Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἡ ἅπασα Ἑλλὰς χερρονήσοις ὁρίζεται· ὧν πρώτη ἡ Πελοπόννησος, ἱσθμῷ κλεισμένη μ΄ σταδίων· δευτέρα δὲ ἡ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμός ἐστιν

581
ὁ ἐκ Παγῶν τῶν Μεγαρικῶν εἰς Νίσαιαν, τὸ Μεγαρέων ἐπίνειον, ὑπερβολῇ σταδίων ρκ΄ ἀπὸ θαλάττης τῆς Κορινθίας ἐπὶ θάλατταν τὴν Σαρωνικήν· τρίτη δʼ ἡ καὶ ταύτην περιέχουσα, τὸν δὲ ἰσθμὸν ἔχουσα ἀπὸ τοῦ μυχοῦ τοῦ Κρισαίου κόλπου μέχρι Θερμοπυλῶν· ἡ ἐπινοουμένη εὐθεῖα γραμμὴ ὅσον φη΄ σταδίων, τὴν μὲν Ἀττικὴν καὶ Βοιωτίαν ἅπασαν ἐντὸς ἀπολαμβάνουσα, τὴν δὲ Φωκίδα τέμνουσα λοξὴν καὶ τοὺς Ἐπικνημιδίους Λοκρούς· τετάρτη δʼ ἡ ἀπὸ τοῦ Ἀμπρακικοῦ κόλπου διὰ τῆς Οἴτης καὶ τῆς Τραχινίας εἰς τὸν Μαλιακὸν κόλπον καθήκοντα ἔχουσα τὸν ἰσθμὸν καὶ τὰς Θερμοπύλας, ὅσον ω΄ ὄντα σταδίων. Πλειόνων δὲ ἢ α ἄλλος ἐστὶν, ἀπὸ τοῦ αὐτοῦ κόλπου τοῦ Ἀμπρακικοῦ διὰ Θετταλῶν καὶ Μακεδόνων εἰς τὸν Θερμαῖον διήκων μυχόν.

Ὅτι ὁ Πύλος ἐστὶ μὲν παὶ πόλις· « οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον· » ἔστι δὲ καὶ ἡ χώρα· « ὅς τʼ εὐρὺ ῥέει Πυλίων διὰ γαίης. » Περὶ δὲ τὴν πόλιν τὴν Πύλον ῥεῖ ποταμὸς Ἄμαθος καλούμενος, ὅθεν τὸ· « Πύλοιο ἄναξ ἦν ἠμαθόεντος. « Ἡ δὲ Ἦλις ἡ χώρα ἐστίν· οὔπω γὰρ ἦν ἐπὶ τῶν Ὁμήρου χρόνων ἡ γῦν Ἦλις πόλις κτισθεῖσα.

Ὅτι Τριφυλία ἡ περὶ τὴν Ἦλιν χώρα ἐκλήθη διὰ τὰ τρία γένη, τό τε τῶν ἀπʼ ἀρχῆς Ἐπειῶν κατασχόντων τὴν χώραν καὶ τὸ τῶν ἐποικησάντων Μινυῶν καὶ τρίτον τὸ τῶν Ἠλείων τῶν ὕστατα ἐπικρατησάντων.

Ὅτι Κυλλήνη ἐπίνειόν ἐστιν Ἠλείων, ἐπέχουσα τῆς Ἤλιδος πόλεως στάδια ρκ΄. Μέμνηται δὲ τῆς Κυλλήνης ταύτης καὶ Ὅμηρος, λέγων· « Ὦτον Κυλλήνιον, ἀρχὸν Ἐπειῶν. » Οὐ γὰρ ἀπὸ τοῦ Ἀρκαδικοῦ ὄρους ὄντα ἤμελλεν ἡγεμόνα τῶν Ἐπειῶν ἀποφῆναι.

Ὅτι μετὰ τὴν Κυλλήνην πρὸς νότον ὁ Σελλήεις ἐστὶ ποταμὸς, ῥέων ἐκ Φολόης διὰ πόλεως Ἐφύρας, ἑτέρας οὔσης τῆς Θετταλικῆς καὶ τῆς Θεσπρωτικῆς καὶ τῆς Κορίνθου· καὶ περὶ ταύτης λέγει Ὅμηρος· « τὴν ἄγετʼ ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. Ἐκῖ δὲ καὶ Ὀδυσσεὺς ᾤχετο· « φάρμακον ἀνδροφόνον διζήμενος. » καὶ δὲ καὶ περὶ ταύτης λέγουσιν οἱ μνηστῆρες· « ἠὲ καὶ εἰς Ἐφύρην ἔλθοι πίειραν ἄρουραν. Ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ. » Ἐκεῖθεν ἦν καὶ ἡ τοῦ Αὐγείου θυγάτηρ· « ἣ τόσα φάρμακα ᾔδει, δσατρέφει εὐρεῖα χθών.» Πρὸ δὲ αὐτοῦ καὶ ὁ Μινύειος ποταμός ἐστιν· εἶτα ἡ Χελωνάτας ἄκρα πρὸς νότον, καὶ Πύλος ἕτερος τοῦ Μεσσηνιακοῦ τοῦ Νέστορα θρέψαντος. Τρεῖς γάρ εἰσι Πύλοι, ὡς καὶ τὸ ἔπος δηλοῖ « ἔστι Πύλος πρὸ Πύλοιο, Πύλος γε μέν ἐστι καὶ ἄλλος, » δ τε Μεσσηνιακὸς καὶ ὁ τῆς Ἤλιδος καὶ ὁ Τριφυλιακός.

Ὅτι εἴωθεν Ὅμηρος τὰ μέρη πολλάκις τοῖς

582
ὅίλοις συναριθμεῖν· οἶον· « ἀνʼ Ἐλλάδα καὶ μέσον Ἄργος » καὶ « ἀνʼ Ἐλλάδα τε Φθίην τε· » καὶ « οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων· » καὶ « Κουρῆτές τʼ έμέχοντο καὶ Αἰτωλοί. » Τοιοδτόν ἐστι καὶ τὸ « οἳ δ᾿ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον· » τὸ γὰρ Βουπράσιον μέρος ἐστὶ τῆς Ἤλιδος μοίρας.

Ὄτι ἐστί τις ποταμὸς Ἀχελῷος περὶ Δύμην πόλιν τῆς Ἤλιδος, ὁμώνυμος τῷ κατὰ τὴν Ἀκαρνανίαν ποταμῷ Ἀχελῴῳ καλουμένῳ.

Ὅτι ἀπὸ Φειᾶς πόλεως τῆς ἐν Ἤλδι ἕως Ὄλυμπίας ἀπὸ θαλάσσης ἄνοδος στάδιοι ρκ΄ τὸ ἐγγυτάοω.

Ὅτι ἀπὸ τοῦ αὐτοῦ τόπου ἄρχεται Εὐρώτας τε καὶ Ἀλφειὸς, ἐξ Ἀσέας κώμης τῆς Μεγαλοπολίτιδος, δύντες δὲ ἐπὶ συχνοὺς σταδίους ἀνατέλλουσι πάλιν, καὶ ὁ μὲν εἰς τὴν Λακωνικήν, ὁ δὲ εἰς τὴν Πισᾶτιν κατάγεται.

Ὅτι ὁ Ἀλφειὸς ποταμὸς, παραλαβὼν τόν τε Κελάδοντα καὶ Ἐρύμανθον καὶ ἄλλους ποταμοὺς καὶ διελθὼν παρὰ τὴν Ὀλυμπίαν, ἐκβάλλει εἰς τὴν Σικελικὴν θάλασσαν.

Ὅτι πρὸς ἀνατολὰς τοῦ Πύλου ἠμαθόεντος ὄρος ἐστὶ καλούμενον Μίνθη. Φασὶ δὲ τὴν Μίνθην, παλλακίδα οὖσαν τοῦ Ἅιδου πρὶν, ἀπατηθῆναι μὲν ὑπὸ τῆς Κόρης, μεταμορφωθῆναι δὲ εἰς τὸ φυτὸν τὴν μίνθην, ὅπερ ἐστὶ τὸ ἡδύοσμον.

Ὅτι ὁ πρὸ τοῦ Πύλου αἰγιαλὸς θινώδης ἐστὶ καὶ στενὸς, ὅθεν ἠμαθόεις ὁ Πύλος.

Ὅτι Λέπρεον πόλις τῆς Μεσσηνίας, ἀφ οὗ ὁ ἠμαθόεις Πύλος Λεπρεάτης.

Ὅτι, ἔνθα ὁ Τηλέμαχος κατέλαβε τὸν Νέστορα θύοντα, τὸ ἱερόν ἐστι τοῦ Σαμίου Ποσειδῶνος· ἡ δὲ Σάμος κώμη ἐστὶ τῆς Μεσσηνίας.

Ὅτι τὴν Θρυόεσσαν πόλιν, αἰπεῖαν κολώνην, καὶ Θρύον, Ἀλφειοῖο πόρον, τὴν αὐτήν λέγει εἶναι Ὅμηρος· καὶ γὰρ ἐκεῖ περάσιμος γίνεται ὁ Ἀλφειὸς ποταμός. Ἀλφειὸς δὲ ὠνόμασται διὰ τὸ δύναμιν ἔχειν τοὺς ἀλφοὺς ἰᾶσθαι.

Ὅτι ἡ Οἰχαλία πόλις, ἡ τοῦ Εὐρύτου Οἰχαλιῆος, ἡ νῦν καλουμένη Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν, ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοῖκῷ.

Ὅτι οἱ μὲν ἄλλοι Πύλοι παραθαλάσσιοί εἰσιν, ὁ δὲ τοῦ Νέστορος, ὁ Τριφυλιακὸς καὶ Ἀρκαδικὸς καὶ Λεπρεατικός, ὑπὲρ τοὺς λ΄ σταδίους τῆς θαλάσσης ἀπέχει, ὡς δηλοῖ ὁ Πεισίστρατος καὶ ὁ Τηλέμαχος, μὴ εἰσελθόντες εἰς τὴν πόλιν μετὰ τοῦ ἄρματος, ἀλλὰ παραλλάξαντες.

Ὅτι ὁ Τηλέμαχος, ὑφορώμενος τὴν τῶν μνηστήρων ἐνέδραν, ἔπλεε πρῶτον μέν πρὸς βορρᾶν ἕως Ἤλιδος, εἶτα ἐκεῖθιν διὰ τῶν Ἐχινάδων νήσων ἕως

583
ἐκεῖθεν αὖθις ἔκαμψε πρὸς νότον καὶ παρήλλαξε τὴν ἐνέδραν.

Ὅτι ὁ ἐν Ὀλυμπίᾳ Ζεὺς μέγιστος ἐλεφάντινος, ἔργον Φειδίου τοῦ Χαρμίδου Ἀθηναίου θαυμασιώτατον· ἐποίησε δʼ αὐτὸν ὁ Φειδίας, ὡς ἔλεγε, πρὸς τὸ παρʼ Ὁμήρῳ παράδειγμα, τὸ· « Ἦ, καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων, Ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος Κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δ' ἐλέλιξεν Ὄλυμπον· « ἐνδείκνυται γὰρ διὰ τούτων τήν τῆς δυνάμεως ὑπερβολὴν, συμπαθουσῶν καὶ τῶν τριχῶν. Ἐπὶ δὲ τῆς Ἥρας διὰ τὴν ὕφεσιν. φησὶ, τῆς δυνάμεως λέγει Ὅμηρος « Σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμκον· » πολὺ γὰρ ὑπερβάλλει τὸ νεύματι μόνῳ σείειν καὶ τὸ ὅλην αὐτὴν σείεσθαι ἐν τῷ θρόνῳ καὶ ποιεῖν τὸ αὐτό.

Ὅτι οἱ μετὰ Ὀξύλου καὶ τῶν Ἡρακλειδῶν κατελθόντες Αἰτωλοὶ εἰς Πελοπόννησον συνῴκησαν Ἠλείοις· καὶ αὐτοί εἰσιν οἱ τὸν ἐν Ὀλυμπίᾳ ἀγῶνα πρῶτοι διαθέντες καὶ τὰς Ὀλυμπιάδας διὰ τετραετηρίδος ὁρίσαντες μετὰ Ἠλείων. Καὶ ἕως μὲν τῆς κϚ΄ Ὁλυμπιάδος ἦρχον οἱ Ἠλεῖοι τοῦ ἀγῶνος· εἶτα οἱ Πισᾶται καθυπερτερήσαντες παρέλαβον τὸν ἀγῶνα, ἐπὶ ἔτη πολλὰ ἀγωνοθετοῦντες· εἶτα πάλιν Λακεδαιμόνιοι ἀφελόμενοι τοὺς Πισάτας παρέδοσαν τοῖς Ἐπειοῖς, καὶ τὸν Πύλον τὸν τοῦ Νέστορος καθελόντες εἰς Λέπρεον συνῴκισαν· τοῦτο δʼ ἐποίησαν, διότι τοῖς Μεσσηνίοις ἔναντι Λακεδαιμονίων συνεμάχουν Πισᾶται καὶ Πύλιοι.