Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ᾧ δὲ σὺ πρεσβύτατον νείμῃς γέρας
  2. νίκας ἐπʼ ἀνθρώποισιν εὔδοξος κέκλη-
  3. ται καὶ πολυζήλωτος. Ἀρ[ιστομένει]ον
  4. νῦν γ]ʼ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να
  5. [*](The rest is fragmentary.)
    [*]( The text of str. 1 is fragmentary. )
  1. Πυθῶνά τε μηλοθύταν
  2. [*](Column 14)
  3. ὑμν έω ν Νεμέαν τε καὶ Ἰσθμόν·
  4. γᾷ δʼ ἐπισκήπτων χέρα
  5. κομπάσομαι· σὺν ἀλα-
  6. θείᾳ δὲ πᾶν λάμπει χρέος·
  7. οὔτις ἀνθρώπων κ[αθʼ Ἕλλα-
  8. νας ἐν ἅλικι χρόνῳ
  9. παῖς ἐὼ ν ἀνήρ τε π[λεῦ-
  10. νας ἐδέξατο νίκας.
  11. ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπʼ ἀργυ]ροδίνα
  12. ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλ έα ς
  13. θ εο δότους εὐχάς, περὶ κ[ρατί τʼ ὄ]πα[σσα]ς
  14. γλαυκὸν Αἰτωλίδος
  15. ἄνδημʼ ἐλαίας
  16. ἐν Πέλοπος Φρυγίου
  17. κλεινοῖς ἀέθλοις.