Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἐκ λάρνακος ὠκύμορον
  2. φιτρὸν ἀγκλαύσασα, τὸν δὴ
  3. μοῖρʼ ἐπέκλωσεν τότε
  4. ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν
  5. Δαϊπύλου Κλύμενον
  6. παῖδʼ ἄλκιμον ἐξεναρί-
  7. ζων ἀμώμητον δέμας,
  8. πύργων προπάροιθε κιχήσας·
  9. τοὶ δὲ πρὸς εὐκτιμέναν
  10. φεῦγον ἀρχαίαν πόλιν
  11. Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα,
  12. γνῶν δʼ ὀλιγοσθενέων·
  13. αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων
  14. ἀγλαὰν ἥβαν προλείπων.
  15. φασὶν ἀδεισιβόαν
  16. [*](Column 11)
  17. Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε
  18. τέγξαι βλέφαρον, ταλαπενθ έο ς
  19. πότμον οἰκτίροντα φωτός·
  20. καί νιν ἀμειβόμενος
  21. τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον,