Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμός ἐστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου, ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία, Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἷτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί. Ἄπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ρκ'. Ἀπέχει δʼ ἡ Μμθώνη τῆς μὲν Πύδνης στάδια μ΄, τῆς Ἀλώρου δὲ ο΄ στέδια. Ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, ἡ δὲ Ἄλωρος Βοτταϊκή. Ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖcι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν. Ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβνη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως.

Ὅτι τὴν Πέλλαν, οὖσαν μικρὰν πρότερον, Φίλιππος εἰς μῆκος ηὔξησε, τραφεὶς ἐν αὐτῇ. Ἔχει δὲ λίμνην πρὸ αὑτῆς, ἐξ ἧς ὁ Λουδίας ποταμὸς ῥεῖ· τὴν δὲ λίμνην πληροῖ τοῦ Ἀξιοῦ τι ποταμοῦ ἀπόσπασμα. Εἶτα ὁ Ἀξιὸς, διαιρῶν τήν τε Βοττιαίαν καὶ τὴν Ἀμφαξῖτιν γῆν καὶ παραλαβὼν τὸν Ἐρίγωνα ποταμὸν ἐξίησι μεταξὺ Χαλάστρας καὶ Θέρμης. Ἐπίκειται δὲ τῷ Ἀξιῷ ποταμῷ χωρίον, ὅπερ Ὅμηρος Ἀμυδῶνα καλεῖ, καί φησι τοὺς Παίονας ἐντεῦθεν εἰς Τροίαν ἐπικούρους ἐλθεῖν· τηλόθεν ἐξ Ἀμυδῶνος, ἀπʼ Ἀξιοῦ εὐρυρέοντος. » Ἀλλʼ ἐπεὶ ὁ μίν Ἀξιὸς θολερός ἐστι, κρήνη δέ τις ἐξ Ἀμυδῶνος ἀνίσχουσα καὶ ἐπιμιγνυμένη αὐτῷ καλλίστου ὕδατος, διὰ τοῦτο τὸν ἑξῆς στίχον, « Ἀξιοῦ, οὗ κάλλιστον ὕδωρ ἐπικίδναται Αἶαν, » μεταγράφουσιν οὕτως· « Ἀξιοῦ, ᾧ κάλλιστον ὕδωρ ἐπικίδναται Αἴης. » οὐ γὰρ τὸ τοῦ Ἀξιοῦ ὕδωρ κάλλιστον ★ τῆς γῆς τῇ ὄψει κίδναται, ἀλλὰ τῆς γῆς τῷ Ἀξιῷ.

Ὅττι μετὰ τὸν Ἀξιὸν ποταμὸν ἡ Θεσσαλονίκη ἐσιὶ πόλις, ἣ πρότερον Θέρμη ἐκαλεῖτο· κτίσμα δʼ ἐστὶ Κασσάνδρου, ὃς ἐπὶ τῷ ὀνόματι τῆς ἑαυτοῦ γυναικὸς, παιδὸς δὲ Φιλίππον τοῦ Ἀμύντου, ὠνόμασε· μετῴκισε δὲ τὰ πέρξ πολίχνπια εἰς αὐτὴν, οἶον Χαλάστραν, Αἰνέαν, Κισσὸν καί πνα καὶ ἄλλα. Ἐκ δὲ τοῦ Κισσοῦ τούτου ὑπονοήσειεν ἄν τις γενέσθαι καὶ τὸν παρʼ Ὁμήρῳ Ἰφιδάμαντα, οὗ ὁ πάππος Κισσεὺς ἔθρεψεν αὐτὸν, φησὶν, ἐν Θρῄκῃ, ἣ νῦν Μακεδονία καλεῖται. λεῖται.

Ὅτι ἡ Βέροια πόλις ἐν τοῖς ὑπωρείαις κεῖται τοῦ Βερμίου ὄρους.

579

Ὅτι ἡ Παλλήνη χερρόνησος, ἧ ἐν τῷ ἰσθμῷ κεῖται ἡ πρὶν μὲν Ποτίδαια, νῦν δὲ Κασσάνδρεια, Φλέγρα τὸ πρὶν ἐκαλεῖτο. Ὤκουν δʼ αὐτὴν οἱ μυθευόμενοι Γίγαντες, ἔθνος ἀσεβὲς καὶ ἔνομον, οὓς Ἡρακλῆς διέφθειρεν. Ἔχει δὲ πόλεις δ΄, Ἄφυτιν, Μένδην, Σκιώνην, Σάνην.

Ὅτι τῆς Ὀλύνδου ἐπίνειόν ἐστι Μηκύπερνα ἐν τῷ Τορωναίῳ κόλπῳ.

Ὅτι πλησίον Ὀλόνθου χωρίον ἐστὶ κοῖλον, καλούμενον Κανθαρώλεθρον ἐκ τοῦ συμβεβηκότος· τὸ γὰρ ζῷον ὁ κένθαρος πέριξ τῆς χώρας γινόμενος, ἡνίκα ψαύσῃ τοῦ χωρίου ἐκείνου, διαφθείρεται.

