Orationes 13

Aristides, Aelius

Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.

λαβεῖν, ἀλλʼ ὅτι καὶ πολλὰς ὥσπερ ἐν κύκλῳ τὰς ἀρχὰς ὁ λόγος προδείκνυσιν, ἃς οὔτε ὁμοῦ ποιήσασθαι δή που δυνατὸν οὔθʼ ἥτις ἀρχὴ ταῖς ἄλλαις εἶναι νικήσει ῥᾴδιον κρῖναι· ἄλλα γὰρ ἄλλων ἕνεκα ἁρμόττειν ὥς γʼ ἐκ τοῦ προφαινομένου πρῶτα λεχθῆναι δόξαν παρίστησιν.

ἣν δὲ ἁπασῶν ἐπικαιροτάτην ἀρχὴν ὑπολαμβάνω καὶ πρὸς ἣν ἥκιστʼ ἂν ἁμαρτεῖν, ἅπαντα καθιστάμενος τὸν λόγον, ταύτην καὶ δὴ ποιήσομαι· εἰ δʼ ὀρθῶς, ἢ μὴ, πάρεστι κοινωνεῖν τῆς γνώμης. οἶμαι δʼ, ἂν ὡς ὑπὲρ οἰκείας καὶ μετέχων τῶν ἀγαθῶν ἔστιν οὗ φαίνωμαι τῷ λόγῳ χρώμενος, οὐδʼ ὑμῖν ἂν φέρειν αἰσχύνην. ἡ γὰρ τῆς χώρας ἡμῖν φύσις τῇ φύσει τῶν ἀνδρῶν συμβαίνουσα φανήσεται καὶ οὔθʼ ἡ γῆ πρέπουσα ἑτέρων εἶναι, οὔκουν οὐδὲ ἐγένετο, οὔθʼ οἱ ἄνδρες ἄλλης ἀντὶ ταύτης ἄξιοι, οὔκουν οὐδὲ ἠλλάξαντο, ἀλλʼ ἔμειναν ἐφʼ ἧς εἶχον· ἄμφω δὲ ταῦτα ὄψει καὶ μνήμῃ κρίνεται. οἵ τε γὰρ οἰκήσαντες ἀεὶ

τὴν χώραν ἐναργῆ καὶ θαυμαστὰ τῆς αὑτῶν ἐπιεικείας σημεῖα ἐξήνεγκαν ἐν παντὶ τῷ παρασχόντι, τὰ μὲν ἣν οὑτωσί τις ἂν εἴποι φιλανθρωπίαν ἐπιδεικνύμενοι τῇ τῶν τρόπων πραότητι καὶ ταῖς ὁμιλίαις, οὐδέσιν ἄλλοις ὁμοίως ἡμέροις εἶναι δοκεῖν λιπόντες, τὰ δʼ ἐν ταῖς χρείαις καὶ τοῖς κινδύνοις ἐν προβόλου μοίρᾳ τοῖς Ἕλλησι τεταγμένοι. καὶ τὸ τῆς χώρας αὖ σχῆμα τοιοῦτον ἐκ γῆς καὶ

θαλάττης θεωροῦντι. πρόκειται γὰρ ἀντʼ ἄλλου φυλακτηρίου τῆς Ἑλλάδος τὴν γιγνομένην τάξιν ἔχουσα πρώτη πρὸς ἥλιον ἀνίσχοντα, προμήκης εἰς τὸ πέλαγος, καὶ μάλα ἐναργὴς συμβαλεῖν ὅτι τῆς Ἑλλάδος ἐστὶν ἔρυμα ὑπὸ τῶν κρειττόνων πεποιημένον καὶ μόνῃ ταύτῃ κατὰ φύσιν ἔστιν ἡγεῖσθαι τοῦ γένους. εἶτα καὶ τῆς φιλανθρωπίας ὡσπερεὶ σύμβολον ἐκφέρει· προβαίνει γὰρ μέχρι πλείστου, τὴν θάλατταν ἡμεροῦσα, καὶ ταῖς νήσοις ἐγκαταμίγνυται, θεαμάτων ἥδιστον, ἤπειρος ἐν νήσοις, καὶ τούτων ἐνίων νοτιωτέρα, πρώτη μὲν τοῖς ἐκ τοῦ πελάγους ὡσπερεὶ χεῖρα προτείνουσα εἰς ὑποδοχὴν, παντοδαποὺς δὲ ὅρμους καὶ λιμένας παρεχομένη κύκλῳ περὶ πᾶσαν ἑαυτὴν, ἔτι δὲ ἀκτὰς ἄλλας κατʼ ἄλλα μέρη τῆς τε θαλάττης καὶ ἑαυτῆς, καὶ πορθμοὺς πρὸς τὰς ἐπικειμένας νήσους οὐ πλέον διαλείποντας ἢ ὅσον αἱ νῆσοι πρὸς ἀλλήλας· ὥστε καὶ παραπλεῖν καὶ περιπλεῖν καὶ πεζεύειν καὶ ἔτι πελαγίους εἶναι διὰ τῆς Ἀττικῆς ὥσπερ ἐν πομπῇ κατʼ ἐξουσίαν τὸ πρὸς ἡδονὴν αἱρουμένους. αἱ δὲ ἐπίκεινται πανταχόθεν πεποικιλμέναι Κυκλάδες καὶ Σποράδες περὶ τὴν Ἀττικὴν, ὥσπερ τῆς θαλάττης ἐξεπίτηδες ἀνείσης ἀντὶ

προαστείων τῇ πόλει, χοροῦ σχῆμα σώζουσαι, καὶ τὰ ἐκείνων κάλλη καὶ κόσμους τῆς πόλεως κάλλη καὶ κόσμους εἶναι συμβέβηκε. δύνανται γὰρ ὅπερ τοῖς βασιλείοις τὰ προπύλαια, καὶ σελήνην ἀστέρες ἐγκλείουσι, ποιητὴς ἂν εἴποι τις, μεῖζον φέρουσαι κέρδος ἢ ὅσον παρέχουσι· λέγω δὴ τοῦ προσοικεῖν. διʼ ἃ δὴ καὶ μόνῃ τῇ πόλει κυρίως ἄν