Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- ναῖον ἀδεισιβόαι
- χαλκάσπιδες ἡμίθεοι
- σὺν πολυζήλῳ βασιλεῖ.
- νεῖκος γὰρ ἀμαιμάκετον
- βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς [*](Column 21)
- Προίτῳ τε καὶ Ἀκρισίῳ·
- λαούς τε διχοστασίαις
- ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς.
- λίσσοντο δὲ παῖδας Ἄβαντος
- γᾶν πολύκριθον λαχόντας
- Τίρυνθα τὸν ὁπλότερον
- κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν·
- Ζεύς τʼ ἔθελεν Κρονίδας,
- τιμῶν Δαναοῦ γενεὰν
- καὶ διωξίπποιο Λυγκ έο ς,
- παῦσαι στυγερῶν ἀχέων.
- τεῖχος δὲ Κύκλωπες κάμον
- ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει
- κάλλιστον, ἵνʼ ἀντίθεοι
- ναῖον κλυτὸν ἱππόβοτον