Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι ὁ μικρὸς καταράκτης ὑπέρ Συήνης καὶ Ἐλεφαντίνης ἐστὶ πόλεων, ἔνθα καὶ τὸ μεθόριον Αἰγυπτίων καὶ Αἰθιόπων.

Ὅτι οἱ Αἰθίοπες λυπρῶς ζῶσι διὰ τὴν ὑπερβολὴν τῆς δυσκρασίας τῶν ἀέρων, διὸ καὶ πένητές εἰσιν· οἱ δʼ Αἰγύπτιοι εὐδαίμονές εἰσιν.

Ὅτι Αἰγύπτιοι εἰς τρεῖς μοίρας ἑαυτοὺς διεῖλον· καὶ οἱ μὲν αὐτῶν εἰσιν ἱερεῖς, περὶ τὰ θεῖα ἀσχολούμενοι· οἱ δὲ γεωργοὶ, τὰ ἐν εἰρήνῃ ἐργαζόμενοι· οἱ δὲ στρατιῶται, τὰ ἐν πολέμῳ ἀσκοῦντες.

Ὅτι ὁ Νεῖλος ἀεὶ ἐκ νότου πρὸς ἄρκτους ῥεῖ ἕως τοῦ μεγάλου Δέλτα· εἶτα ἐκεῖθεν σχίζεται εἰς πολλὰ ἕως τῆς θαλάσσης, δεξιὰ μὲν ἕως Πηλουσίου, εὐώνυμα δὲ ἕως Κανώβου. Καὶ γίνεται ἡ κάτω Αἴγυπτος νῆσος τρίγωνος, τὸ Δέλτα, ᾧ ὁμώνυμον ἡ κορυφὴ καὶ ἡ ἐν αὐτῇ κώμη. Πᾶν δὲ τὸ Δέλτα τοσοῦτόν ἐστι κατὰ ῥᾳστώνην πλωτὸν διώρυξιν, ὥστε καὶ ὀστράκινα ἐνίοις πορθμεῖα εἶναι.

Ὅτι ἡ περίμετρος τοῦ Δέλτα γ ἐστὶ σταδίων νησιάζουσα.

Ὅτι ἐν ταῖς ἀναβάσεσι τοῦ Νείλου πελαγίζει τὸ Δέλτα, μόνων τῶν πόλεων καὶ τῶν κωμῶν ὑπερφαινομένων, διὰ τὸ ἢ ἐπʼ αὐτοφυῶν ἢ χειροποιήτων λόφων ἱδρῦσθαι. Τοῦτο δὲ γίνεται μ΄ ἡμέρας· εἶτα κατʼ ὀλίγον μειοῦται, ὥσπερ καὶ ηὐξήθη, ἑτέρας ἡμέρας κ΄· ὥστε ἐν πάσαις ταῖς ξ΄ ἡμέραις τελέως ξηραίνεται τὸ πεδίον.

Ὅτι ἀπὸ τοῦ Δέλτα μῆκός εἰσι στάδιοι ,δ πρὸς νότον ἕως Συήνης, ἐπʼ εὐθείας διʼ ἑνὸς ῥείθρου τοῦ ποταμοῦ φερομένου, πλὴν εἴ πού τις νῆσός ἐστιν.

Ὅτι ἐκ τῶν ἐν Αἰθιοπίᾳ ὄμβρων πληθύει ὁ Νεῖλος ποταμός.

Ὅτι Καμβύσης ὁ Πέρσης, κατασχὼν τὴν Αἴγυπτον, ἀνῆλθε μέχρι τῆς Μερόης ὑπʼ αὐτοῦ κληθείσης πόλεως· ἐκεῖ γὰρ αὐτοῦ ἡ ἀδελφὴ Μερόη ἐτελεύτα, καὶ τιμῶν αὐτὴν ἔθετο τῇ πόλει Μερόην ὄνομα.

Ὅτι οἱ παλαιοὶ ἀπὸ Συήνης ἕως τῆς θαλάσσης μόνον ἐκάλουν Αἴγυπτον, τοῦτʼ ἔστιν ὅσον ὁ Νεῖλος ποταμὸς ποτίζει μέρος καὶ μόνον.

Ὅτι ἀπὸ Πηλουσίου ἕως Κανώβου στόματος, τοῦτʼ ἔστιν ἡ βέσις τοῦ Δέλτα, στάδιοί εἰσι ,ατ΄, ἀπὸ δὲ Κανώβου εἰς τὴν Φάρον ρν΄.

631

Ὅτι ἡ πόλις Ἀλεξανδρεια ἐν τῇ Μαρεώτιδί ἐστιν· ἧς τὰ μὲν βόρεια θαλάσσῃ, τὰ δὲ νότια τῇ Μαρείᾳ λίμνῃ περιέχεται. Πληροῦται δʼ ἐκείνη ὑπὸ τῶν τοῦ Νείλου διωρύχων καὶ ἀναβάσεων.

Ὅτι τὴν Ἀλεξάνδρου τοῦ κτίστου χρυσῆν πύελον ἐν Ἀλεξανδρεία ἐσύλησε Πτολεμαῖος ὁ Κόκκης, ὁ καὶ Παρείσακτος ἐπικληθεὶς, ἐκ τῆς Συρίας ἐπελθών· καὶ εὐθὺς ἐξέπεσε τῆς ἀρχῆς, ἀνόνητα τολμήσας. Ἡ δὲ πύελος μετὰ τοῦτο ὑελίνη γέγονεν.

Ὅτι ὁ ὄγδοος Πτολεμαῖος, ὁ Αὐλητὴς κληθεὶς, χοραυλεῖν ἤσκησε, σεμνυνόμενος ἐπʼ αὐτῷ, ὡς καὶ ἀνταγωνίζεσθαι αὐληταῖς· ὃν οἱ Ἀλεξανδρεῖς ἐξέβαλον. Ὁ δὲ εἰς Ῥώμην ἐλθὼν, ἱκέτης γίνεται Πομπηίου καὶ ἔτυχε καθόδου εἰς τὴν βασιλείαν· καὶ μετ᾿ ὀλίγον νόσῳ τελευτᾷ καὶ διαδέχεται αὐτὸν Διόνυσος ὁ υἱὸς, καὶ Κλεοπάτρα, ἡ θυγάτηρ τοῦ Αὐλητοῦ, φεύγει εἰς τὴν Συρίαν. Ὁ δὲ Πομπήιος, φυγὼν ἐκ Φαρσάλου, ἧκεν εἰς τὸ Πηλούσιον καὶ τὸ Κάσιον ὄρος καὶ δολοφονεῖται ὑπὸ τῶν ἀμφὶ Διόνυσον. Ἐπελθὼν δὲ Καῖσαρ τόν τε Διόνυσον κτείνει καὶ τὴν Κλεοπάτραν καθίστησι βασίλισσαν Αἰγύπτου. Ἀντώνιος δὲ μετὰ τὴν ἐν Φιλίπποις μάχην, ἐλθὼν εἰς τὴν Αἴγυπτον, ἕγημε τὴν Κλεοπάτραν καὶ τὸν Ἀκτιακὸν πόλεμον σὺν αὐτῇ ἠγωνίσατο καὶ συνέφυγεν. Ὁ δʼ Αὔγουστος ἐπελθὼν ἄμφω τε κατέλυσε καὶ τὴν Αἴγυπτον ὑπὸ Ῥωμαίοις ἐποίησεν.

Ὅτι ὁ μὲν πρῶτος Καῖσαρ περὶ Φάρσαλον πόλιν ἐνίκα Πομπήιον, ὁ δὲ δεύτερος περὶ Φιλίππους ἐνίκα Βροῦτον καὶ Κάσσιον.

Ὅτι τὰ τοῦ Νείλου ζ στόματα ταῦτά ἐστιν· Ἡρακλεωτικὸν, Βολβίτινον, Σεβεννυτικὸν, Φατνιτικὸν, Μενδήσιον, Τανιτικὸν, Πηλουσιακόν.

Ὅτι ἡ μεταξὺ Πηλουσίου πόλεως καὶ τοῦ μυχοῦ τοῦ καθ᾿ Ἡρώων πόλιν ἐρημία σταδίων ἐστὶ α· πᾶσα δ᾿ ἄνυδρος καὶ θηριώδης, ὀφιώδης ἐστίν.

Ὅτι ἐν Μωμέμφιδι τρέφεται θήλεια βοῦς ἱερὰ, καθάπερ ἐν Μέμφιδι ὁ Ἆπις, ἐν Ἡλιουπόλει δὲ ὁ Μνεῦις βοῦς.

Ὅτι περὶ τὴν ἀρχὴν τοῦ Δέλτα ἐστὶν ἥ τε Βούβαστος πόλις καὶ Μέμφις καὶ Ἡλιούπολις καὶ ἡ ἀρχὴ τῆς διώρυχος τῆς βαλλούσης εἰς τὴν καθʼ Ἡρώων πόλιν θάλασσαν τοῦ Ἀραβίου κόλπου, πλάτος ἔχουσα πήχεις ρ´, βάθος δὲ ὥστε σύμμετρον εἶναι μυριοφόρῳ νηί.

Ὅτι αἱ πάλαι Αἰγύπτιαι Θῆβαι Λιόσπολις νῦν μεγάλη καλεῖται.