Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. χὥτι πεντήκοντʼ ἔτ εα
  2. ζωὰν βαθύπλουτον τελεῖς.
  3. ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ
  4. κερδέων ὑπέρτατον.
  5. φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν
  6. αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου
  7. οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός·
  8. ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα
  9. γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι
  10. ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει
  11. βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ
  12. Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου
  13. κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς
  14. ἄνθεα· πράξα[ντι] δʼ εὖ
  15. οὐ φέρει κόσμον σιω-
  16. πά· σὺν δʼ ἀλαθείᾳ καλῶν
  17. καὶ μελιγλώσσου τις ὑμνήσει χάριν
  18. Κηΐας ἀηδόνος.