Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. σας Ἱέρωνι φέρων
  2. εὐδ]αιμονίας πέταλον.
  3. χρὴ δʼ ἀλαθείας χάριν
  4. [*](Column 12)
  5. αἰνεῖν, φθόνον ἀμφοτέραισιν
  6. χερσὶν ἀπωσάμενον,
  7. εἴ τις εὖ πράσσοι βροτῶν.
  8. Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν
  9. Ἡσίοδος πρόπολος
  10. Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ
  11. καὶ βροτῶν φήμαν ἕπ[εσθαι.
  12. πείθομαι εὐμαρέως
  13. εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας
  14. πέμπειν Ἱέρωνι· τόθεν γὰρ
  15. πυθμένες θάλλουσιν ἐσθλ[ῶν,
  16. τοὺς ὁ μεγιστοπάτωρ
  17. Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι.