Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰ
  2. πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων
  3. παῦσεν] χόλον ἀγροτέρα
  4. [*](Column 10)
  5. Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς
  6. μαρνάμεθʼ ἐνδυκέως
  7. Κουρῆσι μενεπτολέμοις·
  8. ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις
  9. Ἴφικλον κατέκτανον
  10. ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ
  11. καρτερόθυμος Ἄρης
  12. κρίνει φίλον ἐν πολέμῳ·
  13. τυφλὰ δʼ ἐκ χειρῶν βέλη
  14. ψυχαῖς ἔπι δυσμενέων φοι-
  15. τᾷ θάνατόν τε φέρει
  16. τοῖσιν ἂν δαίμων θέλῃ·
  17. ταῦτʼ οὐκ ἐπιλεξαμένα
  18. Θεστίου κούρα δαΐφρων
  19. μάτηρ κακόποτμος ἐμοὶ
  20. βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά·
  21. καῖέ τε δαιδαλέας