Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς,
  2. ὦ μεγαίνητε Ἱέρων, θελήσει
  3. φάμ]εν σέο πλείονα χρυσὸν
  4. Λοξί]ᾳ πέμψαι βροτῶν.
  5. εὖ λέγ]ειν πάρεστιν, ὅσ-
  6. τις μὴ φθόνῳ πιαίνεται,
  7. θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον,
  8. τεθμ]ίου σκᾶπτρον Διὸς
  9. ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν·
  10. ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων
  11. ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι.
  12. καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών·
  13. δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν
  14. ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων
  15. ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι·
  16. [*](Column 5)
  17. θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν
  18. γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι
  19. μοῦνον ἁλίου φάος,