Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι, τῶν Ἐλλήνων περὶ τὰς κτίσεις εὐστοχησάντων καὶ ἐρυμνότητος καὶ κάλλους καὶ λιμένων καὶ χώρας εὐφυοῦς, οἱ Ῥωμαῖοι ὑπερεβάλλοντο ταῖς τε τῶν ὁδῶν στρώσεσι καὶ ὑδάτων εἰσαγωγαῖς καὶ ὑπονόμοις.

Ὅτι οἱ πρῶτοι Ῥωμαῖοι, πρὸς ἄλλοις μείζοσι καὶ ἀναγκαιοτέροις ὄντες, ὠλιγώρουν τοῦ κάλλους τῆς Ῥώμεης· οἱ δ᾿ ὕστεροι ἐπεμελήθησαν.

Ὅτι ἡ ἐν Ἰταλίᾳ Ἀγκὼν πόλις κτίσμα ἐστὶ Συρακουσίων τῶν τὴν Διονυσίου τυραννίδα μή ὑπομεινάντων, ἀλλὰ φυγόντων· ἔχει δὲ καὶ λιμένα.

Ὅτι Ῥωμαῖοι τὴν Ἥραν Κύπραν καλοῦσι, τὸν δὲ Κρόνον Σατόρνιον.

Ὅτι Μαρσοὶ καὶ Πελιγνοὶ καὶ Μαρρουκῖνοι καὶ Φρεντανοὶ, περὶ τὸ Ἀπέννινον οἰκοῦντες, μαχι μώτατοί εἰσι καὶ πολλάκις τὴν ἀρετήν αὐτῶν ἐπεδείξαντο· πρῶτον μέν, μὴ θέλοντες ὑπὸ Ῥωμαίοις τελεῖν· εἶτα, συστρατεύοντες Ῥωμαίοις· εἶτα, τῆς Ῥωμαϊκῆς ἀντιποιούμενοι πολιτείας καὶ μή τυγχάνοντες, τὸν Μαρσικὸν ἐξῆψαν πόλεμον, ἀπὸ τῶν προκαταρξάντων ὀνομασθέντα· Κορφίνιον, τὴν τῶν Πελιγνῶν μητρόπολιν παραλίαν, κοινήν πᾶσι τοῖς Ἰταλιώταις ἀποδείξαντες πόλιν ἀντὶ τῆς Ῥώμης, ὁρμητήριον τοῦ πολέμου, μετωνόμασαν Ἰταλικήν πόλιν· ἔνθα καὶ ὁπάτους καὶ στρατηγοὺς ἐχειροτόνησαν, καὶ δύο ἔτη πολεμήσαντες διεπράξαντο ὅσα ἐβούλοντο παρὰ Ῥωμαίων.

Ὅτι ἡ Καμπανία χώρα εὐδαιμονεστάτη ἐστῖ, καὶ διὰ τοῦτο περιμάχητος γέγονεν Ὀπικοῖς τε καὶ Αὐσονίοις. Μητρόπολιν δ᾿ ἔχει Καπύην, τὴν οἷον κεφαλήν· κάπην γὰρ τὴν κεφαλὴν καλοῦσι. Τὴν δὲ χώραν φασὶ τρὶς διὰ τοῦ ἔτους σπείρεσθαι, δὶς μέν

554
ζειᾷ, εἶτα ἐλύμῳ· τινὰ δὲ τῆς χώρας καὶ λαχανεύεσθαι τὸ τέταρτον. Ἔνθα καὶ ὁ Φκλερνὸς οἶνος γίνεται, ἄριστος ὤν.

Ὅτι ἡ ἐν Ἰταλίᾳ Κύμη, τῆς Κκμπανικᾶς μοίρας, Ἑλληνικὴ ἐστι, Χαλκιδέων καὶ Κυμαίων αρχαιότατον κτίσμα, συμφωνησάντων, ἴνα τῶν μὲν τὸ ὀνομα ἔχοι ή κτισθησομένη πόλις, τῶν δὲ ἵνκ ἡ ἀποικία λέγοιτο· διὸ καὶ νῦν, Κύμη καλουμένη, Χαλκιδίων λέγεται ἀποικία. Οἰ δὲ τὸν στόλον ἄγοντες Ἱπποκλῆς τε ὁ Κυμαῖος καὶ Μεγασθένης ὁ Χαλκιδεὺς ἦσαν.

Ὅτι μετὰ τὴν Κύμην πόλιν πρὸς νότον ἐστὶ τὸ Μισηνὸν ἄκρον, μεθ᾿ ὃ Βαΐα καὶ τὰ θερμὰ ὕδατα, πρός τε τρυφὴν καὶ θεραπείαν νόσων ἐπιτήδεια. Ὅθεν οἱ Ῥωμαῖοι βαίαν καλοῦσι τὴν τροφὸν καὶ βαϊοῦλον, διὰ τὰς Βαΐας, τόπον ὄντα ἀπολαυστικώτατον καὶ τρυφῶντι έπιτιδειον.

Ὅτι τὴν Δικαιαρχίαν πόλιν Ῥωμαίων τινές οἰκήσαντες κατὰ τὴν Ἀννίβα στρατείαν μετωνόμασαν Ποτιόλους· ἔχει δέ λιμένα χειροποίητον. Ὑπέρκειτα δὲ τῆς πόλεως εὐθὺς ἡ τοῦ Ἡφαίστου ἀγορὰ, πεδίον περικεκλεισμένον διαπύροις ὀφρύσι, καμινώδεις ἐχούσαις ἀναπνοὰς πολλαχοῦ καὶ βρομώδεις ἱκανῶς· τὸ δὲ πεδίον θείου πλῆρές ἐστι συρτοῦ.