Dithyrambs
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ἔνθα κάρυκες διʼ εὐ-
- ρεῖαν πόλιν ὀρνύμενοι
- Τρώων ἀόλλιζον φάλαγγας
- δεξίστρατον εἰς ἀγοράν.
- παντᾷ δὲ διέδραμεν αὐδάεις λόγος·
- θεοῖς δʼ ἀνίσχοντες χέρας ἀθανάτοις
- εὔχοντο παύσασθαι δυᾶν.
- Μοῦσα, τίς πρῶτος λόγων ἆρχεν δικαίων;
- Πλεισθενίδας Μενέλαος γάρυϊ θελξιεπεῖ
- φθέγξατʼ, εὐπέπλοισι κοινώσας Χάρισσιν·
- ὦ Τρῶες ἀρηΐφιλοι,
- Ζεὺς ὑψιμέδων, ὃς ἅπαντα δέρκεται,
- οὐκ αἴτιος θνατοῖς μεγάλων ἀχέων,
- ἀλλʼ ἐν μέσῳ κεῖται κιχεῖν
- πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
- Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος·
- ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
- ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
- ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς
- Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς