Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἐν τοῖς κατὰ Στράβωνα χρόνοις Κανδάκη τις, ἀνδρικὴ γυνὴ Αἰθιόπισσα, ἦρξε τῶν ὑπὲρ Αἴγυπτον Αἰθιόπων· ἦν δὲ πεπηρωμένη τὸν ἕτερον τῶν ὀφθαλμῶν. Το δὲ βασίλειον τῆς Κανδάκης ἦν τὰ Νάπατα, πόλις μεγάλη.

Ὅτι Κανδάκη πολλαῖς μυριάσιν Αἰθιόπων πρὸς Πετρώνιον, Ῥωμαῖον Αἰγύπτου ἄρχοντα, διεπολέμηκεν.

634
Ἦρχε δὲ τῶν τόπων ἐκείνων, ἔνθα ὁ Καμβύσου στρατὸς κατεχώσθη ὑπὸ τῆς ἄμμου καὶ τοῦ νότου πνεύσαντός βιαίως.

Ὅτι τὰ τῶν Αἰθιόπων πρόβατα καὶ αἶγες καὶ βόες καὶ κύνες μικρὰ παντελῶς εἰσι. Τάχα δʼ ἐκ τούτου καὶ τοὺς Πυγμαίους τινὲς ἐμυθολόγησαν· οὐ γάρ ἐστιν ἀληθὲς τὸ τῶν Πυγμαίων.

Ὅτι Αἰθίοπες σέβονται τοὺς βασιλέας ὡς θεούς· καί εἰσι κατάκλειστοι καὶ οἰκουροί. Μέγιστον δʼ αὐτοῖς βασίλειον ἡ Μερόη πόλις, ὁμώνυμος τῇ νήσῳ, οὔσῃ τὸ μῆκος σταδίων γ, τὸ δʼ εὖρος ,α· ἔχει δὲ πόλεις συχνὰς καὶ ὄρη καὶ δάση καὶ μέταλλα παντοῖα. Περιέχεται δʼ ἀπὸ μὲν τῆς Λιβύης ὁ ταύτῃ Νεῖλος θισὶ μεγάλαις, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοῖς συνεχέσιν· ἐκ δὲ νότου ἄνωθεν ταῖς συμβολαῖς τῶν ποταμῶν, τοῦ τε Ἀσταβάρα καὶ τοῦ Ἀστάποδος καὶ τοῦ Ἀστασόβα· πρὸς ἄρκτον δὲ ἡ τοῦ Νείλου ὀχή.

Ὅτι Αἰθίοπες καὶ τὰς γυναῖκας ὁπλίζουσιν, ὧν αἱ πλείους κεκρίκωνται τὸ χεῖλος τοῦ στόματος χαλκῷ κρίκῳ. Κῳδιοφόροι δʼ εἰσὶν, ἐρέαν τῶν προβάτων οὐ φερόντων, ἀλλʼ αἰγοτριχούντων οἱ δὲ τελέως γυμνῆτές εἰσι, περιεζωσμένοι.

Ὅτι Αἰθίοπες νομίζουσι θεὸν εἶναι, τὸν μὲν ἀθάνατον, τὸν δὲ θνητόν· τούτων δὲ τὸν μὲν αἴτιον τῶν πάντων, τὸν δὲ θνητὸν ἀνώνυμόν τινα καὶ οὐ σαφῆ. Τοὺς δʼ εὐεργέτας καὶ βασιλεῖς θεοὺς νομίζουσι, καὶ τούτων τοὺς μὲν βασιλεῖς κοινοὺς, τοὺς δὲ ἰδιώτας ἰδίως τοῖς εὖ παθοῦσιν ὑπʼ αὐτῶν. Πρὸς δὲ τῇ διακεκαυμένῃ τινὲς καὶ ἄθεοί εἰσιν· οὕς γε καὶ τὸν ἥλιόν φασι βλασφημοῦντας κακῶς λέγειν, ἐπειδὰν ἀνίσχοντα δʼ ἐν Μερόη καὶ Ἡρακλέα καὶ Πᾶνα καὶ Ἶσιν σέβονται, πρὸς ἄλλῳ τινὶ βαρβαρικῷ θεῷ· καὶ βασιλέας καθιστᾶσι τοὺς κάλλει διαφέροντας ἢ ἀρετῇ κτηνοτροφίας ἢ ἀνδρείας ἢ πλούτου.