Ὅτι ἀντικρὸ Κανέστρου, ἄκρου τῆς Παλλήνης, ἡ Δέρρις ἐστὶν ἄκρα, πλησίον Κωφοῦ λιμένος· καὶ ὁ Τορωναῖος κόλπος ὑπὸ τούτων ἀφορίζεται. Καὶ πρὸς ἀνατολὰς αὖθις κεῖται τὸ ἄκρον τοῦ Ἄθωνος, δ ἀφορίζει τὸν Σιγγιτικὸν κόλπον· ὡς εἶναι ἐφεξῆς κόλπους τοῦ Αἰγαίου πελάγους πρὸς βορρᾶν ἀλλήλων ἀπέχοντας οὕτως Μαλιακὸν, Παγασιτικὸν, Θερμαῖον, Τορωναῖον, Σιγγιτικὸν, Στρυμονικόν. Τὰ δὲ ἄκρα, Ποσείδιον μὲν τὸ μεταξὺ Μαλιακοῦ καὶ Παγασιτικοῦ, τὸ δὲ ἐφεξῆς πρὸς βορρᾶν Σηπιὰς, εἶτα τὸ ἐν Παλλήνῃ Κάναστρον, εἶτα Δέρρις, εἶτα Νυμφαῖον ἐν τῷ Ἄθωνι πρὸς τῷ Σιγγιτικῷ, τὸ δὲ πρὸς τῷ Στρυμτνικῷ Ἀκράθως ἄκρον, ὧν μεταξὺ ὁ Ἄθων, οὗ πρὸς ἀνατολὰς ἡ Λῆμνος· πρὸς δὲ βορρᾶν ἀφορίζει τὸν Στρυμονικὸν κόλπον ἡ Νεάπολις.

Ὅτι Ἄκανθος πόλις ἐν τῷ Σιγγιτικῷ κοίτῳ ἔστὶ παράλιος πλησίον τῆς τοῦ Ξέρξου δλώρυχος· ἔχει δʼ ὁ Ἄθων έ πόλεις, Δῖον, Κλεωνὰς, Θύσσον, Ὀλόφυξιν, Ἀκροθώους· αὕτη δὲ πρὸς τῇ κορυφῇ τοῦ Ἄθωνος κεῖται. Ἔστι δʼ ὁ Ἄθων ὄρος μαστοειδὲς, ὀξύτατον, ὑψηλότατον, οὗ σἱ τὴν κορυφὴν οἰκοῦντες ὅρῶσι τὸν ἥλιον ἀνατέλλοντα πρὸ ὡρῶν γ΄ τῆς ἐν τῇ παραλίᾳ ἀνατολῆς. Καὶ ἔστιν ἀπὸ πόλεως τῆς Ἀκάνθου ὁ περίπλους τῆς χερρονήσου ἕως Σταγείρου, πόλεως τοῦ Ἀριστοτέλους, στάδια υ΄, ἐν ᾗ λιμὴν ὄνομα Κάπρος καὶ νησίον ὁμώνυμον τῷ λιμένι· εἶτα αἱ τοῦ Στρυμόνος ἐκβολαί· εἶτα Φάγρης, Γαληψὸς, Ἀπολλωνία, πᾶεαι πόλεις· εἶτα τὸ Νέστου στόμα τοῦ διορίζοντος Μακεδονίαν καὶ Θρᾴκην, ὡς Φίλιππος καὶ Ἀλέξανδρος, ὁ τούτου παῖς, διώριζον ἐν τοῖς κατʼ αὐτοὺς χρόνοις. Εἰσὶ δὲ περὶ τὸν Στρυμονικὸν κόλπον πόλεις καὶ ἕτεραι, οἶον Μύρκινος, Ἀργίλος, Δραβῆσκος, Δάτον, ὅπερ καὶ ἀρίστην ἔχει χώραν καὶ εὔκαρπον καὶ ναυπήγια καὶ χρυσοῦ μέταλλα· ἀφʼ οὗ καὶ παροιμία «Δάτον Δάτον ἀγαθῶν » ὡς καὶ « Ἀγαθῶν ἐγαθῖδες. »

Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ ίλιπτποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὀρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα

580
καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐνΐὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας. Φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια.

Ὅτι ὁ Στρσμὼν ποταμὸς ἄρχεται ἐκ τῶν περὶ τὴν Ῥοδόπην Ἀγριάνων.

Ὁτι ὁ παρʼ Ὁμήρῳ Ἀστεροπαῖος, υἱὸς Πηλεγόνος, ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονία ἱστορεῖται· διὸ καὶ Πηλεγόνος υἱός· οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο.

Ὅτι ἡ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν.

Ὅτι Σίντοι, ἔθνος Θρᾳκικὸν, κατῴκει τὴν Λῆμνον νῆσον· ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ, λέγων· « ἔνθα με Σίντιες ἄνδρες ».

Ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς Ἄβδηρα πόλις, ἐπώνυμος Ἀβδήρου, ὃν οἱ τοῦ Διοαήδους ἵπποι ἔφαγον· εἶτα Δίκαια πόλις πλησίον, ἧς ὑπέρκειται λίμνη μεγάλη ἡ Βιστονίς· εἶτα πόλις Μαρώνεια.

Ὅτι ὁ τῦν ποταμὸς Ῥιγινία ἐν Θρᾴκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος.

Ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν, ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια· ἐκαλεῖτο δὲ ἡ Σαμοθρᾴκῃ Σάμος πρίν.

Ὅτι ἡ ἐν Θρᾴκῃ Χερρόνησος γ ποιεῖθαλάσσας, Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσπον τον ἐκ ἀνατολῶν, καὶ τὸν Μέλανα κόλπον ἐκ νότου· ὅπου καὶ ὁ Μέλας ποταμὸς εἰς βάλλει, ὁμώνυμος τῷ κόλπῳ.

Ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερεονήσου γ΄ πόλεις κεῖνται· πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῆ Προποντίδι Πακτύη, πρὸς δὲ τῇ μεσογεία Λυσιμάχεια· μῆκος τοῦ ἰσθμοῦ στάδια μ΄.

Ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται· τάχα δὲ καὶ ὁ Τραπεζοῦς.