Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ἐν τῇ παραλίᾳ τῆς Μαυρητανίας ἦν πόλις Ἰὼλ ὄνομα, ἣν ἐπικτίσας Ἰόβας, ὁ τοῦ Πτολεμαίου πατὴρ, μετωνόμασε Καισάρειαν· ἔχει δὲ καὶ λιμένα.

Ὅτι Καρχηδόνιοι μεγίστην εἶχον δύναμιν· ὅτε γὰρ ἤρξαντο πολεμεῖν Ῥωμαίοις, πόλεις μὲν εἶχον τ΄ ἐν Λιβύῃ, ἀνθρώπων δʼ ἐν τῇ πόλει μυριάδας ο΄· πολιορκούμενοι δὲ καὶ ἀναγκασθέντες τραπέσθαι πρὸς ἔνδοσιν, πανοπλιῶν μὲν ἔδοσαν μυριάδας κ΄, καταπελτικὰ δὲ ὄργανα γ, ὡς οὐ πολεμηθησόμενοι. Κριθέντος δὲ πάλιν τοῦ ἀναπολεμεῖν, ἐξαίφνης ὁπλοποιίαν συνεστήσαντο, καὶ ἑκάστης ἡμέρας ἀνεφέροντο θυρεοὶ μὲν ρμ πεπηγότες, μάχαιραι δὲ τ΄ καὶ λόγχαι φ΄, βέλη δὲ α καταπελτικά· τρίχα δὲ τοῖς καταπέλταις αἱ θεράπαιναι παρεῖχον.

Ὅτι πρὸ τῆς μικρᾶς Σύρτεως νῆσός ἐστι Μῆνιγξ, ἣν καί φασιν εἶναι τὴν παρʼ Ὁμήρῳ τῶν Λωτοφάγων χώραν· ἔχει γὰρ πολὺ τὸ φυτὸν ἐκείνη.

Ὅτι ἡ πρὶν Βάρκη νῦν Πτολεμαῒς πόλις καλεῖται.

Ὅτι τὸν Κυρηναϊκὸν ὀπὸν τὸ σίλφιον ἐκφέρει.

Ὅτι Κυρηναῖοι σοφοὶ ἐγένοντο Ἀρίστιππος ὁ Σωκρατικὸς καὶ τούτου θυγάτηρ Ἀρήτη καὶ ταύτης υἱὸς Ἀρίστιππος ὁ μητροδίδακτος καὶ Καλλίμαχος καὶ Ἐρατοσθένης καὶ Καρνεάδης ὁ Ἀκαδημαῖκὸς καὶ Ἀπολλώνιος.

Ὅτι ἡ Κυρηναῖκὴ χώρα πᾶσα ἀντιπαρήκει τῇ Κρήτῃ νήσῳ κατὰ μῆκος παράλληλος. Στράβωνος γεωγραφικ ῆς χρηστομαθείας βίδλοι ιζ΄.