Geographiae Chrestomathia

Strabo

Anonymous. Geographi graeci minores, Volume 2. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1861.

Ὅτι τὸν Μωσῆν τὸν παῤ Ἰουδαίοις λέγει ὁ Στράβων, ὅτι Αἰγύπτιος ἦν ἱερεὺς καὶ μὴ ἀρεσκόμενος τῇ τῶν Αἰγυπτίων θρησκείᾳ ἀπῆρεν εῖς τὴν Παλαιστίνην καὶ πολλοὺς συμπαρέλαβε μεθʼ ἑαυτοῦ ἐξ Αἰγύπτου. Ἐπαινεῖ δὲ τὸν Μωσῆν ὁ Στράβων, ὡς εὐσεβῶς πράξαντα τοῦτο καὶ δικαίως.

628

Ὅτι ὕστερον μετὰ τὸν Μωσῆν ἡ δεισιδαιμονία τοῖς Ἰουδαίοις συνέπεσεν, οἷον ἡ περιτομὴ καὶ ἡ τῶν κρεῶν ἀποχή.

Ὅτι Ἰεροσόλυμα πόλις τὰ μὲν ἔσω ἔνυδρα ἔχει, τὰ δʼ ἐκτὸς ἔνυδρα· ἡ δὲ τάφρος τῆς πόλεως οὐκ ὀρυκτὴ, ἀλλὰ λατομητὴ, πέτρα βαθεῖα· ὁ δʼ ἐξ αὐτῆς κοπεὶς λίθος τὴν πόλιν ἔκτισεν.

Ὅτι ἡ Σιρβωνὶς λίμνη ἀγχιβαθής ἔστιν, ἧς ἡ περίμετρος στάδιοι ,α. Τῇ δὲ παραλίᾳ παρατέταται μικρῷ τι πλέον τῶν σ΄ σταδίων μῆκος. Βαρύτατον δʼ ἔχει ὕδωρ, ὥστε μὴ δεῖν κολύμβου, ἀλλὰ τὸν ἐμβάντα καὶ μέχρις ὀμφαλοῦ εὐθὺς ἐξαίρεσθαι. Μεστὴ δʼ ἐστὶν ἀσφάλτου αὕτη· τοῦτο δʼ ἀναφυσᾶται κατὰ καιροὺς ἀτάκτους ἐκ μέσου τοῦ βάθους μετὰ πομφολύγων, ὡς ἂν ζέοντος ὕδατος· κυρτουμένη δʼ ἡ ἐπιφάνεια λόφου φαντασίαν παρέχει· συναναφέρεται δὲ καὶ ἄσβολος πολλὴ, καπνώδης μὲν, πρὸς δὲ τὴν ὄψιν ἄδηλος,ὑφʼ ἧς κατιοῦται χαλκὸς, ἄργυρος, πᾶν τὸ στιλπνὸν μέχρι καὶ χρυσοῦ· ἀπὸ δὲ τοῦ κατιοῦσθαι τὰ σκεύη γνωρίζουσιν οἱ περισικοῦντες ἀρχομένην τὴν ἀναβολήν τοῦ ἀσφάλτου καὶ παρασκευάζονται πρὸς τὴν μεταλλείαν αὐτοῦ, ποιησάμενοι σχεδίας καλαμίνας. Ἕστι δʼ ἡ ἄσφαλτος γῆς βῶλος, ὑγραινομένη ὑπὸ θερμοῦ καὶ ἀναφυσωμένη καὶ διαχεομένη· πάλιν δὲ μεταβάλλουσα εἰς πῆξιν ἰσχυρὰν ὑπὸ τοῦ ψυχροῦ ὔδατος, ὥστε τομῆς καὶ κοπῆς δεῖσθαι εἶτα ἐπιπολάζουσα ἡ ἄσφαλτος διὰ τὴν τοῦ ὕδατος παχύτητα κόπτεται καὶ ἀποφέρεται.

Ὅτι τὰ παρʼ Ἑβραίοις Σόδομα πόλις ἑτέρων ἦν ιβ΄ πόλεων μητρόπολις, καὶ διὰ τὸ εἶναι τὴν γῆν ἔμπυρον, γενομένων σεισμῶν καὶ πυρωδῶν ἀναφυσημάτων, κατεστράφησαν καὶ κατεκάησαν πᾶσαι, καὶ ἀνεδόθη ἡ νῦν λίμνη Σιρβωνὶς καλουμένη, θειώδης οὖσα καὶ ἀσφαλτώδης.

Ὅτι Αἰγύπτιοι χρῶνται τῇ ἀσφάλτῳ πρὸς τὰς τῶν νεκρῶν ταριχείας.

Ὅτι ἐξ Ἁρμόζων τοῦ ἔκρου τῆς Καρμανίας ἀφορᾶται τὸ ἐν Ἀραβίᾳ ἄκρον τὸ ἐν Μάκαις, καὶ τοῦτό ἐστιν ἡ ἀρχὴ τοῦ Περσικοῦ κόλπου· τὸ γὰρ ἐντεῦθεν πρῶτον μὲν πρὸς ἀνατολὰς καὶ δυσμὰς, εἶτα πρὸς βορρᾶν εὐρύνεται ἡ Περσικὴ θάλασσα ἕως Τερηδόνος πόλεως καὶ τῶν τοῦ Εὐφράτου ποταμοῦ ἐκβολῶν.

Ὅτι ἡ Περσικὴ θάλασσα μεγάλη ἐστὶν, ὥστε μικρῷ λείπεται τῷ μεγέθει τοῦ Εὐξείνου πόντου.

Ὅτι ἐν τῷ νοτιωτάτῳ καὶ δυσμικωτάτῳ σημείῳ τοῦ Περσικοῦ κόλπου πόλις ἐστὶ Γέρρα ἐν γῇ ἁλμυρίδι, ἧς αἱ οἰκίαι ἅλιναί εἰσιν· ἐκεὶ δʼ αἱ λεπίδες τῶν ἁλῶν, ἀφιστάμεναι κατὰ τὴν ἐπίκαυσιν τὴν ἐκ τῶν ἡλίων, συνεχεῖς ἀποπίπτουσι, καταρραίνοντες ὕδασι πυκνὰ τοὺς τοίχους συνέχουσιν.

629

Ὅτι ἐν τῷ Περσικῷ κόλπῳ Τύρος καὶ Ἄροδός εἰσι νῆσοι, ἀφʼ ὧν οἱ ἐν Φοινίκῃ Τύριοι καὶ Ἀράδιοι ἐγένοντο μετανάσται.

Ὅτι καθʼ ὅλην τὴν τῆς Ἐρυθρᾶς θαλέσσης παραλίαν φύεται κατὰ βυθοῦ δένδρα ὅμοια δάφνῃ καὶ ἐλαίᾳ, ταῖς μὲν ἀμπώτισιν ὅλα καὶ ὑπερφανῆ γιγνόμενα, ταῖς δὲ πλημμυρίσιν ἔσθʼ ὅτε ὅλα καλυπτόμενα, καὶ ταῦτα τῆς ὑπερκειμένης γῆς ἀδένδρου οὕσης, ὥστε ἐπιτείνεσθαι τὸ παράδοξον.

Ὅτι ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ κῆτος ἐπώκειλε πηχῶν ν΄.

Ὅτι ἐν τεῖς ἕλεσι τοῖς γινομένοις ὑπὸ τῶν τοῦ Εὐφράτου ποταμοῦ προχύσεων ἄμπελος γίνεται, ἐν ταῖς καλαμίναις ῥιψὶν ἐπιβαλλομένης γῆς, ὅση δέξαιτο ἂν τὸ φυτὸν, ὥστε φορητὴν γίνεσθαι πολλάκις, εἶτα κοντοῖς ἀπωθεῖσθαι πάλιν εἰς τὴν οἰκείαν ἐξ ἀρχῆς ἕδραν.

Ὅτι ἐν τῇ εὐδαίμονι Ἀραβίᾳ νόμος ἐστὶν, ἵνα μὴ ὁ παῖς παρὰ τοῦ πατρὸς τὴν βασιλείαν διαδέχηται, ἀλλʼ ὅς ἂν πρῶτος γεννηθῇ τινι τῶν ἐπιφανῶν παῖς μετὰ τὴν κατάστασιν τοῦ βασιλέως, οὗτος ὁ παῖς ἀναλαμβάνεται καὶ τρέφεται βασιλικῶς, ὡς διαδεξόμενος τὴν βασιλείαν.

Ὅτι ἡ Ἐρυθρὰ θάλασσα οὐκ ἔστι βαθεῖα, ἀλλὰ καὶ ἕως μόνων δύο ὀργυιῶν ἔρχεται τὸ βάθος· διὸ ποάζει πλειστάκις διὰ τὰ φυτὰ ἐξέχοντα τῆς ἰπιφανείας, καὶ τὰ δένδρα φαίνεται ἔξω τῆς ἐπιφανείας τῆς θαλάσσης· καὶ κυνῶν πλῆθος θαλαττίων ἔχει.

Ὅτι ὁ Ἀσταβόρας ποταμὸς μέρει μὲν τῷ πλείστῳ μίσγεται τῷ Νείλῳ, τῷ δὲ ὀλίγῳ ἐκδίδωσιν εἰς τὸν Ἀράβιον κόλπον.

Ὅτι ἡ παραλία τῆς Ἀραβίας τῶν Τρωγοδυτῶν ἡ πολλὴ ἐλαιῶνας καὶ δαφνῶνας καὶ φοινικῶνας φέρει.

Ὅτι οἱ ἐν Ἀραβίᾳ ἐλέφαντες, ὅταν διὰ τὰ καύματα ἐκλίσωσιν οἱ ποταμοὶ, φρεωρυχοῦσι καὶ τοῖς ὀδοῦσι καὶ ταῖς προβοσκίσιν.

Ὅτι Τρωγοδύται ἄνευ τοῦ λ λέγει ὁ Στράβων.

Ὅτι φησὶ Ποσειδώνιος Ἐρεμβοὺς παρʼ Ὁμήρῳ τοὺς Ἄραβας δεῖν ἀκούειν, ὡς τῶν παλαιῶν διὰ τὴν ἀνεπιμιξίαν σολοικιζόντων τὸ ὄνομα, καὶ ἀντὶ Ἀράβων --- Ἐρεμβῶν καλεῖν· καὶ γὰρ ταῦτα τὰ τρία ἔθνη, Ἀρμενίους, Ἀραβίους, Ἐρεμβοὺς, συνεχῆ ἀλλήλοις ὄντα, σχεδὸν τῆ αὐτῇ ὀνομασίᾳ καλεῖσθαι. Οὕτως οὖν καὶ Ἀρίμους φησὶν ὁ αὐτὸς δεῖν ἀκούειν τοὺς Σύρους· Ἀριμαῖοι γὰρ οἱ ἐν αὐτῇ· τάχα δὲ τότε οἱ Ἕλληνες Ἀραμαίους ἢ Ἀρίμους αὐτοὺς ἐκάλουν. Αἱ δὲ μεταπτώσεις τῶν ὀνομάτων πολλαί· καὶ γὰρ τὸν μὲν Δαριήκην Δαρεῖον ἐκάλεσαν, τὴν δὲ Φάρζιριν Παρύσατιν.