Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Ἄργος ἥρωες περικλειτοὶ λιπόντες.
  2. ἔνθεν ἀπεσσύμεναι
  3. Προίτου κυανοπλόκαμοι
  4. φεῦγον ἄδματοι θύγατρες,
  5. τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί-
  6. να τέ νιν πλᾶξεν μέριμνα·
  7. δοίαξε δὲ φάσγανον ἄμ-
  8. φακες ἐν στέρνοισι πᾶξαι.
  9. ἀλλά νιν αἰχμοφόροι
  10. μύθοισί τε μειλιχίοις
  11. καὶ βίᾳ χειρῶν κάτεχον.
  12. τρισκαίδεκα μὲν τελέους
  13. μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν
  14. φεῦγόν τε κατʼ Ἀρκαδίαν
  15. μηλοτρόφον· ἀλλʼ ὅτε δὴ
  16. Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν,
  17. ἔνθεν χρόα νιψάμενος φοι-
  18. νικο[κραδέμνοι]ο Λατοῦς
  19. κίκλ[ῃσκε θύγατρα] βοῶπιν,
  20. [*](Column 22)
  21. χεῖρας ἀντείνων πρὸς αὐγὰς