Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ¯˘¯×¯˘¯×] μυρίων
  2. ¯˘¯×¯˘¯]ν;
  3. ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ,
  4. φοινίσσεται αἵματι χρυσο]δίνας
  5. [*](Column 4)
  6. Πακτωλός· ἀεικελίως γυναῖκες
  7. ἐξ ἐϋκτίτων μεγάρων ἄγονται·
  8. τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον.
  9. τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν
  10. ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ
  11. παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας
  12. ἔβαλλον· ὁ γὰρ προφανὴς θνα-
  13. τοῖσιν ἔχθιστος φόνων·
  14. ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς
  15. λαμπρὸν διάϊ[σσεν μέ]νος,
  16. Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος
  17. σβέννυεν ξανθὰ[ν φλόγα.
  18. ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα
  19. τεύχει· τότε Δαλογενὴς Ἀπόλλων
  20. φέρων ἐς Ὑπερβορέους γέροντα
  21. σὺν τανισφύροις κατένασσε κούραις