Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ἦρα παννίκοιο πάλας·
  2. οὐκ εἶδέ νιν ἀέλιος
  3. κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα.
  4. φάσω δὲ καὶ ἐν ζαθέοις
  5. ἁγνοῦ Πέλοπος δαπέδοις
  6. Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον
  7. εἰ μή τις ἀπέτραπεν ὀρθᾶς,
  8. παγξένῳ χαίταν ἐλαίᾳ
  9. γλαυκᾷ στεφανωσάμενον
  10. πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι.
  11. [οὔ τι δόλος κακόφρων]
  12. [*](Column 20)
  13. παῖδʼ ἐν χθονὶ καλλιχόρῳ
  14. ποικίλαις τέχναις πέλασσεν·
  15. ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ
  16. γνῶμαι πολύπλαγκτοι βροτῶν
  17. ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας.
  18. νῦν δʼ Ἄρτεμις ἀγροτέρα
  19. χρυσαλάκατος λιπαρὰν
  20. ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε.
  21. τᾷ ποτʼ Ἀβαντιάδας