνδρὶ μὴ συνέθετο πρὸς συνέλευσιν διὰ θεοσέβειαν, ἀλλὰ καὶ ἔπεισε τὰ ἴσα τοῦτον φρονῆσαι, σοὶ μοιχῷ αὐτῇ θέλοντι γενέσθαι συνθήσεται; ἀπόστηθι μανίας μὴ ἐχούσης ἐν σοὶ ἀνάπαυσιν· ἀπόστηθι πράγματος ᾧ τέλος ἐπαγαγεῖν οὐ δύνασαι.

64 Καὶ λέγοντες πρὸς αὐτὸν ταῦτα οἱ συνήθεις αὐτοῦ | [*](228 Z) φίλοι οὐκ ἔπεισαν αὐτόν, ἀλλ᾿ ἀναίδειαν χρησάμενος προσέπεμψεν αὐτήν· καὶ γνοὺς τὰς παῤ ἐκείνης ἀτιμίας καὶ ὕβρεις ἐν ἀθυμίᾳ διῆγεν αὐτοῦ τὸν βίον. μετὰ δὲ ἡμέρας δύο κατακλιθεῖσα ἡ Δρουσιανὴ ἀπὸ τῆς ἀθυμίας ἐπύρεττε λέγουσα· Εἴθε μηδέπω εἰς τὴν ἐμαυτῆς πατρίδα εἰσεληλύθειν ἡ σκάνδαλον γενομένη ἀνδρὶ ἀμυήτῳ θεοσεβείας· εἰ γὰρ ἦν τις ὑπὸ λόγων πεπληγώς, οὐκ ἂν εἰς τοσοῦτον ἐληλύθειν μανίας. ἀλλ᾿ οὖν κύριε παραιτίας μου γενομένης πλύξεως ἰδιωτιζούσῃ ψυχῇ, ἀπόλυσόν με τοῦ δεσμοῦ τούτου, ἐπὶ δὲ σὲ μετάστησον τάχιον. Καὶ παρόντος Ἰωάννου, μηδενὸς ὅλως ἐγνωκότος τὸ τοιοῦτον, ἀπαλλάσσεται τοῦ βίου ἡ Δρουσιανή, οὐ πάνυ ἡδομένη ἀλλὰ καὶ λυπουμένη διὰ τὴν ἐκείνου ψυχικὴν θραῦσιν.

65 Ὁ δὲ Ἀνδρόνικος λυπούμενος λύπην ἀπόκρυφον ἐπένθει τῇ ψυχῇ, καὶ φανερῶς δὲ ἔκλαιεν, ὡς τὸν Ἰωάννην πολλὰ ἐπιστομίζειν καὶ λέγειν αὐτῷ· Ἐπὲ βελτίονι ἐλπίδι μετῆλθεν [*](1 θεοσ.] ὁ add M ‖ 2 τι om M: cf 210, 1 ‖ ἔχειν om M ‖ 3 τεθνήξειν R ‖ εἴλετο E: cf 177, 21 ‖ 3 ἀποθ.] μὴ κοινουμένη τῶ ἀνδρὶ καὶ εἴλετο θανατωθῆναι (scil scriptura uera coniuncta cum interpolata add R ‖ 3—4 τὸ διαπρ.] τῶ ἀνδρὶ κοινωνῆσαι M consuetudinem repeteret coniugii : cf 185, 12 ‖ 4 δεσπ. - μὴ] τῶ ἀνδρὶ οὐ R ‖ 5 διὰ θ. om R ‖ 5—6 ἔπεισεν αὐτὸν τὰ ἶσα αὐτῆς φρονεῖν R ‖ 6 αὐτῆς R et suspicatus erat Zahn: cf 178, 4; 777, 5; 23; 166, 6; 18; 182, 15; 17 ‖ συνθεῖται R ‖ 9 π. α.] αὐτῶ R ‖ αὐτῶ R ‖ 10 del φίλοι ?? ‖ ἀλλὰ R ‖ ἀναιδείᾳ Zahn recte ut uid ‖ προέπεμψεν R ‖ 11 γν. - ὕβ.] ἀπογνοῦς τὰ περὶ αὐτῆς ἵνα μὴ πολλὰ ὑβρί- ζεται R speque potiendi deiectus 𝔘 ‖  γνοῦσα et ἐκείνου Vsener ‖ 12 αὐτοῦ del V sener ‖  13 ⟨κα⟩ ἡ?? δροσιανή R ‖ 14 εἰσεληλύθην ἐληλύθειν R ‖ 14—15 ἡ σκ. γ.] ὅπως μὴ σκ. γέγονα R ‖ 15 θεοσέβειαν R ‖ 15—16 ὑ. λ.] scr θεοῦ λόγῳ? uerbo dei 𝔘 ‖ 16 πεπληρωμένος R repletus 𝔘 ‖ ἐλ. μ.] ῥαθυμίας ἐλήλυθα ἐληλύθην M: scr ἐληλύθει? 17—18 ἰδ. ψ. om R ‖ 18—19 τῶν δεσμῶν τούτων ἢ τάχ. ἐπὶ σὲ μετάστ. R  ‖ 19 παρ.] τοῦ add R  ‖ Ἰ.] καὶ add R  ‖ scr μηδὲ? (praesente Ioanne sed causam ignorante 𝔘: cf 183, 6)  ‖ ὅλ.] ἄλλου M  ‖ 20 δρουσίνα M: cf 193, 24: 202, 21; 203, 4  ‖ ἡδομένου R  ‖ 21 ἀλλὰ κ. λ. om R  ‖ 23 ἔκλαιε δὲ καὶ φ. R  ‖ πολλὰ] αὐτὸν add R  ‖ 24 αὐτῷ om R  ‖ βελτίω R  ‖ μετήλλαξεν suspicabatur Vsener: at cf Prochori p 4, 4)

183
Δρουσιανὴ τοῦτον τὸν βίον τὸν ἄδικον. Καὶ ὁ Ἀνδρόνικος αὐτῷ ἀπεκρίνατο· Καὶ πέπεισμαι ὦ Ἰωάννη καὶ οὐκ ἀμφιβάλλω ὅλως περὶ τῆς εἰς τὸν θεόν μου πίστεως· ἀλλὰ μάλιστα τοῦτο αὐτὸ κρατύνω ὅτι καθαρῶς τοῦ βίου ἀνέλυσεν.