Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι περὶ τὴν Κύμην σημεῖά τινα δείκνυνται τῆς μυθευομένης ἐν Ὀδυσσείᾳ νεκυομαντείας· οἷον Στῦξ καὶ Ἀχερουσία λίμνη καὶ Ἀχέρων καὶ τὰ ἐκεῖσε θερμὰ λουτρὰ ἀντὶ τοῦ Πυριφλεγέθοντος· ἐστι δὲ καὶ διῶρυξ κρυπτὴ, διεξόδους ἔχουσα καὶ νεκυομαντεῖον, καὶ οἱ εἰσιόντες διὰ νυκτὸς εἰσίασι καὶ ἐξέρχονται, ὥστε ἀναλογεῖν τοῖς παρ᾿ Ὁμήρῳ Κιμμιρίοις. Τὸ δ᾿ αὐτὸ φαίνεται ἔργον καὶ περὶ τὴν πλησόν Νεάπολιν.

Ὁτι ὲν Νεαπόλει θερμὰ λουτρά εἰσιν ὑγιαστικά τε καὶ ἀπολαυστικὰ, οὐ χείρω μέν τῶν ἐν Βαΐαις, ἐλάττω δέ. Καὶ πολλοὶ Ῥωμαίων, ἐρῶντες ἡσυχίας τε καὶ ἀναπαύσεως, μετοικίζονται εἰς Νεάπολιν.

Ὅτι ὑπὲρ τὴν Νεάπολιν ὄρος ἐστὶν Οὐεσούϊον καλούμενον, ἀγροῖς περιοικούμενον παγκάλοις, πλὴν τῆς κορυφῆς· αὕτη δ᾿ ἑπίπεδος μέν πολὺ μέρος ἐστὶν, ἄκαρπος δʼ ὅλη. Ἐκ δὲ τῆς ὄψεως τεφρώδης ἐστὶ καὶ κοιλάδας φέρει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν, ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός· ὥστε τεκμήραιτο ἔν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρὸς, σβεσθῆναι δʼ ἐπιλιπούσης τῆς ὕλης. Τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτο αἴτιον· ὥσπερ ἐν τῆ Κατάνῃ τὸ κατατεφρωθέν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. Ἔχει μέν γὰρ τὸ λιπαῖνον καὶ ἡ ἐκπυρουμένη βῶλος καὶ ἡ ἐκφέρουσα τοὺς καρπούς. Πλεονάζουσα δὲ τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία, καθάπερ ἡ θειώδης πᾶσα· ἐξικμασθεῖσα

555
δὲ καὶ σβεσθεῖσα καὶ ἐκτεφρωθεῖσα εἰς καρπογονίαν μεταβάλλει.

Ὅτι πρὸ τῆς Πικεντίνης καὶ Καμπανίας τοῦ μένου τῷ τε Μισηνῷ καὶ τῷ Ἀθηναίῳ ἀκρωτηρίοις νησῖδές εἰσιν, αἵ τε Πιθηκοῦσσαι καὶ Καπρέαι καὶ Σειρηνοῦσσαι καὶ Προχύτη.

Ὅτι κατὰ τὸν Πίνδαρον πᾶς ὁ χῶρος ὁ ἀπὸ τῆς Κύμης μέχρι Σικελίας διάπυρός ἐστι καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας. Διόπερ τοιαύτη ἐστὶν ἥ τε Αἴτνη καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ Δικαιαρχίαν καὶ Νεάπολιν καὶ Βαΐας χωρία καὶ αἱ Πιθηκοῦσσαι.

Ὅτι Τίμαιος ἱστορεῖ, ἀπὸ σεισμῶν λόφον τινὰ τῶν περὶ τὴν Νεάπολιν νήσων καταπεσόντα ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάσσης ἐξῶσαι (πάλιν) ἐπὶ τὸ πέλαγος· τὸ δʼ ἐκτεφρωθέν τῆς γῆς, μετεωρισμὸν λαβὸν, κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ εἰς τρεῖς τὴν θάλατταν σταδίους ἀναχωρήσασαν μετʼ οὐ πολὺ ὑποστρέψαι καὶ τῇ παλιρροία κατακλύσαι τὴν νῆσον καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῇ πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῇ ἠπείρῳ φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν Καμπανίαν.

Ὅτι τοῖς Καμπανοῖς συνέβη διὰ τὴν τῆς χώρας εὐδαιμονίαν ἐπ᾿ ἴσον ἀγαθῶν ἀπολαῦσαι καὶ κακῶν. Ἐπὶ τοσοῦτον μὲν γὰρ ἐτρύφησαν, ὥστε ἐπὶ δεῖπνον ἐκάλουν πρὸς ζεύγη μονομάχων, ὁρίζοντες ἀριθμὸν κατὰ τὴν τῶν δείπνων ἀξίαν. Ἀννίβα δʼ ἐς ἐνδόσεως λαβόντος αὐτοὺς, δεξάμενοι χειμαδίοις τὴν στρατιὰν, οὕτως ἐξεθήλυναν ταῖς ἡδοναῖς, ὥστε ὁ Ἀννίβας ἔφη, νικῶν κινδυνεύειν ἐπὶ τοῖς ἐχθροῖς γενέσθαι, γυναῖκας ἀντὶ τῶν ἀνδρῶν τοὺς στρατιώτας ἀπολαβών. Ῥωμαῖοι δὲ κρατήσαντες πολλοῖς κακοῖς αὐτοὺς ἐσωφρόνισαν.

Ὅτι μετὰ τὴν Καμπανίαν ἡ Πικεντίνη ἐστὶ παραλία. Ἄποικοι δʼ οὗτοι γεγόνασιν ἀπὸ τῶν ἐν τῇ Ἀδρίᾳ Πικήνων, ὑπὸ Ῥωμαίων ἐξαναστάντες εἰς τὸν Ποσειδωνιάτην τοῦτον κόλπον, ὃς νῦν Παιστανὸς καλεῖται, καὶ ἡ πόλις ἡ Ποσειδωνία Παιστὸς, ἐν μέσῳ κειμένη τῷ κόλπῳ. Ἐπίνοσος δʼ ἐστὶν ἡ πόλις διὰ τὰ περικείμενα ἕλη τοῦ ποταμοῦ.

Ὅτι περὶ Πικεντίνους καὶ Λευκανοὺς ὕδωρ ἐστὶ πότιμον, ἐν ᾧ, φυτοῦ τινος ἐμβληθέντος, εὐθὺς λιθοῦται τὸ φυτὸν, φυλάττον τὴν χρόαν καὶ τὸ σχῆμα ὅπερ καὶ εἶχεν.