Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Δελφοὶ διέπουσι. θεόν, θεόν τις
  2. ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων.
  3. ἐπεί ποτε καὶ δαμασίππου
  4. Λυδίας ἀρχαγέταν,
  5. εὖτε τὰν πεπ[ρωμέναν
  6. Ζηνὸς τελε[ιοῦσαι κρίσιν
  7. Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ,
  8. Κροῖσον ὁ χρυσά[ορος
  9. φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ
  10. μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε
  11. μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ
  12. χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς
  13. ναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ
  14. σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στον
  15. θυγατράσι δυρομέναις· χέρας δʼ ἐς
  16. αἰπὺν αἰθέρα σφετέρας ἀείρας
  17. γέγω]νεν· ὑπέρβιε δαῖμον,
  18. ποῦ θεῶν ἐστιν χάρις;
  19. ποῦ δὲ Λατοίδας ἄναξ;
  20. πίτνουσ]ιν Ἀλυάττα δόμοι,