Orationes 13
Aristides, Aelius
Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
τις φαίη τὴν ἀρχὴν αὐτῶν συμβῆναι καὶ γνησίαν ἐπὶ τῶν Ἑλληνικῶν, τοὺς δʼ ἄλλους νόθους εἰς τὴν θάλατταν ἐμβῆναι, ὥσπερ ὑποβολιμαίους, οὐ πατρικαῖς ταῖς νήσοις ἐπιθεμένους, ἀλλʼ ἁρπάσαντας τύχης ἀλογίᾳ, ὅπερ αὐτοὺς καὶ ταχέως πάλιν ἐξήλασε.
τοῦτο δὲ τὸ σχῆμα καὶ ταύτην τὴν θέσιν τῆς χώρας ἐχούσης, τὸν μὲν ἀεὶ κατάπλουν τῶν ἐμπόρων τε καὶ καθʼ ἱστορίαν ἢ χρείαν εἰσαφικνουμένων, μεθʼ ὅσης τῆς ῥᾳστώνης καὶ ψυχαγωγίας γίγνεται καὶ τρυφῆς οὐ ῥᾴδιον εἰπεῖν, πλὴν εἰς ὅσον αὐτούς τις ἐπιμαρτύραιτο· οὕτω γὰρ παντάπασιν ἡ ψυχὴ προκαθαίρεται καὶ μετέωρος καὶ κούφη γίγνεται καὶ σφόδρα τῶν Ἀθηνῶν τῆς θέας ἐν παρασκευῇ, ὥσπερ ἐν ἱεροῖς προτελουμένη. ἐπίδηλον δὲ καὶ τοῖς ὀφθαλμοῖς πλέον τοῦ συνήθους τὸ φῶς ἐγγιγνόμενον, ἀφαιρούσης ἤδη τὴν πολλὴν ἀχλὺν ὡς ἀληθῶς καὶ καθʼ Ὅμηρον εἰπεῖν τῆς Ἀθηνᾶς ἔτι τῇ χώρᾳ
προσαγόντων. ὥστε ἔοικεν ὀνείρατος εὐφροσύνῃ τὰ θεάματα καὶ χορείαν ἐξελίττειν, οὐ πλοῦν ἀνύτειν δόξαις ἂν, οἷα τὴν ναῦν ἀεὶ κύκλῳ περιίσταται κάλλη παντοδαπὰ ἄγοντα μετʼ εὐθυμίας ἐπὶ τὴν Ἀττικήν. τοῖς δʼ ὁρωμένοις συμβαίνει καὶ τὰ λεγόμενα, οἷς οὐκ ἔνεστιν ἀπιστεῖν· πάντα γὰρ ἑξῆς ὁμοίως ἔχει. Λητώ τε γὰρ, εἰ καὶ μικρὸν ὕστερον ἁρμόσει περὶ τῶν θείων διηγεῖσθαι, λυσαμένη τὴν ζώνην ἐν Ζωστῆρι τῆς Ἀττικῆς καὶ λιποῦσα τὴν ἐπωνυμίαν τῷ τόπῳ, βαδίζουσα ἀεὶ εἰς τὸ πρὸς ἕω τῆς Προνοίας Ἀθηνᾶς ἡγουμένης, ἀπʼ ἄκρας τῆς Ἀττικῆς ἐπιβᾶσα τῶν νήσων εἰς Δῆλον καταίρει καὶ τίκτει δὴ τοὺς θεοὺςτήν τε Ἄρτεμιν καὶ τὸν πατρῷον Ἀπόλλω τῇ πόλει, ἥ τʼ ἀπὸ τῆς Ἀσίας ἐπὶ τοὺς Ἕλληνας πρώτη διαβᾶσα
δύναμις διὰ τῶν νήσων προσέσχεν εἰς Μαραθῶνα, καλῶς ὑπὸ τῆς φύσεως ἀχθεῖσα τοῦ τόπου πρὸς τὸ δοῦναι δίκην ὧν ἐπεβούλευσε τοῖς Ἕλλησιν. οὕτω δʼ ἐν ἀρχῇ τῆς Ἑλλάδος οὖσα ἡ χώρα ἐν μέσῳ τῆς πάσης οὐχ ἧττόν ἐστιν. ὅποι γὰρ ἀπʼ αὐτῆς κινηθείης, τὰ γνωριμώτατα τῶν Ἑλλήνων ἐκδέχεται γένη, καὶ ὥσπερ πόλιν ἡ οἰκεία χώρα προσοικεῖ, οὕτω καὶ τὴν Ἀττικὴν ἅπασα ἡ Ἑλλὰς προσοικεῖ. διὸ δὴ καὶ μόνη τὸ τῶν Ἑλλήνων πρόσχημα καθαρῶς ἀνῄρηται καὶ τοῖς βαρβάροις ἐστὶν ἐπὶ πλεῖστον ἀλλόφυλος· ὅσον γὰρ τῇ φύσει τοῦ τόπου κεχώρισται, τοσοῦτον καὶ τοῖς ἤθεσι τῶν ἀνδρῶν ἀφέστηκεν. οὔτε γὰρ ποταμοῦ μέσου κοινωνεῖ τινος οὔτʼ ἐστὶν αὐτῇ μεθόριον οὐδὲν τὸ αὐτὸ διαιροῦν καὶ μιγνύον τὴν γῆν, ἀλλʼ ὥσπερ πρὸς ἀσπίδος ἐπίσημον πάντα πρὸς μέσον τοῦτο τὸ χωρίον ἐκ παντὸς ἄκρου τείνει τὰ Ἑλληνικὰ, καὶ πανταχόθεν κύκλοι περιέχουσι τὴν χώραν Ἑλληνικοὶ, οἱ μὲν ἐκ θαλάττης, οἱ δʼ ἀπὸ τῆς ἠπείρου περικείμενοι, ὥσπερ εἰκὸς τῇ κοινῇ τοῦ γένους ἑστίᾳ. τοσοῦτον δὲ πέφευγε τὴν ἀλλοδαπὴν καὶ βάρβαρον ὥστε καὶ ἐπὶ τῆς ἀντιπέραν ἠπείρου προὐβάλλετο ἑτέραν Ἑλλάδα ἄποικον ἑαυτῆς, ἣ νῦν ἤδη πλεῖστον βαρβάρων ἀφέστηκεν, ὥσπερ φύσει ταχθεῖσα ἡ πόλις, ἀντίπαλος τούτῳ τῷ γένει καὶ πολεμία. ἐξ ὧν ἄδολον μὲν καὶ καθαρὸν καὶ ἀδιάφθορον τὸ ἦθος ἀεὶ τοῖς ἐξ αὐτῆς διαγέγονε παρεχομένη, εἰλικρινῆ δὲ καὶ καθαρὰν καὶ ἄλυπον καὶ παράδειγμα πάσης τῆς Ἑλληνικῆς ὁμιλίας φωνὴν