Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἀλλότριον ὤπασεν, αὖτις
  2. δʼ ἐς βαθὺν πέμπει φθόρον,
  3. κείνα καὶ ὑπερφιάλους
  4. Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
  1. Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶ
  2. ὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν
  3. Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία,
  4. πολυφ]άτων γέμουσαν ὕμνων
  5. !!!!!]ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ
  6. !!!!! ἀ]γάλλεται ἢ δολιχαύχενι κύκνῳ,
  7. ὀπὶ ἁ]δεΐᾳ φρένα τερπόμενος,
  8. !!!!!!]δʼ ἵκῃ παιηόνων
  9. [*](Column 32)
  10. ἄνθεα πεδοιχνεῖν,
  11. Πύθιʼ Ἄπολλον,
  12. τόσα χοροὶ Δελφῶν
  13. σὸν κελάδησαν παρʼ ἀγακλέα ναόν.
  14. πρίν γε κλέομεν λιπεῖν
  15. Οἰχαλίαν πυρὶ δαπτομέναν
  16. Ἀμφιτρυωνιάδαν θρασυμηδέα φῶ-
  17. θʼ, ἵκετο δʼ ἀμφικύμονʼ ἀκτάν·