Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. δόξαν, ὦ χρυσαλάκατοι Χάριτες,
  2. πεισίμβροτον δοίητʼ, ἐπεὶ
  3. Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας
  4. εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου
  5. Ζηνὸς εὐθαλὲς πέδον
  6. ὑμνεῖν, ὅθι μηλοδαΐκταν
  7. θρέψεν ἁ λευκώλενος
  8. Ἥρα περικλειτῶν ἀέθλων
  9. πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα.
  10. κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι
  11. πρώτιστον Ἀργείων κριτοὶ
  12. ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς
  13. πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος,
  14. σᾶμα μέλλοντος φόνου.
  15. ὦ μοῖρα πολυκρατές· οὔ νιν
  16. πεῖθʼ Ὀϊκλείδας πάλιν
  17. στείχειν ἐς εὐάνδρους ἀγυιάς.
  18. ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α
  19. ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν
  20. [*](Column 15)
  21. πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον.