Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Λάχων Διὸς μεγίστου
  2. λάχε φέρτατον πόδεσσι
  3. κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν,
  4. διʼ ὅσσα πάροιθεν
  5. ἀμπελοτρόφον Κέον
  6. ἄεισάν ποτʼ Ὀλυμπίᾳ
  7. πύξ τε καὶ στάδιον κρατεῦ-
  8. σαν] στεφάνοις ἐθείρας
  9. νεανίαι βρύοντες.
  10. σὲ δὲ νῦν ἀναξιμόλπου
  11. Οὐρανίας ὕμνος ἕκατι νίκ[ας
  12. Ἀριστομένειον
  13. ὦ ποδάνεμον τέκος,
  14. γεραίρει προδόμοις ἀοι-
  15. δαῖς, ὅτι στάδιον κρατή-
  16. σας Κέον εὐκλέϊξας.