Epinicians

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. Νίκα [γλυκύδωρε, μεγίσταν
  2. σοὶ πατ[ὴρ ὤπασσε τιμὰν
  3. ὑψίζυγ[ος Οὐρανιδᾶν
  4. ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ
  5. Ζηνὶ παρισταμένα
  6. κρίνεις τέλος ἀθανάτοι-
  7. σίν τε καὶ θνατοῖς ἀρετᾶς.
  8. ἔλλαθι, [βαθυ]πλοκάμου
  9. κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι
  10. καὶ νῦν Μεταπόντιον εὐ-
  11. γυίων [κατέχ]ουσι νέων
  12. κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ·
  13. ὑμνεῦσι δὲ Πυθιόνικον
  14. παῖδα θαητὸν Φαΐσκου.
  15. ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ-
  16. ὸς βαθυζώνοιο Λατοῦς
  17. δέκτο βλεφάρῳ· πολέες
  18. δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν
  19. ἐν πεδίῳ στέφανοι
  20. Κίρρας ἔπεσον κρατερᾶς