Ὅτι Αἰθίοπες ἔθος ἔχουσι τοιοῦτον· ὃς ἂν βασιλεὺς πηρωθῇ μέρος τι τοῦ σώματος ὁπωσοῦν, τὸ αὐτὸ πάσχουσιν οἱ συνόντες αὐτῷ μάλιστα, οἱ δʼ αὐτοὶ καὶ συναποθνήσκουσιν· ἐκ δὲ τούτου φυλακὴ πλείστη τοῦ βασιλέως ἐστὶ παρʼ αὐτῶν.

Ὅτι ἐν τῷ Νείλῳ ποταμῷ ἰχθύων γένη πολλὰ μὲν καὶ ἄλλα, γνωριμώτατοι δὲ ὅ τε ὀξύρυγχος καὶ ὁ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος, ὃν καὶ φάγρον καλοῦσιν, σίλουρος, κίθαρος, θρίσσα, κεστρεὺς, ὀστρακίων δὲ λύχνος, φῦσα, βοῦς, κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι. Τὰ δʼ ἐπιχώρια ζῷα ἰχνεύμων, ἀσπὶς, ἡ μὲν σπρθαμιαία, ἥπερ καὶ ὀξυθανατωτέρα, ἡ δὲ ὀργυιαία· ὄρνεα δὲ ἶβις, ἱέραξ ὁ Αἰγύπτιος (ἥμερος γὰρ

635
παρὰ τοὺς ἄλλοθι, ὡς καὶ ἡ αἴλουρος), νυκτικόραξ ἰδιότροπος ἐνθάδε· παρʼ ἡμῖν μὲν γὰρ ἀετοῦ μέγεθος, ἐν Αἰγύπτῳ δὲ κολοιοῦ ἔχει.

Ὅτι ἡ ἶβις ἡμερώτατον ὄρνεόν ἐστι, πελαργώδης κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ὅλη μέλαινα. Μεστὴ δʼ αὐτῶν ἅπασα τρίοδος, χρησίμως μὲν, ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ καθάρματα πάντα, δυσχρήστως δὲ, ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρίων καὶ τῶν ἀλλοτρίων παντὸς μολυσμοῦ. Ἀπὸ δ τῆς θαλάσσης εἰς τὸν Νεῖλον ἀνέρχεται κεστρεὺς, θρίσσα, δελφίς· τὰ δʼ ἄλλα διὰ τὸν ἐκ τῶν κροκοδείλων φόβον οὐκ ἀνέρχεται, ἀλλʼ ὁ μὲν δελφὶς, ὡς κρείσσων τῶν κροκοδείλων, ὁ δὲ κεστρεὺς, ὅτι παραπέμπεται ὑπὸ τῶν χοίρων παρὰ γῆν κατά τινα οἰκείωσιν· τῶν δὲ χοίρων ἀπέχονται οἱ κροκόδειλοι· στρογγύλοι γάρ εἰσι καὶ ἔχουσιν ἀκάνθας ἐπὶ τῇ κεφαλῇ φερούσας κίνδυνον.

Ὅτι κατὰ Στράβωνα τὸ τῆς Λιβύης σχῆμα τρίγωνόν ἐστιν ὀρθογώνιον· οὗ ἡ μὲν μία τῶν περὶ τὴν ὀρθὴν ὁ Νεῖλος ποταμός ἐστιν, ἡ δʼ ἑτέρα ἡ καθʼ ἡμᾶς παραλία ἀπὸ Πηλουσίου μέχρι Γαδείρων, ἡ δʼ ὑποτείνουσα τὴν ὀρθὴν ἡ ἀπὸ Γαδείρων παρωκεανῖτις ἄχρι τῶν τοῦ Νείλου πηγῶν. Ταῦτα δὲ Πτολεμαῖος ἤλεγξε ψευδῆ ὄντα.

Ὅτι τὸ ἐν Μαυρητανίᾳ ὄρος, τὸν Ἄτλαντα ἑλληνιστὶ καλούμενον, οἱ βάρβαροι Δύριν καλοῦσιν.

Ὅτι τὸ βορειότατον καὶ δυσμικώτατον ἄκρον τῆς Λιβύης Κώτεις καλεῖται· ἀντίκειται δὲ τοῖς Γαδείροις.

Ὅτι ἡ Μαυρητανία ἑκατέρα εὐφορωτάτη ἐστὶ καὶ σὺν εὐδαιμονίᾳ οἰκεῖται· καὶ οἱ ποταμοὶ αὐτῆς κροκοδείλους φέρουσιν. Ἔν τινι δὲ ποταμῷ γεννῶνται βδέλλαι ἑπταπήχεις, κατατετρημένα ἔχουσαι τὰ βρόγχια, διʼ ὧν ἀναπνέουσι, καὶ ἄμπελοι φύονται ἐκεῖσε, δυσὶν ἀνδρέσι τὸ πάχος δυσπερίληπτοι, βότρυς πηχυαίους πως ἀποδιδοῦσαι.

Ὅτι ἐν Λιβύῃ καὶ Ἰνδίᾳ γίνεται κάλαμος, ὥστε τὸ ἓν γόνυ χωρεῖ μηδίμνους η΄, καὶ ἄλλαι βοτάναι.

Ὅτι οἱ Μαυρούσιοι ἐπαμελοῦνται μάλιστα κόσμου τρυχῶν καὶ ὀνυχισμῶν καὶ πωγώνων καὶ τῶν οιούτων.

Ὅτι οἱ Λίβυες δέρμασιν ὄφεων καὶ ἰχθύων ἀμπεχόναις καὶ στρώμασι χρῶνται.

Ὅτι ἐν Λιβύῃ, ὥσπερ ἐν Αἰθιοπίᾳ, τοῦ θέρους ὕει πολλὰ, τοῦ δὲ χειμῶνος ξηρασία ἐστίν.

Ὅτι οἱ ἐν Λιβύῃ Λωτοφάγοι οὐ δέονται ποτοῦ ἀρκεῖ γὰρ αὐτοῖς. λωτὸς καὶ πρὸς πόσιν καὶ πρὸς βρῶσιν.

Ὅτι ἐν τοῖς τῆς Λιβύης μεσογαίοις εὑρίσκεται

636
ὀστράκια καὶ χηραμύδες καὶ τοιαῦτα, ὡς καὶ ἐν Ἄμμωνος.

Ὁτι ἔν τισι τόποις τῆς Λιβύης δὶς τοῦ ἐνιαυτοῦ σῖτον καρποῦνται. Ἔστι δὲ τὸ μῆκος τῆς καλάμης ε΄ πηχέων, πάχος δὲ τοῦ μικροῦ δακτύλου, ὁ δὲ καρπὸς διακοσιοτεσσαρακοντάχους ἀποδίδοται. Τοῦ δʼ ἔαρος οὐδὲ σπείρουσιν, ἀλλὰ παλιούροις συνδεδεμέναις ἐπικαταψήσαντες τὴν χώραν τῶ ἐκπεσόντι κατὰ τὸν θερισμὸν στάχυι ἀρκοῦνται. Διὰ δὲ τὸ πλῆθος τῶν θηρίων κνημῖδας φοροῦντες ἐργάζονται· καθεύδοντες δὲ περιχρίουσι τοὺς κλινόποδας σκορόδοις τῶν σκορπίων χάριν καὶ παλιούροις περιδοῦσιν.